← 辛普里丘

亚里士多德《物理学》注释

§437.9-438.13

关系中的运动与可动者的定义

辛普利丘探讨了泰米斯提乌关于关系范畴中运动的反驳并作回应,进而阐述了亚历山大关于亚里士多德在定义中将“潜能者”替换为“可动者”的理由,并转述了亚历山大对使用“可动者”一词所招致的循环指责的辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15#3

σαφῶς γὰρ ἐν τούτοις ὁ Ἀλέξανδρος ὁμολογεῖ, κἂν τὸ ἕτερον τῶν πρός τι κινηθῇ, κινεῖσθαι καὶ θάτερον1 διὰ τὸ μίαν εἶναι τὴν σχέσιν. ὁ δὲ Θεμίστιος καὶ ἐνταῦθα ἀξιοῖ μὴ εἶναι κίνησιν κατὰ τὰ πρός τι, διότι ἡ κατὰ τὰ πρός τι ἐνέργεια οὐ διασῴζει τὸ δυνάμει, ἀλλὰ ἀθρόως γίνεται ἡ μεταβολὴ ἐκ τοῦ δυνάμει εἰς ἐντελέχειαν. οὐ γὰρ κατ’ ὀλίγον γίνεται δεξιόν, ἀλλ’ ἀθρόως. “δεῖ, οὖν φησι, πρῶτον δεικνύναι τὴν ἐνέργειαν τὴν ἀτελῆ καὶ οὕτως τὸν ὅρον ἐλέγχειν.” ἀλλ’ εἰ μὲν ἄχρονος ἡ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολή, τί ἄτοπον καὶ τὴν κίνησιν ἄχρονον εἶναι τὴν κατὰ τὸ πρός τι; εἰ δὲ ἐν χρόνῳ γίνεται τὰ ἐν γενέσει καὶ συνῄρηται ὁ χρόνος, οὐ παρὰ τοῦτο ἀπώλετο ἡ κίνησις. “ἢ οὖν, φησὶν Ἀ̓λέξανδρος, τὸ δυνάμει ὡς εἰς σαφέστερον τὸ κινητὸν μετέλαβεν ἢ εἴ τις βιάζοιτο ἐπὶ πλέον εἶναι τὸ δυνάμει ἐν πάσαις ὂν ταῖς κατηγορίαις, εὐλόγως δόξει ἐπὶ τὸν ἰδιαίτερον λόγον τῆς κινήσεως μετεληλυθέναι τοῦ κινητοῦ ᾗ κινητὸν ἐντελέχειαν λέγων.” καὶ ἄλλην δὲ χρείαν λέγει τῆς εἰς τὸ κινητὸν μεταλήψεως ὁ Ἀλέξανδρος. “ἐπειδὴ γὰρ βούλεται μὲν δεῖξαι τὴν κίνησιν ἐν τῷ κινουμένῳ, καὶ τὸ κινοῦν δὲ φυσικῶς δυνάμει ὂν κινητικὸν ἐντελεχείᾳ γίνεται τοιοῦτον, ὅταν ἐνεργῇ πρὸς τὸ κινητόν, ἀλλ’ οὐκ ἔστι κινούμενον οὐδὲ ἡ κίνησις ἐν αὐτῷ, εἰκότως τὸ κινητὸν ἔλαβεν ἐν ᾧ ἡ κίνησίς ἐστι, καὶ οὐχὶ τὸ κινητικόν, ὑφ’ οὗ ἡ κίνησις ἐν τῷ κινητῷ ἐγγίνεται. καὶ ἐξισάζοντα τὸν ὅρον ἐποίησε μεταλαβὼν τὸ δυνάμει εἰς τὸ κινητόν.” Τινὲς δὲ αἰτιῶνται τὸν ὅρον τῆς κινήσεως, διότι τῷ κινητῷ ὄντι, ὡς φασιν, ὁμοίως ἀδήλῳ τῇ κινήσει καὶ γνωριζομένῳ διὰ τῆς κινήσεως προσκέχρηται.2 ἀπολογεῖται δὲ ὁ Ἀλέξανδρος λέγων ὅτι “εἰ ἡ κίνησις τῶν πρός τί ἐστι (τοῦ γὰρ κινητοῦ ἡ κίνησις), τοῖς δὲ πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τι πως ἔχειν, εἰκότως τὴν κίνησιν ὁριζόμενος παρέλαβε τὸ κινητόν, πρὸς ὃ τὸ εἶναι ἐστιν αὐτῆς. ὅλως δὲ οὐδὲ ἤρτηται τοῦ κινητοῦ ἡ τῆς κινήσεως γνῶσις, ἀλλὰ τοσοῦτον μόνον ἐνδείκνυται τὸ κινητόν, ὅτι τοῦ πεφυκότος ἐστὶν ἐνέργεια καθὸ πέφυκε, πεφυκότος δὲ κινεῖσθαι, καὶ οὐ κατ’ ἄλλο τι. τὸ γὰρ οἰκοδομητὸν ὅταν ἐνεργῇ καθὸ πέφυκε, μένοντος τοῦ πεφυκέναι οἰκοδομεῖται. οὕτως δὲ καὶ τὸ κινητὸν κινεῖται πᾶν. μήποτε δὲ μετὰ τὴν πολυειδῆ τοῦ ὁρισμοῦ διάπτυξιν εἰς σαφεστέραν παράδειξιν οὐδὲν ἄτοπον ἦν αὐτὸν καὶ οὕτως προαγαγεῖν ἀντὶ τοῦ δυνατοῦ τὸ κινητὸν τιθέντα. τὴν δὲ ἐνέργειαν ταύτην θίξει τοῦ κινητικοῦ πρὸς τὸ κινητὸν γίνεσθαί φησι. καὶ ἐπὶ μὲν τῶν φυσικῶς καὶ σωματικῶς κινουμένων ἀλλήλων ἅπτεσθαί φησι τό τε κινοῦν καὶ τὸ κινούμενον. ἐπὶ δὲ τῆς ἀπὸ τοῦ ἀσωμάτου κινήσεως τὸ μὲν κινοῦν ἀσώματον ὂν ἅπτεσθαι λέγει τοῦ κινουμένου, κοινότερον τὴν ἁφὴν ἐπὶ ἀσωμάτου λέγων, ὡς λέγομεν ἧφθαι τὴν λοιδορίαν ἡμῶν,3 οὐκέτι μέντοι καὶ τὸ κινούμενον σῶμα ἧφθαι τοῦ κινοῦντος· οὐδὲ γὰρ ἡμεῖς ἅπτεσθαι τῆς λοιδορίας λεγόμεθα. εἰ δὲ καὶ τὸ κινοῦν καθὸ δυνάμει ἐστὶν ἀντικινεῖται, καὶ διὰ τοῦτο δείκνυται βεβαιότερον ὅτι ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ἐστιν ᾗ κινητόν.

因为在这些文句中,亚历山大明确承认,即使关系项中的一者被运动,由于其关系是一,另一者亦被运动。但泰米斯提乌在此亦主张在关系范畴中不存在运动,因为关系范畴中的现实活动并不保持潜能,而是从潜能向终极现实的转变是一举发生的;因为成为右侧之物并非渐渐发生,而是一举发生的。“因此,他说,必须首先指出不完全的现实活动,并以此检验其定义。”然而,如果从潜能向现实的转变是无时间的,那么关系范畴中的运动亦是无时间的,又有何荒谬呢?如果处于生成中的事物在时间中发生,即使时间被紧缩了,运动亦并不因此而丧失。“所以,亚历山大说,要么是他把[潜能者]转换为作为更明晰者的‘可动者’;要么是如果有人硬说潜能者由于存在于所有范畴中而外延更广,那么由于他称运动为‘可动者就其作为可动者而言的终极现实’,他将被合理地认为过渡到了运动更为特有的说明。”而且亚历山大还说明了转换为“可动者”的另一种必要性:“因为既然他希望表明运动存在于被动者之中,而按自然施动者虽在潜能上是能动的,在对可动者现实活动时在终极现实中成为如此之物,但施动者自身并不是被动者,运动亦不在其自身之中,所以他合理地采纳了运动存在于其中的‘可动者’,而未采纳在其作用下运动在可动者中产生的那种‘能动者’。并且他通过将潜能者转换为可动者,使定义成为外延均等的。” 然而有些人指责运动的定义,理由是如他们所言,该定义附加使用了“可动者”,而它与运动同样是晦涩不明的,并且是经由运动而被认识的。亚历山大则辩护道:“如果运动属于关系范畴(因为运动是可动者的运动),而对关系项而言,存在与以某种方式与某物相关是同一的,那么他在界定运动时,合理地采纳了其存在所朝向的可动者。总之,对运动的认识也根本不依存于可动者,‘可动者’仅仅指示了这一点,即它是具有自然本性者就其具有该本性而言的现实活动,而且是具有被运动的本性者的〔现实活动〕,而非依循其他任何事物。因为可建筑者每当就其所具有的本性现实活动时,在其自然本性保持的同时被建筑。而一切可动者亦以这种方式被运动。”或许,在对定义进行了多方面的展开之后,为了更为明晰的展示,他将可动者置于潜能者之位而如此推进论述,并无任何荒谬之处。他又说,这种现实活动是凭借能动者对可动者的接触而产生的。而在按自然且有形体地被运动的事物上,他说施动者与被动者互相触碰;至于由无形体者所引起的运动,他说施动者虽是无形体者,却触碰被动者——在无形体者上是在更一般的意义上使用‘触碰’一词,正如我们说侮辱触动了我们——,然而被运动的形体并不再反向触碰施动者;因为我们并不被说成触碰了侮辱。如果施动者就其处于潜能而言亦受到反向运动,那么由此亦更为确凿地表明了,运动乃是可动者就其作为可动者而言的终极现实。

语法注3 条
  1. 3.15κἂν τὸ ἕτερον τῶν πρός τι κινηθῇ, κινεῖσθαι καὶ θάτερον

    由 κἂν(καὶ ἐάν)引导让步从句,不定式 κινεῖσθαι 及其宾格主语 θάτερον 充当 ὁμολογεῖ 的宾语(即“即使关系项之一被运动,另一者亦被运动”)。

  2. 3.15τῷ κινητῷ ὄντι, ὡς φασιν, ὁμοίως ἀδήλῳ τῇ κινήσει καὶ γνωριζομένῳ διὰ τῆς κινήσεως προσκέχρηται

    动词 προσκέχρηται(来自 προσχράομαι)支配与格 τῷ κινητῷ。分词及形容词短语 ὄντι ... ἀδήλῳ ... καὶ γνωριζομένῳ 与 τῷ κινητῷ 保持性数格一致,表达批评者的依据:“使用了‘可动者’,而它与运动同样晦涩不明且经由运动而被认识”。

  3. 3.15ὡς λέγομεν ἧφθαι τὴν λοιδορίαν ἡμῶν

    中被动态 ἧφθαι(来自 ἅπτομαι)支配属格 ἡμῶν,用于非物体性作用的比喻表达:“侮辱触碰了我们”。这与紧接着的“我们并不被说成触碰了侮辱”(οὐδὲ γὰρ ἡμεῖς ἅπτεσθαι τῆς λοιδορίας λεγόμεθα)形成非对称的对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:437.9-438.13