← 辛普里丘

亚里士多德《物理学》注释

§434.32-435.36

自然施动者与不动及永动施动者的区别

辛普里丘针对“动者亦被动”这一引文(202a2),论述在生成毁灭领域中通过接触而受到反向运动的自然施动者,如何凭借潜能和静止的本性,区别于第一实体(不动的施动者)与天体(永动的施动者)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15#1

" Κινεῖται δὲ καὶ τὸ κινοῦν ἕως τοῦ ὥστε ἅμα καὶ πάσχει." Εἰπὼν πρότερον ὅτι τὸ κινοῦν φυσικῶς καὶ αὐτὸ κινητόν ἐστι (πᾶν γὰρ τὸ τοιοῦτον κινεῖ κινούμενον), βούλεται νῦν ἅμα μὲν τεκμήρια παραθέσθαι ἐναργῆ τῶν ἐν τῷ κινεῖν ἀντικινουμένων, ἅμα δέ, ὡς φησιν Ἀ̓λέξανδρος, καὶ χωρίσαι τὸ θεῖον σῶμα τοῦ ἀντικινεῖσθαι καὶ ἀντιπάσχειν. ἑνὶ δὲ τεκμηρίῳ ἔοικε χωρίζειν τὸ φυσικῶς κινοῦν καὶ ἀντικινούμενον ἐν τῇ γενέσει τοῦ τε ἀκινήτως κινοῦντος, ὥσπερ τῆς πρώτης καὶ νοερᾶς οὐσίας, καὶ τοῦ ἀεικινήτως, ὥσπερ τῶν οὐρανίων. καὶ γὰρ τὸ μὲν φυσικῶς κινοῦν δυνάμει ὂν κινητὸν κινεῖ (διὸ καὶ ἀντικινεῖται), καὶ οὐ κινητὸν μόνον δυνάμει ἐστίν, ἀλλὰ καὶ κινητικόν. ἡ δὲ πρώτη οὐσία παντελῶς τοῦ δυνάμει καθαρεύει καὶ κατὰ τὸ κινεῖσθαι καὶ κατὰ τὸ κινεῖν. καὶ οὔτε κινητόν ἐστιν ὅλως παντάπασιν ἀκίνητον ὂν οὔτε κινητικὸν δυνάμει· πάσης γὰρ ἀτελείας καὶ τοῦ δυνάμει παντὸς ἐξῄρηται. οὐδέποτε οὖν δυνάμει κινητικὴ ἔσται, οὐδὲ ποτὲ μὲν ποτὲ δὲ οὔ, οὐδὲ τοῖς μὲν τοῖς δὲ οὔ. καὶ τούτῳ οὖν διορίζεται τοῦ ἀκινήτως κινοῦντος τὸ φυσικῶς κινοῦν, καὶ ἔτι μέντοι τῷ κἂν ἀκίνητόν ποτε μένῃ τὸ φυσικῶς κινοῦν καὶ δυνάμει κινητόν, μὴ ὁμοίαν εἶναι τὴν ἀκινησίαν τούτου τε καὶ τῆς πρώτης οὐσίας. ἀλλ’ ἐπὶ μὲν τῶν φυσικῶν ὡς ποτὲ κινουμένων εἶναι τὴν ἀκινησίαν καὶ διὰ τοῦτο ἠρεμίαν λέγεσθαι.1 ᾧ γὰρ ἡ κίνησις ὑπάρχει, τούτου ἡ ἀκινησία ἠρεμία ἐστίν. ἐπὶ δὲ τῆς πρώτης οὐσίας ἀκινήτου παντάπασιν οὔσης ἡ ἀκινησία οὐκ ἔστιν ἠρεμία, ἀλλὰ ταὐτότης καὶ ἀμετάβλητος ἀεὶ κατάστασις. καὶ τῶν οὐρανίων δὲ τοῖς αὐτοῖς τεκμηρίοις διακρίνοι ἄν τὰ ἐν γενέσει καὶ φθορᾷ, οὔτε γὰρ ἀντικινεῖται ἐκεῖνα κινοῦντα. κἂν γὰρ κινῆται καὶ αὐτὰ ὑπὸ τῶν ἀκινήτων αἰτίων, ἀλλ’ οὐχ ὑπὸ τῶν κινουμένων ὑπ’ αὐτῶν ἀντικινεῖται. καὶ οὐδὲ δυνάμει κινητά ἐστιν ἀεὶ κινούμενα, εἰ μὴ πρὸς ἄλλην τις καὶ ἄλλην κίνησιν τὸ δυνάμει λαμβάνοι, διότι ἄλλοτε ἐν ἄλλῳ τόπῳ κινοῦνται. ἀλλ’ οὐδὲ ἠρεμεῖ ταῦτα, ὥσπερ οὐδὲ αἱ πρῶται οὐσίαι, πλὴν ὅτι ἐκεῖναι μὲν οὐκ ἠρεμοῦσι, διότι οὐδὲ κινεῖσθαι πεφύκασιν. ᾧ γὰρ ἡ κίνησις ὑπάρχει, τούτου ἡ ἀκινησία ἠρεμία ἐστί. ταῦτα δὲ οὐκ ἠρεμεῖ, διότι ἀεικίνητά ἐστιν. ὅτι δὲ ᾧ ἡ κίνησις ὑπάρχει, τούτου ἡ ἀκινησία ἠρεμία ἐστί, καὶ οὐχὶ ἡ τῶν πάντῃ ἀκινήτων ἀκινησία, δείκνυσιν οἶμαι ἐκ τοῦ τὸ κινεῖν ἐνεργεῖν εἶναι τὸ κινητικὸν πρὸς τὸ κινητὸν ᾗ κινητόν, τουτέστι καθό ποτε πρὸ τοῦ ἐνεργεῖσθαι δυνάμει μόνον ὂν ἀκίνητον καὶ ἠρεμοῦν ἐστι, καθ’ ἣν μέλλει κινεῖσθαι κίνησιν. τὸ γὰρ ἠρεμοῦν οὕτως ἀκίνητον, ὡς καὶ κινούμενόν ποτε. τὸ δὲ οὕτως πρὸς τοῦτο ἐνεργοῦν φυσικὸν καὶ σωματικὸν ὑπάρχον θίξει κινεῖ, διότι αἱ ἐν τούτοις τοῖς σώμασι δραστικαὶ καὶ παθητικαὶ ποιότητες ἐν ὑποκειμένοις οὖσαι τοῖς σώμασιν ἀχωρίστως αὐτῶν ἐνεργοῦσιν. ἔχον δὲ καὶ αὐτὸ ἐν ἑαυτῷ τὸ δυνάμει κατὰ μὲν τὸ ἐνεργείᾳ ποιεῖ, κατὰ δὲ τὸ δυνάμει πάσχει. διὸ καὶ ἀντικινεῖται τὸ οὕτως κινοῦν. τῆς γὰρ αὐτῆς ὕλης ὄντα καὶ τῆς ὑπὸ τὸ αὐτὸ προσεχὲς γένος ἐναντιώσεως.2

“而动者亦被动”直至“以致同时亦受动”。 在先前指出按自然施动者自身亦是可动的(因为凡此类事物都是在自身被动中施动的)之后,他现在既意图提出在施动中受到反向运动之诸事物的明晰证据,又如亚历山大所言,意图将神圣物体从受到反向运动与反向受动中分离出来。他似乎凭借单一的证据,将处于生成之中的按自然施动且受到反向运动者,既与不动地施动者(如第一且智性的实体)分离,又与永动地[施动者](如天体)分离。因为按自然施动者乃是作为在潜能上可动者而施动的(由此它亦受到反向运动),且它不仅在潜能上是可动的,而且在潜能上是能动的。然而第一实体无论在被动还是在施动方面,都全然免于潜能。它作为彻底不动者,根本不是可动的,也不是在潜能上能动的;因为它已经被免除于一切不完满性及一切潜能之外。因此它绝不会是在潜能上能动的,也不会此时如此而彼时不然,亦不会对某些事物如此而对另一些事物不然。因此以此[证据],按自然施动者便与不动地施动者区别开来;而且进而凭借这一点,即即便按自然施动者、亦即在潜能上可动者有时保持不动,此者与第一实体的不可动性亦非相似;而是在自然事物中,不可动性是作为有时运动的事物而存在的,并因此被称为静止。因为凡是运动属于之物,此物的不可动性即是静止。然而在全然不动的第一实体中,不可动性并非静止,而是同一性与始终不变的状态。并且人们亦可通过相同的证据将处于生成与毁灭中的事物与天体区分开来;因为天体在施动时并不受到反向运动。因为纵使它们自身亦被不动的诸原因所推动,却绝非被受它们推动的事物反向推动。由于它们始终在运动,它们亦非在潜能上可动的——除非有人由于它们在不同时刻于不同地方运动,而把潜能理解为相对于此一运动与彼一运动。然而这些天体亦不静止,正如第一实体亦不静止一样,所不同的是:后者之所以不静止,是因为它们在本性上甚至根本不能运动——因为凡是运动属于之物,此物的不可动性即是静止——而前者不静止,则是因为它们是永动的。而凡是运动属于之物,此物的不可动性即是静止,而非全然不动者的不可动性,依我看他是通过如下事实予以证明的:施动乃是能动者就可动者作为可动者而言对它进行现实活动,这就是说,就它在被实现之前有时仅处于潜能中,并按照它将要运动的那个运动而言是不动的且处于静止中而言。因为处于静止者乃是作为亦有时运动者而如此这般不动的。而以此种方式对它进行现实活动者,作为自然的和有形体的事物而实存,是凭借接触而施动的,因为存在于这些形体之中的能动与受动性质,作为处于承载基础的诸形体之中者,是不可分离于它们而进行现实活动的。而由于它自身内部亦具有潜能,它按照现实方面施动,按照潜能方面受动。这就是为什么以这种方式施动者亦受到反向运动;因为[施动者与受动者]属于同一质料,并属于同一邻近属之下的对立面。

语法注2 条
  1. 3.15ἀλλ’ ἐπὶ μὲν τῶν φυσικῶν ὡς ποτὲ κινουμένων εἶναι τὴν ἀκινησίαν καὶ διὰ τοῦτο ἠρεμίαν λέγεσθαι

    带不定式的宾格结构(εἶναι τὴν ἀκινησίαν 与 λέγεσθαι)与前句的 μὴ ὁμοίαν εἶναι 并列,延续受冠词 τῷ 支配的冠词不定式结构。ὡς 引导属格分词 ὡς ποτὲ κινουμένων,表示限定或理由(“作为有时运动之物”)。

  2. 3.15τῆς γὰρ αὐτῆς ὕλης ὄντα καὶ τῆς ὑπὸ τὸ αὐτὸ προσεχὲς γένος ἐναντιώσεως

    句末原因分词短语中隐括了主语(施动者与受动者两者),分词 ὄντα 作为中性复数(统摄相互作用的两者)起连接作用。属格(τῆς αὐτῆς ὕλης 与 τῆς ... ἐναντιώσεως)为表示归属或属性的属格(“属于同一质料……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:434.32-435.36