← 辛普里丘

亚里士多德《物理学》注释

§439.1-440.17

运动的所在与施动者与受动者的同一性

辛普里丘注解亚里士多德《物理学》202a13,探讨运动究竟是在施动者之中还是在被动者之中的疑难,结合欧德谟关于感觉的论述以及安德罗尼柯的异文,阐明运动在底层主体上为一个但在定义上为二的解决方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Καὶ τὸ ἀπορούμενον δὲ φανερόν ἕως τοῦ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου." Μετὰ τὸ ἀποδοῦναι τὸν τῆς κινήσεως ὁρισμὸν καὶ τὴν προσήκουσαν αὐτοῦ διάρθρωσιν ποιήσασθαι μεταβαίνει λοιπὸν ἐπὶ τὸ δεύτερον τῶν περὶ κινήσεως προβλημάτων ζητῶν καὶ διακαθαίρων, ἐν τίνι ἐστὶν ἡ κίνησις, πότερον ἐν τῷ κινοῦντι ἢ ἐν τῷ κινουμένῳ, ἢ ἀπὸ τοῦ κινοῦντος ἐν τῷ κινουμένῳ, ὡς ἔχει ἡ τῶν πρός τι σχέσις. διὰ τοῦτο καὶ τὴν τοῦ πρός τι σχέσιν διέλαβεν. ἐπειδὴ γὰρ συμβεβηκός τί ἐστιν ἡ κίνησις, ἀνάγκη πάντως ἔν τινι αὐτὴν εἶναι οὐσίᾳ. ἐπεὶ οὖν καὶ ἐν τῷ τοῦ κινοῦντος ὀνόματι καὶ ἐν τῷ τοῦ κινουμένου ἐμφαίνεται ἡ κίνησις, ἀπορίας ἄξιον ἐδόκει, πότερον ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ ἢ ἐν ἀμφοτέροις. ἢ ἐπειδὴ τὸ μὲν κινοῦν ποιοῦν τί ἐστι, τὸ δὲ κινούμενον πάσχον, διαιρουμένης τῆς κινήσεως εἴς τε ποίησιν καὶ εἰς πάθησιν ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντί ἐστιν, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι. λέγει οὖν ὅτι καὶ τὸ ἀπορούμενον ἐν τούτοις λέλυται ἐκ τοῦ τῆς κινήσεως ὁρισμοῦ. φανερὸν γὰρ ὅτι ἐν τῷ κινητῷ ἐστιν ἡ κίνησις, εἴπερ ἐντελέχειά ἐστι τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. “ὑπεναντιοῦσθαι δέ, φησὶν Εὔδημος, τοῖς λέγουσιν ἐν τῷ πάσχοντι καὶ κινουμένῳ εἶναι τὴν κίνησιν τὸ περὶ τὰς αἰσθήσεις· λέγομεν γὰρ ὁρᾷ ὁρᾶται ὅρασις, ἀκούει ἀκούεται ἄκουσις· δοκεῖ οὖν ἡ ὅρασις ἐν τῷ ὁρῶντι εἶναι, καὶ ἡ ἄκουσις ἐν τῷ ἀκούοντι· ὁμοίως καὶ αἱ γεύσεις καὶ αἱ λοιπαί. ταῦτα δὲ ἐν τῇ τοῦ ποιοῦντος καὶ κινοῦντος εἶναι δοκεῖ συστοιχίᾳ. ἀπατώμεθα δέ, φησί, τῇ λέξει ἐπακολουθοῦντες καὶ μὴ ἐννοοῦντες ὅτι τὸ αἰσθανόμενον πάσχει.” ἀλλὰ διὰ τί οὐκ ἔστιν ἐνέργεια καὶ τοῦ κινοῦντος; εἰ γὰρ πρότερον κινητικὸν ὂν τοῦτο δυνάμει κινοῦν ἐστιν, ἀνάγκη, ὅταν κινοῦν ἐνεργείᾳ γένηται, τότε κινεῖν καὶ ἐνεργεῖν κατὰ τὸ κινεῖν. διὰ τί οὖν ἡ τοῦ κινητοῦ ἐνέργεια κίνησίς ἐστι καὶ μὴ μᾶλλον ἡ τοῦ κινοῦντος; ἢ οὐκ ἄλλη ἐστὶν ἡ τοῦ κινητικοῦ ἐνέργεια. ἔστι γὰρ κινητικὸν ἐνεργητικὸν τοῦ κινητοῦ. Μία οὖν ἡ ἀμφοῖν ἐνέργεια, ὡς μὲν ἀπὸ τοῦ κινοῦντος ἐνέργεια λεγομένη κυριώτερον, ὡς δὲ ἐν τῷ κινουμένῳ πάθος μᾶλλον ἤπερ ἐνέργεια. ἐνέργεια δὲ ἴσως καὶ αὕτη λέγεται, καθόσον κἂν ἔξωθεν ἔχῃ τὴν ἀρχήν, ἀλλ’ ὑπὸ τῆς ἐν αὐτῷ φύσεως ἔχει τὸ κινεῖσθαι κατὰ τὴν οἰκείαν ἐπιτηδειότητα. ὡς οὖν τὸ διάστημα τοῦ ἑνὸς πρὸς δύο καὶ δύο πρὸς ἓν καὶ τὸ ἄναντες καὶ τὸ κάταντες ἓν μέν ἐστι τῷ ὑποκειμένῳ, δύο δὲ κατὰ τὸν λόγον, ἀπὸ μὲν τοῦ ἑνὸς πρὸς τὰ δύο ἥμισυ, ἀπὸ δὲ τῶν δύο πρὸς τὸ ἓν διπλάσιον, οὕτως ἔχει καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου ἡ κίνησις, μία μὲν οὖσα τῷ ὑποκειμένῳ, ἄλλως δὲ ὡς ἀπὸ τοῦ κινοῦντος καὶ ἄλλως ὡς ἐν τῷ κινουμένῳ θεωρουμένη. δῆλον δὲ ὅτι καὶ τὸ κινητικόν, ὅταν ἀπὸ τοῦ δυνάμει μεταβάλλῃ εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ, τότε ὡς κινουμένῳ ἔνεστιν ἡ κίνησις ἀπὸ τοῦ κινοῦντος ἄλλη οὖσα παρὰ τὴν κίνησιν, ἣν αὐτὸ ἐνεργείᾳ ἤδη καὶ τέλειον γενόμενον κινεῖ τὸ ὑπ’ αὐτοῦ κινούμενον. ἓν οὖν ἐστι τῷ ὑποκειμένῳ ἡ ἐνέργεια καὶ τὸ πάθος ἀρχομένη μὲν ἀπὸ τοῦ ἐνεργοῦντος, καὶ ἐκεῖθεν τὸ εἶδος ἐπιφέρουσα, ἐνστηριζομένη δὲ τῷ πάσχοντι, καὶ διατιθεῖσα τοῦτο1 κατὰ τὴν ἀπὸ τοῦ ποιοῦντος τοῦ εἴδους ἔνδοσιν οἷον πνοὴν εἰς ἄλλο, ὡς μήτε ἀπηλλάχθαι τοῦ ποιοῦντος μήτε ἐν αὐτῷ εἶναι, ἀλλ’ ἐξ ἐκείνου μέν, ἐν ἐκείνῳ δὲ οὐκ ἀποτετμημένην.2 καὶ εἰ μὲν ἀπὸ τοῦ ποιοῦντος καὶ κινοῦντος ἀρχοίμεθα, ποιεῖν καὶ κινεῖν ἐστιν, εἰ δὲ ἀπὸ τοῦ πάσχοντος καὶ κινουμένου, πάσχειν καὶ κινεῖσθαι. ἰστέον δὲ ὅτι ἐν τούτῳ τῷ χωρίῳ οἱ μὲν πολλοὶ σαφέστερον οὕτω γράφουσι ταύτην τὴν λέξιν· ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ, ὁ δὲ Ἀνδρόνικος οὕτως· ἐντελέχεια γάρ ἐστι τοῦ κινητοῦ καὶ ὑπὸ τούτου. καὶ ἐξηγεῖται ὅτι κἂν ἔξωθεν ᾖ τὸ κινοῦν, ἐκ τῆς ἐνούσης δυνάμεως εἰς ἐνέργειαν ἀγόμενον, ὑφ’ ἑαυτοῦ κινεῖσθαι δοκεῖ τὸ κινούμενον.

“而那被存疑的也是显然的”至“在施动者与被动者上亦是如此”。 在给出了运动的定义并对其作了适当的区分之后,他终于转入关于运动的诸问题的第二个,探求并澄清运动是在什么之中,究竟是在施动者之中还是在被动者之中,抑或如同相关者的关系那样是从施动者出发而在被动者之中。正因如此,他也处理了相关者的关系。因为运动既然是某种偶性,就完全必然存在于某种实体之中。因此,既然在施动者的名称中和在被动者的名称中运动都显现出来,那么它究竟是在施动者之中,在被动者之中,还是在两者之中,便显得值得存疑。或者说,由于施动者是某种施作用者,而被动者是某种受作用者,当运动被划分为施作用与受作用时,施作用在施作用者之中,而受作用在受作用者之中。因此他说,在这些事情中被存疑的,也由运动的定义得到了解决。因为既然运动是能动者借由能动作用者而成的终极现实,那么运动在可动者之中便是显然的。“然而,”欧德谟说,“关于各感觉的事情却与那些主张运动在受作用者和被动者之中的人相左;因为我们说‘看’、‘被看’、‘视觉’,‘听’、‘被听’、‘听觉’;因此视觉似乎在看见者之中,听觉在听闻者之中;味觉和其余感觉亦同样如此。而这些似乎属于施作用者和施动者的序列。但是,”他说,“我们因顺从字面表述而未意识到感觉者乃是在受作用,因而受到了蒙骗。”但是,为什么[运动]不同时也是施动者的现实活动呢?因为如果这原本是能施动者乃是潜能上的施动者,那么当它成为现实中的施动者时,它在当时就在施动且依施动而现实活动,这是必然的。那么,为什么能动者的现实活动是运动,而非毋宁说是施动者的呢?或者说,能施动者的现实活动并非另是一回事。因为它正是作为使能动者活动起来的能施动者。因此两者的现实活动是同一个,就从施动者出发而言更本原地被称为现实活动,而就存在于被动者之中而言则毋宁是承受而非现实活动。不过或许这[承受]亦被称为现实活动,乃在于即使它从外在具有本原,但凭借其自身之中的本性,它依照固有的适宜性而具有被运动。因此,正如一对于二与二对于一的距离、上坡与下坡在底层主体上是一个,但在定义上是两个——从一向着二是一半,而从二向着一则是两倍——施动者与被动者上的运动亦是如此,在底层主体上是一个,但作为从施动者出发与作为在被动者之中被考察时则是不同的。并且显然,当能施动者由现实之物从潜能转变为现实时,那时作为被动者,从施动者而来的运动便存在于其中,而这运动与它自身既已成为现实且完全之后用来运动由它所动的对象的运动是不同的。因此,现实活动与承受在底层主体上是一个,它始于施行活动者并从那里带来形式,却扎根于受作用者之中,且按照形式从施作用者的赋予而如同吹入另一物的一口气般安置此受作用者,以至于它既未完全脱离施作用者,亦非存在于其中,而是虽然出于彼者,却没有在彼者之中被切断。如果我们要从施作用者和施动者出发,便是‘施作用’和‘施动’;若是从受作用者和被动者出发,便是‘受作用’和‘被动’。应当知道,在此处多数人更为清楚地这样书写这一文句:“因为这是此者借由能动作用者的终极现实”;但安德罗尼柯则作如此书写:“因为这是能动者的、且借由此者的终极现实”。并且他解释道,即使施动者是来自外在的,由于从内在的潜能被引向现实,被动者似乎亦是由其自身被运动的。

语法注2 条
  1. 3.17ἓν οὖν ἐστι τῷ ὑποκειμένῳ ἡ ἐνέργεια καὶ τὸ πάθος ἀρχομένη μὲν ἀπὸ τοῦ ἐνεργοῦντος, καὶ ἐκεῖθεν τὸ εἶδος ἐπιφέρουσα, ἐνστηριζομένη δὲ τῷ πάσχοντι, καὶ διατιθεῖσα τοῦτο

    虽然主语是复合主语“ἡ ἐνέργεια καὶ τὸ πάθος”(现实活动与承受),但紧随其后的分词“ἀρχομένη”、“ἐπιφέρουσα”、“ἐνστηριζομένη”、“διατιθεῖσα”均为阴性单数主格。这是由于受最前面的主要名词“ἡ ἐνέργεια”吸引而产生的近接一致(或依据意义的一致),在句法上也反映了两者在底层主体上被视为单一的阴性现实活动(ἐνέργεια)。

  2. 3.17ὡς μήτε ἀπηλλάχθαι τοῦ ποιοῦντος μήτε ἐν αὐτῷ εἶναι, ἀλλ’ ἐξ ἐκείνου μέν, ἐν ἐκείνῳ δὲ οὐκ ἀποτετμημένην

    在表示结果或方式的“ὡς”引出两个不定式“ἀπηλλάχθαι”与“εἶναι”之后,连词“ἀλλʼ”后出现了阴性单数宾格分词“ἀποτετμημένην”。这是一种句法转换(破格),它要么与不定式结构中未明言的阴性宾格主语一致,要么与前文的阴性宾格短语“ἔνδοσιν οἷον πνοήν”发生格吸引。无论何种理解,它都表明形式或运动是从施动者发出,却并未在其内部被割断独立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:439.1-440.17