- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:433.12-434.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘援引欧德谟的论述,指出运动并非异质性、不等性或非存在等静止的缺乏状态,而是诸如“不等化”等从潜能向现实过渡的动态过程,并最终将运动界定为在潜能得以保留时所施行的不完满的现实活动。
Καὶ ὅ γε Εὔδημος σαφέστερον ἐξέθετο τὴν Ἀριστοτέλους ἀπόδειξιν, ἐν οἷς πρὸ ὀλίγου παρεθέμην διὰ τοῦ “παρούσης γὰρ δοκεῖ κινήσεως κινεῖσθαι τὸ ἐν ᾧ. ἀνίσου δὲ ὄντος ἢ ἀνωμάλου προσαναγκάζειν ὅτι κινεῖται,1 γελοῖον”. ὁμοίως δὲ οὐδὲ τὴν ἀνισότητα οὐδὲ τὸ μὴ ὂν οὐδὲ τὰ τούτων μετέχοντα κίνησιν εἰκὸς λαμβάνειν, ἀλλὰ τὴν ἀνίσωσιν καὶ οὐσίωσιν ἢ ἀνουσίωσιν. αὗται γάρ εἰσι κινήσεις, μεταβολαί τινες καθ’ ἕκαστον γένος ἰδιότροποι ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. οὐ γὰρ ἑτερότητά φασι τὴν ἤδη ἀφωρισμένην καὶ μένουσαν ἐν τῷ εἴδει. καὶ ἀνισότης δὲ καὶ ἀνωμαλία τοῦ χείρονος πρὸς τὸ κρεῖττον ἤτοι τοῦ κινουμένου πρὸς τὸ κινοῦν, σπεύδουσα μὲν εἰς τελειότητα ἄγειν τὸ ἀτελές, ἐντιθεῖσα δὲ τῷ δυνάμει τὴν ἐνέργειαν, ἀπὸ τοῦ βελτίονος τὴν αἰτίαν ἐμποιεῖ τὴν πρώτην τῆς κινήσεως. ἔστι δὲ καὶ ἀπὸ τῆς τοῦ κινοῦντος πρὸς τὸ κινούμενον ἀνομοιότητος τὴν ἀνισότητα καὶ ἀνωμαλίαν καὶ ἑτερότητα καταμαθεῖν. ἄλλο γάρ ἐστι τὸ κινοῦν καὶ ἄλλο τὸ κινούμενον, καὶ ἄνισα ταῦτα καὶ ἀνώμαλα. καὶ διὰ ταῦτα συνίσταται ἡ κίνησις περὶ τὸ κινούμενον ἀπὸ τοῦ κινοῦντος, κατ’ αὐτὴν τὴν ἀνωμαλότητα παραγομένη οὐκ ἐν τῷ ὡρίσθαι κατὰ τὴν ἀνωμαλότητα, ἐν δὲ τῷ ἀορίστως κατὰ τὸ μᾶλλον προϊέναι ἐν τῇ ἀνωμαλότητι· σύμμιξις γὰρ ἀπὸ τοῦ ὡρισμένου καὶ ἀορίστου τὴν κίνησιν ὑφίστησιν. ἀρχὴ γὰρ ἐγγίνεται τῆς μεταβολῆς ἡ ἀνωμαλία καὶ διαφορὰ τοῦ μὲν κινοῦντος πρὸς τὸ κινούμενον, τῆς δὲ ἐνεργείας πρὸς τὴν δύναμιν, τῆς δὲ ἀρχῆς πρὸς τὰ μέσα καὶ τὴν τελευτήν, πάντων δὲ τούτων πρὸς ἅπαντα διαφόρως ἐπὶ τῆς κινήσεως διακειμένων. καὶ γὰρ ἕως μένῃ τι τὸ αὐτὸ καὶ ἕν, οὐ πέφυκε κινεῖσθαι. ὥστε εἰκότως τὰ μὲν ἕτερα καὶ ἄνισα καὶ μὴ ὄντα τὰ ἤδη ἑστηκότα ἐν τούτῳ οὐ κινεῖται, τὰ δὲ ἑτεροιούμενα καὶ ἀνισούμενα καὶ οὐσιούμενα ταῦτα κινεῖται σπεύδοντα πρὸς τὸ διάφορον ἀεὶ καὶ ἕτερον. κἂν εἰς τὰ ἄνισα οὖν ἐκ τῶν ἴσων γίνηται ἡ μεταβολὴ κατὰ τὸ ἀορισταίνειν, παρὰ τὸ ἴσον καὶ τὸ ἀνισοῦσθαι καὶ τὸ ἀφίστασθαι ἀπὸ τοῦ ἴσου γίνεται ἡ μεταβολή. ἐπεὶ καθόσον γε ἕστηκεν αὕτη ἡ ποιότης τοῦ ἴσου, οὐ κινεῖται ἀπὸ τοῦ ἴσου ἢ εἰς τὸ ἴσον. ἔπειτα οὐ καθ’ ἓν ἡ μεταβολὴ θεωρεῖται τὸ ἀπό τινος ἢ εἴς τι, κατὰ τὸ συναμφότερον δὲ τὸ ἀπό τινος ἅμα καὶ εἴς τι. καὶ ἡ καθ’ ἑτεροίωσιν ἄρα ἐνέργεια τὰ δύο συνείληφεν. ἀλλὰ μὴν ἥ γε τῶν ἄκρων σύλληψις ἀνομοίων ἐστὶ καὶ διαφερόντων περιοχή. καὶ ἕως ἂν αὕτη παρῇ, κινεῖσθαι ἀνάγκη τὸ ταύτης μετέχον. οὕτω δὴ οὖν ἡ κίνησις ἀόριστος οὖσα εἰς τὰ στερητικὰ τίθεται. ἔστι δὲ τοῦ μὲν ὁμαλοῦ τὸ ἀνώμαλον, τοῦ δὲ ἴσου τὸ ἄνισον, τοῦ δὲ ταὐτοῦ τὸ ἕτερον, τοῦ δὲ ὄντος τὸ μὴ ὂν στερητικά. ὥστε εἰκότως ἐν τούτοις ἡ κίνησις θεωρεῖται. καθ’ ὅσον γὰρ ἐστέρηται τοῦ εἴδους καὶ ἐφίεται αὐτοῦ καὶ σπεύδει εἰς αὐτὸ ἐφικέσθαι, κατὰ τοσοῦτον κινεῖται τὰ κινούμενα. εἰκότως ἄρα ἐν τῇ στερήσει τὴν κίνησιν ὑποτίθενται οἱ Πυθαγόρειοι. καὶ ἀόριστον δὲ αὐτὴν λέγουσιν ὡς μήτε ὕλην οὖσαν καθ’ αὑτὴν μήτε εἶδος μήτε δύναμιν μήτε ἐνέργειαν, σύμμικτον δέ τι ἀπὸ τούτων καὶ μεταξὺ καὶ μέσον ὑπάρχον τοιοῦτον οἷον μηδέτερον εἶναι. καὶ τὸ μὴ ὂν οὕτως αὐτῇ ὑπάρχει ὡς ἂν μήτε δυνάμει οὔσῃ μήτε ἐνεργείᾳ, ὁδευούσῃ δὲ ἀπὸ θατέρου εἰς θάτερον. καὶ τὸ ἀτελὲς οὖν ἐν τῇ περὶ αὐτὴν ἐνεργείᾳ τοιοῦτον ἂν εἴη, ὡς μηδέπω τὴν ἐνέργειαν καὶ τὸ εἶδος ἔχειν. καὶ τὸ πάντων αὐτῆς ἐφαπτόμενον καὶ ἐν ὅλοις μέσον τοιοῦτον ἂν εἴη, ὡς μήτε εἶδος εἶναι μήτε στέρησις μήτε δύναμις μήτε ἐνέργεια τελεία. δύσληπτος δέ τις περὶ ταῦτα πάντα ἐνέργεια, χωριστὴ πάντων τούτων καὶ ἄλλον τρόπον μετὰ πάντων ὑπάρχουσα καὶ ἐν τῷ δυνάμει παροῦσα καὶ ἕως ἐστὶν ἡ δύναμις, παυσαμένου δὲ αὐτοῦ2 μηκέτι μηδαμῶς ὑφεστῶσα. ἀλλ’ εἰ μήτε ἐν δυνάμει μήτε ἐνεργείᾳ, πῶς ἐνέργεια λέγεται ἡ κίνησις; ἢ οὐχ ἁπλῶς ἐνέργεια, ἀλλ’ ἐνέργεια ἀτελής, οὐχ ὡς μεταβολὴ ἀτελής, ἀλλ’ ἐντελέχεια ἀτελὴς καὶ εἶδος ἀτελές. διαφέρει δὲ ἡ κίνησις τοῦ τε ἐνεργείᾳ καὶ τῆς τελείας ἐνεργείας, ὅτι ἐπὶ μὲν τούτων ἔφθαρται τὸ δυνάμει, ἐπὶ δὲ τῆς κινήσεως μένοντος τοῦ δυνάμει ἡ τῆς κινήσεως ἐνέργεια ἐπιτελεῖται. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.
欧德谟也在我不久前引述的话中更为清晰地阐明了亚里士多德的证明:“因为当运动临在时,运动所在之物才显得处于运动之中;但如果某物是不等的或不均整的,硬要断定它在运动,则是可笑的。”同样,把不等性、非存在以及分有这些事物者当作运动是不合理的,而应当把不等化、实体化或去实体化当作运动。因为这些才是运动,即在每个属中从潜能到现实的特有变化。因为他们并不是指已经在形式中被规定下来并保持静止的异质性。而低劣者相对于优越者——即受动者相对于施动者——的不等性与不均整性,在一面力图将不完满者引向完满,一面将现实活动植入处于潜能者之中的同时,由较优越的项产生了运动的第一原因。并且也可以从施动者相对于受动者的非相似性中,认识不等性、不均整性与异质性。因为施动者是一回事,受动者是另一回事,它们是不等的且不均整的。正是由于这些缘故,运动由施动者而在受动者周围成立,它是按照这种不均整性本身产生的,但并不是在按照不均整性被规定的状态中,而是在不均整性中按照更大程度无规定地进展时产生的;因为正是源自被规定者与无规定者的混合使运动得以确立。因为变化的本原正是由此产生,即施动者相对于受动者、现实活动相对于潜能、起点相对于中介与终点的不均整性与差异,在运动中所有这些都彼此处于相异的配置之中。事实上,只要某物保持同一与单一,它按其本性就不会运动。因此,那些相异的、不等的、非存在的事物,若是已经静止在这一状态中,自然不会运动;而那些正在经历异质化、不等化、实体化的事物,正是这些事物在始终追求相异与他者时才处于运动之中。因此,即使从相等之物向不等之物的变化是按照走向无规定性而发生的,这种变化也是偏离相等之物,通过变得不等和离开相等之物而发生的;因为只要相等之物的这种性质保持静止,它就不会从相等之物或向相等之物运动。再者,变化不是仅就“从某物出发”或“向某物去”这单一的一端被考察的,而是就“从某物出发”同时“向某物去”这两者的结合被考察的。因此,按照异质化的现实活动包容了这二者。然而,对两端的包容乃是对非相似且相异之物的涵盖。只要这种包容临在,分有它者就必然在运动。因此,运动由于是无规定的,就被置于缺乏性的事物之中。而不均整之于均一,不等之于相等,相异之于同一,非存在之于存在,都是缺乏性的。所以,运动在这些事物中被观察到是完全合理的。因为运动的事物在多大程度上缺乏形式并渴望形式、力图达到形式,就在多大程度上运动。因此毕达哥拉斯学派把运动假定在缺乏之中是合乎情理的。他们称其为无规定的,也是因为它自身既不是质料,也不是形式,既不是潜能,也不是现实活动,而是源于这些的某种混合物,作为一个居间且处于中位者,其性质乃是两者皆非。非存在以这种方式属于它,就如同它既不处于潜能中,也不处于现实中,而是正在从一端走向另一端。因此,关于它的现实活动中的不完满性也就是如此这般,以至于尚未具有现实活动与形式。而它触及一切并在整体中居于中位,也是如此这般,以至于既不是形式,也不是缺乏,既不是潜能,也不是完满的现实活动;而是一种围绕着所有这些的难以捉摸的现实活动,它脱离所有这些,却又以另一种方式与所有这些共存,临在于处于潜能者之中并在潜能存在时一直临在,但当它停止时便不再以任何方式实存。然而,如果它既不在潜能中也不在现实中,运动如何被称为现实活动呢?或者说,它不是单纯的现实活动,而是不完满的现实活动,即不是作为不完满的变化,而是作为不完满的实现与不完满的形式。运动不同于处于现实中的事物,也不同于完满的现实活动,因为在后两者中潜能已经消灭,而在运动中,当潜能仍然保持时,运动的现实活动正在被施行。然而我们必须转向后续的论述了。
- 3.14προσαναγκάζειν ὅτι κινεῖται
动词 προσαναγκάζειν(强加、强行推论)后接由 ὅτι 引导的名词性宾语从句(“断定它在运动”),替代了常规的带不定词宾格结构(προσαναγκάζειν κινεῖσθαι),用以表示被迫得出的推论内容。
- 3.14παυσαμένου δὲ αὐτοῦ
属格独立结构。代词 αὐτοῦ 在上下文中指代前文的“处于潜能者”(τὸ δυνάμει)或潜能状态本身。它表明当达到终点、处于潜能这一前提条件停止存在时,作为运动的现实活动也随之不再实存。
