← 辛普里丘

亚里士多德《物理学》注释

§435.36-437.9

自然施动者的反向运动与文本异读考辨

辛普利丘以冷热对立为例论证了自然施动者为何受到反向运动,探讨了阿斯帕西奥斯与亚历山大之间的文本异读(在潜能上能动与在潜能上可动),并结合亚历山大的论述讨论了关系范畴中的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15#2

καὶ τὸ μὲν1 τῶν ἐναντίων ἐνεργείᾳ ἔχον ἑκάτερον, τὸ δὲ δυνάμει, θερμαίνει μὲν τὸ ἐνεργείᾳ μὲν θερμὸν δυνάμει δὲ ψυχρόν, θερμαίνεται δὲ ὑπὸ τούτου τὸ ἐνεργείᾳ μὲν ψυχρὸν δυνάμει δὲ θερμόν· διὸ καὶ αὐτό, καθόσον ἐνεργείᾳ μὲν ψυχρόν ἐστι δυνάμει δὲ θερμόν, ἀντιψύχει θερμαινόμενον. εἰ οὖν ἡ κίνησις ἀποδέδοται ἐνέργεια τοῦ δυνάμει καθὸ δυνάμει, ἐνεργεῖται δὲ ὑπὸ τοῦ ἐνεργείᾳ θιγγάνοντος καὶ ἔχοντός τι καὶ αὐτοῦ δυνάμει, δῆλον ὅτι τὸ ποιοῦν οὕτως καὶ πάσχει καὶ τὸ κινοῦν ἀντικινεῖται. δυνατὸν δὲ καὶ συλλογιστικῶς προαγαγεῖν τὸν λόγον οὕτως· τὸ φυσικῶς ἤτοι γενητῶς κινοῦν διὰ μὲν τὸ μὴ ἀεὶ ἐνεργείᾳ εἶναι ὅπερ ἐστὶ δυνάμει κινητόν ἐστι, διὰ δὲ τὸ σωματικὸν εἶναι θίξει κινεῖ· τὸ δὲ δυνάμει κινητὸν καὶ θίξει κινοῦν ἀντιπάσχει καὶ ἀντικινεῖται, τὸ μὲν λεπτομερέστερον διακρῖνον μὲν τὸ παχυμερέστερον, συγκρινόμενον δὲ ὑπ’ αὐτοῦ, τὸ δὲ παχυμερέστερον τοὐναντίον. Ἰστέον δὲ ὅτι ὁ μὲν Ἀσπάσιος οὕτως γράφει τὴν λέξιν· κινεῖται δὲ καὶ τὸ κινοῦν, ὥσπερ εἴρηται, πᾶν τὸ δυνάμει ὂν κινητικόν.2 καὶ συνᾴδει τούτῳ τὸ μετ’ ὀλίγον ἐπαγόμενον οὕτω· τὸ γὰρ πρὸς τοῦτο ἐνεργεῖν, ᾗ τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ θίξει, ὥστε ἅμα καὶ πάσχει. δυνάμει γὰρ ὂν κινητικὸν καὶ θίξει κινοῦν, ὅταν κινῇ, καὶ ἀντικινεῖται· τοιαῦτα γὰρ τὰ ἐν γενέσει καὶ φθορᾷ. ὁ δὲ Ἀλέξανδρος οἶδε μὲν καὶ ταύτην τὴν γραφὴν καὶ ἐξηγεῖται προσφόρως αὐτὴν ὡς ὑφ’ ἑτέρων νομιζομένην, πρώτην δὲ τίθησι τὴν ἑτέραν τὴν λέγουσαν κινεῖται δὲ καὶ τὸ κινοῦν, ὥσπερ εἴρηται, πᾶν τὸ δυνάμει ὂν κινητόν. καὶ σαφεστέρα ἐστὶν αὕτη διορίζουσα ποῖα τῶν κινούντων ἀντικινεῖται, ὅτι οὐ πάντα. οὔτε γὰρ τὰ πάντῃ ἀκίνητα οὔτε τὰ ἐνεργείᾳ ἀεὶ κινούμενα, ἀλλ’ ὅσα κινοῦντα δυνάμει, δυνάμει καὶ αὐτὰ κινητά ἐστιν. Εἰπὼν δὲ ταῦτα συνεπεράνατο πάλιν τὸν ὁρισμὸν τῆς κινήσεως διὰ τοῦ διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. “καὶ δοκεῖ, φησὶν Ἀλέξανδρος, σαφέστερον νῦν λέγειν τί ποτέ ἐστιν ἡ κίνησις ἤπερ ὅτε ἔλεγεν αὐτὴν ἐντελέχειαν τοῦ δυνατοῦ ᾗ δυνατόν. καὶ γὰρ τὸ μὲν δυνάμει ἐν πάσαις ἐστὶ ταῖς κατηγορίαις· οὐ πᾶσα δὲ ἡ τοῦ δυνατοῦ ᾗ δυνατὸν ἐντελέχεια κίνησίς ἐστι. τὰ γοῦν πρός τι δυνάμει μέν ἐστι, καθὸ δυνάμει ἐνεργείᾳ γίνεται, οἷον διπλάσιον δυνάμει ὂν ἐνεργείᾳ γίνεται, καὶ οὐκ ἀνάγκη αὐτὸ κινεῖσθαι, ἀλλὰ τῷ οὗ διπλάσιόν ἐστι παρατίθεσθαι αὐτῷ. καὶ οὕτως γίνεται ἐκ τοῦ δυνάμει ἐνεργείᾳ, οὐ μὴν κινεῖται. πᾶν μέντοι εἴ τι κινεῖται, τοῦτο ἐκ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ παραγίνεται. καὶ κατὰ τοῦτο ἐπὶ πλέον ἂν εἴη ἡ τοῦ δυνατοῦ ᾗ δυνατὸν ἐντελέχεια τῆς κινήσεως.” ταῦτα δὲ εἰπὼν ὁ Ἀλέξανδρος ἐφιστάνει καλῶς λέγων, ἅπερ καὶ πρότερον παρεθέμην· “ἢ καὶ ἐπὶ τοῦ πρός τι τὸ μὲν δυνάμει διπλάσιον οὐ κεκίνηται. τὸ μέντοι δυνάμει ἥμισυ ἐκινήθη καὶ ἐγένετο ἐνεργείᾳ, ἵνα τοῦτο διπλάσιον γένηται. οὐκ ἦν δὲ ἄλλη δύναμις ἡ τοῦ δυνάμει διπλασίου καὶ ἡ τοῦ δυνάμει ἡμίσεος. ὥστε κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως καὶ ἐν ἐκείνοις ἡ κίνησις μιᾶς τῆς κατὰ τὸ ὑποκείμενον δυνάμεως οὔσης, ἣ τὰς διαφόρους τῶν πρός τι σχέσεις ἐποίει.”3 ταῦτα τοίνυν αὐτῇ λέξει τοῦ Ἀ̓λεξάνδρου γράφοντος ἀξιῶ μεμνῆσθαι τῶν πρότερον εἰρημένων παρ’ ἐμοῦ, ὅτε καὶ κατὰ τὰ πρός τι κίνησιν ἔλεγον γίνεσθαι καὶ μὴ μόνον κατὰ τὰς τέτταρας κατηγορίας.

并且由于二者中每一者在现实上具有对立面之一而在潜能上具有另一者,在现实上热而在潜能上冷者施温,在现实上冷而在潜能上热者被此者加热;由此此者自身亦就其在现实上冷而在潜能上热而言,在被加热的同时反向施冷。那么,如果运动被界定为处于潜能者就其处于潜能而言的现实活动,而这是被在现实上接触且自身亦在潜能上具有某物者所现实活动的,显然以此种方式施动者亦受动,且施动者受到反向运动。亦可能将该论证以三段论方式推进如下:按自然亦即生成地施动者,由于并非始终在现实上是其所是而在潜能上是可动的,且由于是有形体的而凭借接触施动;而在潜能上可动且凭接触施动者受到反向受动与反向运动,较细微者分离较粗大者而自身被其结合,较粗大者则反之。但应当知道,阿斯帕西奥斯将原文书写如下:“然而,如前所述,动者亦被动,凡在潜能上能动者皆然。”与此相符的是稍后接着补充的文句:“因为就此而言对之现实活动,就是施动本身;而它是凭接触做此事的,以致同时亦受动。”因为由于在潜能上能动并凭接触施动,每当它施动时,它亦受到反向运动;因为处于生成与毁灭中的事物皆是如此。然而亚历山大亦知晓此种读法,并将其作为他人所持之见作了适切的解释,但他将另一种读法置于首位,即“然而,如前所述,动者亦被动,凡在潜能上可动者皆然”。而后一种读法更为明晰,它界定了施动者中有哪些受到反向运动,即并非全部受到反向运动——因为既非全然不动者,亦非在现实中永动者,而是凡在潜能中施动者,其自身亦在潜能上是可动的。 在说了这些之后,他又通过“由此运动乃是可动者就其作为可动者而言的终极现实”再次总结了运动的定义。“而且,亚历山大说,他现在说明运动究竟是什么,似乎比他当时称其为潜能者就其作为潜能者而言的终极现实时更为明晰。因为潜能存在于所有范畴之中;但并非潜能者就其作为潜能者而言的每一种终极现实都是运动。至少关系范畴在潜能中存在,并且就其在潜能中而言变为现实,例如在潜能上的两倍变为现实,且并不必然要求它自身运动,而是由于那个它是其两倍的对象被放置在它旁边。如此一来,它从潜能变为现实,但并不运动。然而,若有任何事物运动,一切这样的事物都是从潜能向现实进展。在这一点上,潜能者就其作为潜能者而言的终极现实在外延上将大于运动。”亚历山大在说了这些之后,很好地提出了保留意见,说出了我先前亦曾引用过的话:“或者在关系范畴中,在潜能上的两倍固然没有运动,但在潜能上的一半确实运动了并变为现实,以便此者变为两倍。而在潜能上的两倍的潜能与在潜能上的一半的潜能并不是互不相同的。因此按照潜能的现实活动,在那些事物中亦有运动,就基体而言该潜能是一,它造成了关系项的互异关系。”因此,当亚历山大以这些原话书写时,我要求诸位记住我先前所说的话,当时我说在关系范畴中亦发生运动,而非仅在四个范畴中发生。

语法注3 条
  1. 3.15καὶ τὸ μὲν τῶν ἐναντίων ἐνεργείᾳ ἔχον ἑκάτερον, τὸ δὲ δυνάμει, θερμαίνει μὲν

    句首‘καὶ τὸ μὲν τῶν ἐναντίων ἐνεργείᾳ ἔχον ἑκάτερον, τὸ δὲ δυνάμει’承接上一文本块末尾的论述,分词 ἔχον 被理解为修饰主句动词 θερμαίνει 的原因状语分词。ἑκάτερον 表示施动者与受动者各自在现实上具有对立项之一而在潜能上具有另一项。

  2. 3.15ὁ μὲν Ἀσπάσιος οὕτως γράφει τὴν λέξιν· κινεῖται δὲ καὶ τὸ κινοῦν, ὥσπερ εἴρηται, πᾶν τὸ δυνάμει ὂν κινητικόν

    提及亚里士多德原文(202a2)中的异读。阿斯帕西奥斯采用‘πᾶν τὸ δυνάμει ὂν κινητικόν’(凡在潜能上能动者),而亚历山大倾向于‘πᾶν τὸ δυνάμει ὂν κινητόν’(凡在潜能上可动者)。词尾 -τικόν 与 -τόν 的差异决定了施动者何以受动的解释重心。

  3. 3.15μιᾶς τῆς κατὰ τὸ ὑποκείμενον δυνάμεως οὔσης, ἣ τὰς διαφόρους τῶν πρός τι σχέσεις ἐποίει

    属格独立结构‘μιᾶς τῆς κατὰ τὸ ὑποκείμενον δυνάμεως οὔσης’后接关系代词从句‘ἣ ... ἐποίει’。关系代词 ἣ 的先行词为阴性名词 δύναμις,表明基体中单一的潜能造就了相关项之间不同的相对关系(σχέσεις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:435.36-437.9