- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:431.26-433.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘检视了亚历山大关于运动出于异质性或同一性的解释与批评,论证了运动并非独立的最高属而是不完满的现实活动,并通过引证《蒂迈欧篇》关于均一性与不均整的论述,调和了柏拉图与亚里士多德在异质性与异质化用语上的分歧。
“δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ οὐδὲν μᾶλλον ἐξ ἑτερότητος καὶ εἰς ἑτερότητα γίνεσθαι τὴν κίνησιν ἢ ἐκ ταὐτότητός τε καὶ εἰς ταὐτότητα εἰρῆσθαι, ὅτι1 εἰ καὶ ὅτι μάλιστα2 τὸ κινούμενον ἐξ ἑτέρου τινὸς εἰς ἕτερόν τι κινεῖται, ἀλλ’ αὐτά γε τὰ κινούμενα οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον ὁμογενῆ ἐστιν ἀλλήλοις ποιὰ ὄντα καὶ κατὰ τοῦτο τὰ αὐτά. ὁμοίως δὲ καὶ τὰ καθ’ ἃ ἡ αὔξησις καὶ μείωσις ποσὰ καὶ ἐπὶ τῶν ἄλλων”. εἰπὼν δὲ ὁ Ἀλέξανδρος, ὅτι διὰ τοῦτο ἀόριστον ἡγοῦντο τὴν κίνησιν, διότι ἐν οὐδενὶ τῶν ὡρισμένων ἐδύναντο αὐτὴν θεῖναι (τῶν γὰρ ὄντων τε καὶ ὡρισμένων τὰ μὲν δυνάμει ἐστί, τὰ δὲ ἐνεργείᾳ, ἐν οὐδετέροις δὲ τούτων ἡ κίνησις) ταῦτα οὖν μόγις εὐγνωμόνως εἰπὼν ἀναιρεῖ πάλιν αὐτὰ ἐπάγων· “διὰ τούτων δὲ ἅμα, ὡς εἶπον, καὶ ὅτι μὴ ῥᾴδιον ἄλλως ἢ ὡς αὐτὸς εἶπε περὶ κινήσεως διορίσαι δείκνυσι”. καίτοι διὰ τούτων 〈ὅτι〉 καὶ οἱ ἀόριστον λέγοντες τῆς κατὰ τὴν κίνησιν ἐννοίας ἐστοχάζοντο, δηλοῖ, καὶ τὴν αἰτίαν τοῦ ἀορίστου καὶ τῆς χαλεπότητος τοῦ περὶ αὐτῆς λόγου καλῶς παραδείκνυσι, ποτὲ μὲν εἰπὼν ὅτι οὔτε τὸ δυνάμει ἐστὶν οὔτε τὸ ἐνεργείᾳ οὔτε ἐνέργεια τελεία ἐν οἷς πάντα περιέχεται τὰ ὄντα, ποτὲ δὲ ὅτι ἢ εἰς στέρησιν αὐτὴν ἀναγκαῖον θεῖναι, ἐπειδὴ αἱ ἕξεις μόνιμοι, ἢ εἰς δύναμιν, ἐπειδὴ τὸ ἐνεργείᾳ ἀκίνητον, ἢ εἰς ἐνέργειαν, ἐπειδὴ τὸ ἐνεργείᾳ * δοκεῖ. ἀλλ’ οὔτε στέρησιν ἁπλῶς· ἡ γὰρ στέρησις εἴδους. τίνος δὲ εἴδους στέρησις ἡ κίνησις; εἰ γὰρ τῆς ἠρεμίας, διὰ τί μὴ μᾶλλον ἡ ἠρεμία στέρησις τῆς κινήσεως; οὔτε δύναμις. ἀκίνητος γὰρ ἡ δύναμις καὶ τὸ δυνάμει καθ’ αὑτά. οὐ μὴν οὐδὲ ἁπλῆ καὶ τελεία ἐνέργεια ἐστίν, ἀλλ’ ἀτελής, διότι ἀτελοῦς τοῦ δυνάμει. καὶ διὰ τοῦτο χαλεπὴ μὲν ἰδεῖν, ὅτι τῶν τελείων ἡ γνῶσις, οὐ μέντοι ἀδύνατος εἰς ὑπόστασιν. εἰ δὲ τοιαύτη τίς ἐστιν ἡ κίνησις, καλῶς ὁ Ἀριστοτέλης οὐκ ἐν τοῖς γένεσιν αὐτὴν ἔθετο τοῦ ὄντος, ὥσπερ ὁ Πλωτῖνος. τὰ γὰρ γένη καὶ αἱ κατηγορίαι τελείων εἰσὶ καὶ ὡρισμένων, ἡ δὲ κίνησις ἐν πᾶσι θεωρεῖται τοῖς γένεσι, κατὰ τὴν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολήν. Ἀλλὰ καιρός μοι λοιπόν ἐστι τὴν Πλάτωνος παραθέσθαι ῥῆσιν τὴν ἐν Τιμαίῳ γεγραμμένην, πρὸς ἣν καὶ Ἀριστοτέλης καὶ οἱ ἐξηγηταὶ τοῦ Ἀριστοτέλους ἀντειρηκέναι δοκοῦσιν· “ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν εἶναι.3 τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον εἶναι. κίνησις δὲ οὐκ ἔστι τούτων ἀπόντων. ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν. αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως. ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν. πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς δι’ ἀλλήλων κινήσεως καὶ φορᾶς, οὐκ εἴπομεν”. εἰπὼν οὖν ὅπως διὰ τὴν τοῦ παντὸς πρὸς ἑαυτὸ σύννευσιν τὰ λεπτομερέστερα εἰσιόντα εἰς τὰ παχυμερέστερα ἐκεῖνα μὲν διακρίνει αὐτὰ δὲ συγκρίνεται, συμπεραινόμενος τὰ εἰρημένα ἐπάγει· “οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται.” ἐν δὴ τούτοις ὅτι μὲν ἑτερότητος οὐκ ἐμνημόνευσεν ὁ Πλάτων, παντὶ δῆλον. εἰ δὲ καὶ Πλάτων ἢ οἱ Πυθαγόρειοι λέγουσι, τριῶν ὄντων τούτων τῆς τε ἑτερότητος αὐτῆς κατὰ τὸ εἶδος θεωρουμένης καὶ τοῦ ἑτέρου κατὰ τὸ μετέχον τῆς ἑτερότητος καὶ τῆς ἑτεροιώσεως,4 τὴν ἑτεροίωσιν ἔλεγον κίνησιν τὴν ὡς ἀλλοίωσιν καὶ ὡς ἐνέργειαν λαμβάνοντες. ὁ μέντοι Ἀριστοτέλης εἰς τὴν ἑτερότητα τὴν ὡς εἶδος μετέλαβεν, ἧς κατὰ μέθεξιν γίνεται τὸ ἕτερον. διὸ καὶ εἰς ἀπεμφαῖνον ἤγαγε τὸν λόγον εἰπὼν ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτ’ ἂν ἕτερα ᾖ οὔτ’ ἂν ἄνισα οὔτ’ ἂν οὐκ ὄντα. εἰ γὰρ ἦν ἡ ἑτερότης κίνησις, τὰ μετέχοντα τῆς ἑτερότητος εὐθὺς ἂν ἐκινεῖτο, ἅπερ ἐστὶ τὰ ἕτερα. καὶ οὐ χρὴ τῷ Ἀριστοτέλει ἐγκαλεῖν ὡς κακοσχόλως μηδὲ τὴν ἑτερότητα τὴν ὡς εἶδος ἀξιώσαντι λαβεῖν ὡς κίνησιν κατ’ αὐτούς, ἀλλὰ τὸ ἕτερον, καὶ διὰ τοῦτο εἰς ἀπέμφασιν ἔτι τὸν λόγον ἀγαγόντι, ἐν οἷς φησιν ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι οὐδ’ ἂν ἕτερα ᾖ. οὐ γὰρ ὡς κίνησιν λεγόμενον τὸ ἕτερον ἐπήγαγε τῷ λόγῳ, ἀλλ’ ὡς μετέχον ἑτερότητος, ἥτις εἰ κίνησις ἦν κινήσεως μετέχον τὸ ἕτερον ἔδει πάντως κινεῖσθαι.
“也可以这样理解,”亚历山大说,“所谓运动出自异质性并走向异质性绝不比出自同一性并走向同一性更为适宜的说法,乃是因为,即便处于运动中的事物极大地是从某种相异之物向某种相异之物运动,然而运动的事物自身,例如变白者或变黑者,作为性质彼此是同类的,并且在这个意义上是同一的。类似地,依之发生增多和减少的事物乃是数量,其他情况亦然。”亚历山大在指出他们之所以认为运动是无规定的,是因为他们无法将它置于任何被规定的事物之中后(因为在存在且被规定的事物中,有些处于潜能,有些处于现实,而运动处于这两者中的任何一个都不是),刚刚宽容地说了这些话,又紧接着予以否定,说道:“而通过这些,如我所说,他同时也表明,除了他自己关于运动所作的界定之外,要以其他方式予以界定是不容易的。” 然而,通过这些,[亚里士多德]表明那些把运动称为无规定者的人也瞄准了关于运动的观念,并且极其妥善地指明了其无规定性以及关于它的论述之所以困难的原因。这是通过他时而说运动既不是潜能中的事物,也不是现实中的事物,也不是完满的现实活动(一切存在之物皆包含在这些之中);时而说运动或者必须置于缺乏之中(因为状态是恒常的),或者必须置于潜能之中(因为处于现实中的事物是不动的),或者必须置于现实活动之中(因为处于现实中的事物看起来……)。但它并非单义上的缺乏,因为缺乏乃是对形式的缺乏。而运动是何种形式的缺乏呢?因为如果是静止的缺乏,为什么静止不能反倒说是运动的缺乏呢?它也不是潜能,因为潜能与处于潜能者就其自身而言是不动的。当然,它也不是单纯和完满的现实活动,而是不完满的,因为它是属于不完满的处于潜能者的。正因如此,因为知识是针对完满者的,所以运动难以看清,然而它在实存上绝非不可能。如果运动是如此这般的事物,那么亚里士多德没有像普罗提诺那样将它置于存在的诸属之中是完全正确的。因为诸属和范畴是属于完满和被规定者的,而运动则是按照从潜能向现实的转变,在一切属中被观察到的。 但现在该轮到我列出柏拉图在《蒂迈欧篇》中所写的文句了,亚里士多德和亚里士多德的注解者们似乎正是针对这些文句提出反驳的:“在均一性之中,运动绝不愿存在。因为将要运动者若无施动者,或者施动者若无将要运动者,是困难的,毋宁说是不可能的。而在这些缺席时,运动并不存在。但这二者在任何时候呈现为均一的都是不可能的。因此,我们始终将静止置于均一性之中,而将运动置于不均整之中。反过来,不等性是不均整自然本性的原因。不等性的生成我们已经探讨过了;但各个事物为何按照各自的种类被分开后,并未停止彼此之间的运动与移动,我们尚未说明。”于是,在论述了由于宇宙朝向自身的汇聚,较细微的部分进入较粗大的部分中,从而分离后者而自身结合在一起之后,他总结上述内容并接着说:“因此,正是由于这些缘故,被保持下来的不均整的生成,始终不间断地提供了这些事物现存且将有的运动。” 在这些话中,柏拉图并未提及异质性,这对任何人来说都是显而易见的。但即使柏拉图或毕达哥拉斯学派这样说,在形式上被考察的异质性本身、作为分有异质性者的相异之物、以及异质化这三者存在的前提下,他们乃是将异质化理解为质变和现实活动,并称其为运动。然而亚里士多德将其转变为作为形式的异质性,相异之物乃是通过分有此形式而生成的。因此他也通过指出“在这些事物中,无论它们是相异的、不等的还是非存在的,都绝无运动的必然性”,将论证引向了荒谬。因为如果异质性是运动,那么分有异质性的事物——即那些相异之物——本应立即处于运动之中。我们不应当指责亚里士多德,仿佛他吹毛求疵地甚至不屑于按照他们的意图把作为形式的异质性当作运动,而是把相异之物当作运动,并因此在说“在这些事物中即使它们相异也绝无运动的必然性”时将论证进一步引向荒谬。因为他并不是把相异之物作为被称为运动的东西引入论证的,而是作为分有异质性者引入的;如果异质性是运动,那么分有运动的相异之物在任何情况下都必须在运动。
- 3.14δύναται δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ οὐδὲν μᾶλλον ἐξ ἑτερότητος καὶ εἰς ἑτερότητα γίνεσθαι τὴν κίνησιν ἢ ἐκ ταὐτότητός τε καὶ εἰς ταὐτότητα εἰρῆσθαι, ὅτι
δύναται 的主语是带定冠词的不定式短语 τὸ οὐδὲν μᾶλλον... εἰς ταὐτότητα,完成时被动不定式 εἰρῆσθαι 作 δύναται 的补足不定式(“可以这样被说出”)。其后的 ὅτι 从句作为说明性或原因性从句,展开说明该论述的根据。
- 3.14εἰ καὶ ὅτι μάλιστα
此处的两个 ὅτι 中,前一个是引导从句的连词,后一个则与最高级副词 μάλιστα 结合构成固定短语(ὅτι μάλιστα,“尽可能地”、“极大地”)。整句构成让步从句:“即使……极大地成立”。
- 3.14ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν εἶναι
引自柏拉图《蒂迈欧篇》57e。不定式 ἐθέλειν 处于间接引语中,或作为依附于默示的断言动词的肯定性不定式,支配作为宾格主语的 κίνησιν 以及作补足语的 εἶναι。
- 3.14τριῶν ὄντων τούτων τῆς τε ἑτερότητος αὐτῆς κατὰ τὸ εἶδος θεωρουμένης καὶ τοῦ ἑτέρου κατὰ τὸ μετέχον τῆς ἑτερότητος καὶ τῆς ἑτεροιώσεως
属格独立结构。τριῶν ὄντων τούτων(存在着这三者)由随后的三个属格成分作为同位语展开:形式本身的异质性、分有异质性的相异之物、以及异质化。主句为后文的 τὴν ἑτεροίωσιν ἔλεγον κίνησιν。
