← 辛普里丘

亚里士多德《物理学》注释

§438.14-438.35

施动者带来的形式与处所运动之疑难

辛普利丘讨论了亚里士多德在《物理学》202a9中“施动者总是带来某种形式”的命题,论证了作用因必须具有完全的形式,并解决了处所运动中的施动者(尤其是灵魂)自身并非处所亦不在处所之中的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16

" Εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν ἕως τοῦ ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον." Δείξας ὅτι τὸ κινούμενον, ἕως ἂν κινῆται, φυλάττει τὸ ἀτελὲς καὶ τὸ δυνάμει, εἰκότως ἐπισημαίνεται περὶ τοῦ κινοῦντος, ὅτι τοῦτο τέλειον εἶναι χρὴ καὶ εἶδος ἔχειν. τὰ γὰρ κατὰ φύσιν καὶ προσεχῶς κινοῦντά τε καὶ ποιοῦντα ὅμοια ἑαυτοῖς ποιεῖ καὶ εἰς τὸ οἰκεῖον εἶδος ἄγει τὰ κινούμενα ὑφ’ ἑαυτῶν. διὸ εἰ μὲν κατ’ οὐσίαν κινεῖται τὸ κινούμενον, οὐσίαν χρὴ εἶναι τὸ κινοῦν, εἰ δὲ κατὰ ποιότητα, ποιόν, εἰ δὲ κατὰ ποσότητα, ποσόν. οἷον ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον. τέλειον γὰρ ὂν τὸ κινητικὸν ἀρχὴ καὶ αἴτιον ποιητικόν ἐστι τῆς κινήσεως. ἀλλὰ πῶς ἐπὶ τοῦ κατὰ τόπον κινητικοῦ; οὐ γὰρ τόπος οὐδὲ ἐν τόπῳ ἔσται τὸ κατὰ τόπον κινοῦν, ὥσπερ οὐσία τὸ κατ’ οὐσίαν καὶ ποιὸν τὸ κατὰ ποιόν. ἢ ἐν τελειότητι μὲν ἀνάγκη καὶ ἐπ’ ἐκείνων εἶναι τὸ κινοῦν, οὐ μὴν καὶ ἐν τόπῳ. ἡ γοῦν ψυχὴ κινεῖ μὲν τὸ σῶμα τοπικὴν κίνησιν, οὐ μὴν ἐν τόπῳ οὖσα. καὶ ἴσως διὰ τοῦτο ὁ Ἀριστοτέλης ἀσφαλέστερον ποιῶν οὐκ εἶπεν ὅτι εἶδος οἴσεται τὸ κινοῦν οἷον καὶ τὸ κινούμενον, ἀλλ’ ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε. εἰ μὴ ἄρα πάντως μὲν τὸ αὐτὸ εἶδος εἶναι χρὴ ἀπὸ τοῦ ποιοῦντος τῷ γινομένῳ ἐντιθέμενον, ἀλλ’ οἰκείως ἐν ἑκατέρῳ.1 καὶ γὰρ ὁ οἰκοδόμος οἰκοδομεῖ κατὰ τὴν ἐν ἑαυτῷ οἰκίαν, καὶ ἡ ψυχὴ κινεῖ κατὰ τόπον, οὐ κατὰ τὴν τυχοῦσαν ἐν ἑαυτῇ αἰτίαν, ἀλλὰ κατὰ τὴν ἐν ἑαυτῇ αἰτίαν τῆς τοπικῆς κινήσεως ἔχουσαν τὸ αὐτὸ εἶδος ὡς ἐν ἐκείνῃ.2

“施动者将总是带来某种形式”至“从潜能上是人者造成人”。 在指出了被动者只要在被运动就保持着不完全性与潜能之后,他合宜地指明关于施动者的一点,即此者必须是完全的且具有形式。因为按自然且邻近地施动和作用者,使由其自身所运动的事物相似于自身,并把它们引向固有的形式。因此,如果被动者依实体被运动,施动者必须是实体;若是依性质,则是具有某种性质的;若是依数量,则是具有某种数量的。例如,终极现实中的人从潜能上是人者造成人。因为能动者由于是完全的,乃是运动的本原和施作用的原因。但在依处所的能动者上又是如何呢?因为依处所施动者既不是处所,亦不在处所之中,不像依实体者是实体,依性质者是具有某种性质的。或者说,在那些情况下施动者亦必然处于完全性之中,却并不在处所之中。无论如何,灵魂在处所运动中运动形体,自身却不在处所之中。或许正因如此,亚里士多德为了更为稳妥,并未说施动者带来与被动者相同的形式,而是说“要么是一个这,要么是如此的,要么是这么多的”。抑或,在一切情况下施动者赋予生成者的形式固然都必须相同,但在二者之中各自以固有的方式[存在]。因为建筑师亦是按照其自身中的房屋进行建筑,灵魂亦是依处所运动,却不是按照自身中偶然的原因,而是按照其自身中处所运动的原因——此原因具有如同在灵魂之中那样的同一形式——而运动的。

语法注2 条
  1. 3.16εἰ μὴ ἄρα πάντως μὲν τὸ αὐτὸ εἶδος εἶναι χρὴ ἀπὸ τοῦ ποιοῦντος τῷ γινομένῳ ἐντιθέμενον, ἀλλ’ οἰκείως ἐν ἑκατέρῳ

    短语 εἰ μὴ ἄρα 引导一个假设性的修正或替代方案(“抑或……”)。在 πάντως μὲν ... ἀλλ’ 的对比结构中,后半句 ἀλλ’ οἰκείως ἐν ἑκατέρῳ 省略了谓词动词(如 εἶναι 或 ἐνεῖναι),需理解为“但在二者之中各自以固有的方式[存在]”。

  2. 3.16ἀλλὰ κατὰ τὴν ἐν ἑαυτῇ αἰτίαν τῆς τοπικῆς κινήσεως ἔχουσαν τὸ αὐτὸ εἶδος ὡς ἐν ἐκείνῃ

    分词 ἔχουσαν 为阴性单数宾格,与前面的名词短语 τὴν ἐν ἑαυτῇ αἰτίαν 保持性数格一致。末尾的 ὡς ἐν ἐκείνῃ(“如同在彼[灵魂]之中”)中的指示代词 ἐκείνη 指代灵魂(ψυχή),强调形式在无形体施动者自身之中的特有存在方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:438.14-438.35