- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:430.10-431.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了亚历山大对柏拉图将运动称为“异质性”和“非存在”的三段论式反驳,解释了《智者篇》中的确切含义,并引述欧德谟和亚里士多德的论证,说明这些充其量是运动的原因或偶性而非运动本身。
εἰ δὲ τὴν ἑτερότητα ἑτεροίωσιν καὶ μεταβολὴν λέγουσιν, οὐδὲν ἄλλο ἢ τὴν κίνησιν κίνησιν εἶναι λέγουσι. καὶ μὴ ὂν δέ, φησί, τὴν κίνησιν ὁ Πλάτων λέγει ἐν Σοφιστῇ”. ἐάσας δὲ τὸ σαφῶς ὑπὸ τοῦ Πλάτωνος λεγόμενον ἐκ συλλογισμοῦ πειρᾶται δεικνύναι.1 ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν εἶπε κινεῖσθαι, τὰ δὲ ἑστηκέναι, ἔλαβε τοῦ ὄντος διαφορὰν εἶναι κίνησίν τε καὶ στάσιν. εἰ δὲ διαφοραὶ τοῦ ὄντος ταῦτα, τὸ δὲ γένος κατὰ τῶν ἰδίων διαφορῶν οὐ κατηγορεῖται, οὐδ’ ἂν τὸ ὂν κινήσεώς τε καὶ στάσεως κατηγοροῖτο, εἰ δὲ τοῦτο, μὴ ὄντα ταῦτα. καὶ δῆλον μὲν ὅτι εἰ καὶ μὴ οὕτως ὡς τοῖς εἴδεσιν, ἀλλ’ οὖν ὑπάρχει καὶ ταῖς διαφοραῖς τὰ γένη. ζῷον γάρ ἐστι τὸ λογικὸν καὶ τὸ ἄλογον, κἂν μὴ ζῷα.2 οὕτως οὖν καὶ ἡ κίνησις καὶ ἡ στάσις, εἴπερ εἶεν διαφοραὶ τοῦ ὄντος, οὐκ ἂν εἶεν ἔξω τοῦ ὄντος. σαφῶς δὲ ὁ Πλάτων λέγει μὴ ὂν τὴν κίνησιν ἐν οἷς φησιν “ἔστιν ἄρα ἐξ ἀνάγκης τὸ μὴ ὂν ἐπί τε κινήσεως εἶναι καὶ κατὰ πάντα τὰ γένη”. λέγει δὲ αὐτὴν μὴ ὂν οὐ κατὰ τὸ μηδαμῇ μηδαμῶς ὄν, ὃ καὶ ἀνώνυμόν ἐστι κυρίως, ἀλλὰ κατὰ τὴν ἑτερότητα τὴν πρὸς τὸ ὄν, ὅπερ ἓν εἶναι τῶν γενῶν φησι κατὰ διωρισμένην ἰδιότητα νοούμενον, ἀλλ’ οὐ κατὰ τὴν πάντων τῶν ὄντων περιοχήν. ὥσπερ δὲ μὴ ὂν λέγει τὴν κίνησιν κατὰ τὴν ἑτερότητα τὴν πρὸς τὸ τοιοῦτο ὄν, οὕτως καὶ ὂν αὐτήν φησι κατὰ τὴν τοῦ ὄντος μέθεξιν. λέγει δὲ οὕτως· “οὐκοῦν δὴ σαφῶς ἡ κίνησις ὄντως οὐκ ὄν ἐστι καὶ ὄν, εἴπερ τοῦ ὄντος μετέχει;” εἰπὼν δὲ ταύτης εἶναι τῆς δόξης τῆς τὴν κίνησιν μὴ ὂν λεγούσης καὶ τοὺς Πυθαγορείους ἐκείνων εὐγνωμόνως ὑπεραπολογεῖται λέγων, ὅτι οὐκ ἄντικρυς ἴσως οὐδὲ ταύτῃ φερόμενοι ὡς περὶ μὴ οὔσης τέλεον ἔλεγον, ἀλλ’ ὡς τοῦ κινουμένου μηδέπω τοῦτο κατ’ ἐνέργειαν ὄντος, ἐφ’ ὃ κινεῖται, ἀλλ’ ἔτι ἐν ἀτελεῖ καθεστῶτος· τοιοῦτον γὰρ τὸ δυνάμει. ταῦτα δὲ καὶ Ἀριστοτέλει περὶ τῆς κινήσεως ἀρέσκει. “ταῦτα δέ, φησί, τὴν ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν εἰ μὲν ὡς αἴτια κινήσεως ἔλεγον ὅ τε Πλάτων καὶ οἱ Πυθαγόρειοι, δυνατὸν μὲν ἦν, οὐ μέντοι αὔταρκες τῷ περὶ κινήσεως λόγῳ. οὐ γὰρ ταὐτὸν τὸ αἴτιον τῷ αἰτιατῷ. καὶ οἱ μὴ ὂν δὲ λέγοντες, εἰ καὶ ἀληθές τι εἶπον, ἀλλ’ οὖν συμβεβηκός τι τῆς κινήσεως ἀπέδοσαν, οὐχ ὅ ἐστιν ἡ κίνησις.” καὶ ὅτι μὲν ὡς αἴτιον τὴν ἀνισότητα ὁ Πλάτων εἶπε, μετ’ ὀλίγον ἔσται δῆλον, ὅταν τὴν Πλάτωνος παραθῶμεν ῥῆσιν. νῦν δὲ τοσοῦτον ἰστέον, ὅτι καὶ Εὔδημος πρὸ τοῦ Ἀλεξάνδρου ἱστορῶν τὴν Πλάτωνος περὶ κινήσεως δόξαν καὶ ἀντιλέγων αὐτῇ τάδε γράφει· “Πλάτων δὲ τὸ μέγα καὶ μικρὸν καὶ τὸ μὴ ὂν καὶ τὸ ἀνώμαλον καὶ ὅσα τούτοις ἐπὶ ταὐτὸ φέρει τὴν κίνησιν λέγει. φαίνεται δὲ ἄτοπον αὐτὸ τοῦτο τὴν κίνησιν λέγειν· παρούσης γὰρ δοκεῖ κινήσεως κινεῖσθαι τὸ ἐν ᾧ. ἀνίσου δὲ ὄντος ἢ ἀνωμάλου προσαναγκάζειν ὅτι κινεῖται, γελοῖον· βέλτιον γὰρ αἴτια λέγειν ταῦτα ὥσπερ Ἀρχύτας.” καὶ μετ’ ὀλίγον “τὸ δὲ ἀόριστόν, φησί, καλῶς ἐπὶ τὴν κίνησιν οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων ἐπιφέρουσιν (οὐ γὰρ δὴ ἄλλος γε οὐδεὶς περὶ αὐτῆς εἴρηκεν)· ἀλλὰ γὰρ † ὥρισται οὐκ ἔστι, καὶ τὸ ἀτελὲς δὴ καὶ τὸ μὴ ὄν· γίνεται γάρ, γινόμενον δὲ οὐκ ἔστι.” Καὶ Ἀριστοτέλης δὲ ὡς ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φασκόντων εἶναι τὴν κίνησιν εὐθύνει τὸν λόγον. ἔδει γάρ, φησί, τὰ ἕτερα ἢ τὰ ἄνισα ἢ τὰ μὴ ὄντα εὐθὺς καὶ κινεῖσθαι. νῦν δὲ οὐ φαίνεται καθὸ τοιοῦτον οὐδὲν κινούμενον. πάντα γὰρ τὰ ὄντα ἕτερα ἀλλήλων, καὶ ὅμως οὐ κινεῖται πάντα. ἐπὶ δὲ τοῦ μὴ ὄντος ἔτι ἀτοπώτερον, εἰ τὸ μὴ ὂν κινεῖται. εἰ δέ τις λέγοι ὅτι εἰς ταῦτα τὰ κινούμενα κινεῖται ἢ ἐκ τούτων, καὶ διὰ τοῦτο δοκεῖ ταῦτα ἡ κίνησις, προλαμβάνων τὴν τοιαύτην ἔνστασιν οὐδὲ ἡ μεταβολή, φησίν, οὐδὲ εἰς ταῦτα οὐδὲ ἐκ τούτων μᾶλλόν ἐστιν ἢ τῶν ἀντικειμένων,3 καὶ εἰς τὰ ἀντικείμενα δηλονότι, οἷον ἐκ ταὐτότητος καὶ ἰσότητος, καὶ τοῦ ὄντος καὶ εἰς ταῦτα.
“但如果他们把异质性称为质变与变化,他们所说的无非是运动即运动。而柏拉图,”他[亚历山大]说,“在《智者篇》中也把运动称为非存在。”但他[亚历山大]搁置了柏拉图清楚表达的内容,试图通过三段论来进行证明。因为既然[柏拉图]说存在的事物中有些在运动,有些在静止,他就认定运动与静止是存在的种差。但是,如果这些是存在的种差,而属并不对其自身的种差述谓,那么存在也不会对运动和静止述谓;如果这样,这些就是非存在。然而显然,即便不像对种那样,属终究也是属于种差的。因为有理性的与无理性的乃是动物,即使它们[各自本身]并非动物。因此同样地,运动与静止即使是存在的种差,也不会处于存在之外。而在柏拉图说“因此必然地,非存在无论在运动中还是在所有属中都存在”的那些文句中,他明确地把运动称为非存在。但他并不是按照在任何方面、以任何方式都不存在的那种本义上不可名状者来称其为非存在,而是按照相对于存在者的异质性来称其为非存在——他[柏拉图]说存在者是按照规定了的独特性被理解的诸属之一,而非按照一切存在者的整体涵括。正如他按照相对于如此这般存在者的异质性把运动称为非存在一样,他也按照对存在者的分有说运动是存在者。并且他如此说:“那么难道运动不显然确实既是非存在又是存在,只要它分有存在吗?”而在指出毕达哥拉斯学派也持有这种把运动称为非存在的观点之后,他[亚历山大]宽容地为他们辩护,说他们大概不是断然且沿着这条道路把它当作完全不存在者来说的,而是把运动者说成在现实活动上尚未是它所朝向运动的那个东西,而是仍处于不完全的状态;因为处于潜能中的事物正是如此这般。而关于运动,这些看法对亚里士多德来说也是合意的。“但是,”他[亚历山大]说,“如果柏拉图和毕达哥拉斯学派把这些——异质性、不等性和非存在——作为运动的原因来说,这虽有可能,但对于关于运动的定义而言无论如何是不自足的。因为原因与被原因者并非同一。并且那些把运动称为非存在的人,即使说了某种真理,终究也是给出了运动的某种偶性,而不是给出运动是什么。”至于柏拉图曾把不等性说成原因,稍后当我们引证柏拉图的原话时就会变得明显。但现在应当知道的是,在亚历山大之前,欧德谟记录柏拉图关于运动的观点并对其提出反驳时,也写下了这些话:“柏拉图把运动称为大与小、非存在、不均整以及凡是归结为与这些相同之物。但是把运动称为这本身似乎是荒谬的;因为当运动在场时,运动在其中的事物显得在运动。但当事物是不等的或不均整的时,强求说它在运动是可笑的;因为像阿尔基塔那样把这些称为原因更好。”稍后他又说:“毕达哥拉斯学派和柏拉图妥善地把无规定者加于运动之上(因为确实没有其他任何人谈论过它);然而它并不是被规定的,所以是不完全的,也是非存在的;因为它在生成,而生成着的事物[尚未完全]存在。” 而亚里士多德也对那些断言运动是异质性、不等性和非存在者的论述进行了检视。因为他说,相异的事物、不等的事物或非存在的事物本应立即也在运动。但现在看来,没有任何事物仅仅由于是如此这般者而处于运动中。因为一切存在的事物都彼此相异,但并非一切事物都在运动。至于在非存在的情况下就更加荒谬了,如果非存在运动的话。如果有人说,运动的事物是朝向这些运动或者从这些之中运动出来,并且正因如此运动看起来是这些,那么预先防范这种反驳,他说变化朝向这些或从这些中出来,绝不比出自其对立面——显然以及朝向其对立面——更多,例如出自同一性、平等性和存在,并且朝向这些。
- 3.14ἐάσας δὲ τὸ σαφῶς ὑπὸ τοῦ Πλάτωνος λεγόμενον ἐκ συλλογισμοῦ πειρᾶται δεικνύναι
分词 ἐάσας 和主动词 πειρᾶται 的主语是前一句中引述的亚历山大(ὁ Ἀλέξανδρος)。辛普里丘批判性地指出,亚历山大没有直接考察柏拉图在文本中的明晰表述,而是试图通过人为构造的三段论进行间接推导。
- 3.14ζῷον γάρ ἐστι τὸ λογικὸν καὶ τὸ ἄλογον, κἂν μὴ ζῷα.
对于成对的主语 τὸ λογικὸν καὶ τὸ ἄλογον(中性单数),表语 ζῷον 采用单数,而在让步从句 κἂν μὴ ζῷα [ὦσιν] 中省略了复数动词,表语 ζῷα 为复数(“即使它们并非诸动物”)。该对比结构指出,尽管按照逻辑学规则属不直接述谓种差,但种差实质上仍包含在属中。
- 3.14οὐδὲ ἡ μεταβολή, φησίν, οὐδὲ εἰς ταῦτα οὐδὲ ἐκ τούτων μᾶλλόν ἐστιν ἢ τῶν ἀντικειμένων
对亚里士多德原文(201b24–26)的概括。通过连环否定(οὐδὲ... οὐδὲ... οὐδὲ...)构成比较句,其中 ἢ τῶν ἀντικειμένων(属格)与 ἐκ τούτων 平行(“并不比出自相反者更多”),而随后的 καὶ εἰς τὰ ἀντικείμενα δηλονότι 则补足了相对应的“朝向相反者”的宾格结构。
