- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:428.13-430.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德从前人(毕达哥拉斯学派与柏拉图)的学说以及运动的无规定性来印证自身定义的段落(201b16–202a2),辛普利丘批判性地考察了亚历山大的文本阐释与责难,并阐明了毕达哥拉斯学派的十对对立范畴表与运动的关系。
" — 202 a 2 Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι ἕως τοῦ χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δὲ εἶναι." Εἰπὼν τὴν ἑαυτοῦ δόξαν καὶ ἐπὶ τὰς τῶν προτέρων περὶ κινήσεως μεταβέβηκεν ἐπισκεπτόμενος ἐκείνας. καὶ ὁ μὲν Ἀλέξανδρος καὶ τὰ ἄλλα μὲν οὐκ οἶδα ὅπως ἑρμηνεύει τῶν ἐνταῦθα λεγομένων καὶ τὸ ἐν ἀρχῇ λεγόμενον τὸ ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι καὶ τὸ μὴ ἐν ἄλλῳ γένει τὴν κίνησιν εἶναι δυνατόν.1 “πιστοῦται δέ, φησίν, ἐκ τῆς τῶν ἄλλων δόξης, οἵτινες ἔξω τῆς τοιαύτης ἐνεργείας τὴν κίνησιν τιθέμενοι οὐδὲν εἶπον ὑγιὲς περὶ αὐτῆς.” μήποτε δὲ εὐγνωμονέστερον ἔστιν ἀκούειν, ὅτι2 τὴν μὲν ὁλοσχερεστέραν ἐκδοχὴν τῶν τοῖς ἀρχαίοις εἰρημένων διελέγχει, δηλοῖ δὲ καὶ ἐκ τῆς ἐκείνων ἐννοίας, ὅτι καλῶς αὐτὸς ὡρίσατο τὴν κίνησιν. καὶ ἐκεῖνοι γὰρ εἰς ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν τιθέασιν, ὅτι ἀόριστόν τι δοκεῖ ἡ κίνησις· δύο γὰρ οὐσῶν συστοιχιῶν παρὰ τοῖς Πυθαγορείοις, ὧν ἐν τῇ ἑτέρᾳ ἐστὶν ἡ κίνησις τῇ τὰς ἀρχὰς ἐχούσῃ στερητικὰς καὶ ἀορίστους, ἐν αἷς καὶ ἑτερότης καὶ ἀνισότης καὶ τὸ μὴ ὄν (αἱ γὰρ δέκα ἀντιθέσεις ὡς ἀρχαὶ παρελήφθησαν), εἰκότως ἀόριστόν τι δοκεῖ ἡ κίνησις καὶ ἐκείνοις, ὥσπερ καὶ ἡμῖν. πλὴν ὅτι ἐκείνοις μὲν δοκεῖ ἐν στερητικῇ καὶ ἀορίστῳ συστοιχίᾳ κεῖσθαι διὰ τὴν πρὸς τὸ ὡρισμένον τῆς στάσεως ἀντίθεσιν, ἡμῖν δὲ διὰ τὸ μήτε ἐν τῷ δυνάμει μήτε ἐν τῷ ἐνεργείᾳ δυνατὸν εἶναι τιθέναι αὐτήν. καὶ γὰρ τὸ δυνάμει μόνον οὔπω κινεῖται καὶ τὸ ἐνεργείᾳ οὐκέτι κινεῖται. εἰ οὖν μήτε τὸ δυνάμει ἐστὶ μήτε τὸ ἐνεργείᾳ μήτε, ὅπερ μάλιστα δοκεῖ εἶναι, ἐνέργεια μηδὲ τοῦτο ᾖ (ἀτελὴς γὰρ ἐνέργειά ἐστιν ἡ κίνησις, διότι ἀτελὲς τὸ δυνατὸν οὗ ἐστιν ἐνέργεια ἡ κίνησις), εἰκότως ἀόριστος δοκεῖ ἡ κίνησις. στερητικὰς δὲ τῆς ἑτέρας συστοιχίας τῶν ἐναντίων εἶπε τὰς ἀρχάς, δηλονότι τὰς δέκα ἃς ἀναγράφουσι, διότι κατ’ αὐτὸν ἀρχαὶ τῶν ἐναντίων εἶδος καὶ στέρησις. καὶ αἱ μὲν ἐν τῇ κρείττονι συστοιχίᾳ δέκα ἀρχαὶ ὑπὸ τὸ εἶδος ἔσονται, αἱ δὲ ἐν τῇ χείρονι ὑπὸ τὴν στέρησιν. ἴσως δὲ πρὸ αὐτοῦ καὶ ἐκεῖνοι τὴν μὲν εἰδητικήν, τὴν δὲ στερητικὴν ἔλεγον. τὰς δὲ δέκα συστοιχίας αὐτὸς ὁ Ἀριστοτέλης οὕτως ἐν ἄλλοις ἱστορεῖ· ἀγαθόν κακόν πέρας ἄπειρον περιττόν ἄρτιον ἕν πλῆθος δεξιόν ἀριστερόν φῶς σκότος ἄρρεν θῆλυ ἠρεμοῦν κινούμενον εὐθύ καμπύλον τετράγωνον ἑτερόμηκες Καὶ λέγεται στερητικὰ τὰ ἕτερα, οὐχ ὅταν ὡς εἴδη θεωρῆται, ἀλλ’ ὅταν ὡς ἐκπεπτωκότα. διὸ οὔτε τόδε οὔτε τοιόνδε. αἱ γὰρ στερήσεις κἂν ἐν ταῖς αὐταῖς κατηγορίαις ὦσιν, ἀλλ’ ὡς παρυφεστηκυῖαι. καὶ ἐγὼ μὲν οἶμαι ταῦτα πρὸς ἐκεῖνο ἀποδεδόσθαι τὸ λέγον ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν. ὁ δὲ Ἀλέξανδρος τούτῳ μέν φησι μηδὲν ἀκόλουθον ἀποδιδόναι, τῷ δὲ δευτέρῳ τῷ λέγοντι καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτὴν ἐπῆχθαί φησι τὸ οὔτε γὰρ τὴν κίνησιν καὶ μεταβολὴν ἐν ἄλλῳ γένει τιθέναι δύναιτο ἄν τις. καὶ ἀσάφειαν καὶ ἀκαταλληλίαν ἐγκαλεῖ τῇ λέξει, διότι τῷ προσεχῶς εἰρημένῳ οὐκ ἐπήγαγε τὸ ‘οὔτε τῶν εἰρημένων τι περὶ αὐτῆς ὑπὸ τῶν ἄλλων ὑγιῶς εἴρηται’· “τούτῳ γὰρ προρρηθέντι, φησίν, ἀκόλουθόν ἐστιν ὃ ἐπιφέρει τὸ δῆλον δὲ σκοποῦσιν, ὡς τιθέασιν αὐτὴν ἔνιοι ἑτερότητα ἕως τοῦ χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δὲ εἶναι.” καὶ κατ’ ἄλλον δὲ τρόπον τὸ ῥητὸν ἐκδεχόμενος “ἢ ἄμεινον, φησί, τὸ οὔτε γὰρ τὴν κίνησιν καὶ μεταβολὴν ἐν ἄλλῳ γένει τιθέναι δύναιτο ἄν τις ὡς εἰρημένου ἀντὶ τοῦ ἐν ἄλλῃ φύσει〈ἀκούειν〉.” καὶ εἴη ἂν ἑπόμενον αὐτῷ τὸ δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι ἑτερότητα. ἐν πολλοῖς δὲ οὐδὲ φέρεσθαι λέγει ταύτην τὴν λέξιν καὶ διὰ τοῦτο μηδὲ ὑπεμνηματίσθαι. καὶ αὐτὸς δὲ ὡς ἐμοὶ δοκεῖ συγκεχυμένως αὐτῆς τὸν ὑπομνηματισμὸν ἐποιήσατο. Πολλὰ δὲ ἀντεῖπεν ὡς ἑτερότητος παρὰ τῷ Πλάτωνι λεγομένης τῆς κινήσεως, ὧν τὰ κυριώτερα ταῦτα νομίζω, τάχα δὲ καὶ πάντα· αὐτὰ γὰρ στρέφει περὶ αὐτά. “ἢ γὰρ τὴν πρὸς ἄλλο, φησίν, ἑτερότητα λέγει τὴν κίνησιν ἢ τὴν ἐν αὑτῷ ἢ τὴν ἑτεροίωσιν καὶ μεταβολήν. ἀλλ’ οὔτε τὸ πρὸς ἄλλο ἕτερον κινεῖται πάντως οὔτε τὸ ἐν αὑτῷ ἑτερότητα ἔχον οἷον θερμότητα καὶ λευκότητα, ὁπότε οὔτε τὸ δυνάμει ὂν πάντως κινεῖται οὔτε τὸ ἐνεργοῦν πᾶν.3
“—— 202 a 2 而这已被妥善陈述,从其他人关于它所说的话中也是显而易见的,直至难以得见,但可能存在。” 在陈述了自己的见解之后,他也转向了前人关于运动的见解,并对之加以考察。而亚历山大,我不知道他如何解释此处所说的其他事情,以及在开头所说的文句,即“而这已被妥善陈述,从其他人关于它所说的话中也是显而易见的”,还有“运动也不可能在另一个属中”。“而且他确证,”他[亚历山大]说,“是从其他人的意见出发的,那些人由于把运动置于这种现实活动之外,关于它并没有说出任何健全之论。”但或许可以更为宽容地理解为:虽然他反驳了对古人所说之话的较粗疏的理解,但他也从那些人的观念出发指明,他自己妥善地定义了运动。因为那些人也是将运动置于异质性、不等性和非存在之中,因为运动看起来是某种无规定的东西;因为在毕达哥拉斯学派那里有两张并列的范畴表,运动在其中之一中,即在拥有匮乏性且无规定的诸原理的那张表中,异质性、不等性和非存在亦在其中(因为十种对立被当作原理采纳),所以运动在他们看来正如在我们看来一样,合理地显得是某种无规定的东西。唯有一点不同:在他们看来,由于与静止的已规定性相对立,运动被置于匮乏性且无规定的范畴表中;而在我们看来,则是由于既不可能将其置于潜能中,也不可能将其置于现实中。因为仅仅处于潜能中的事物尚未运动,而处于现实中的事物不再运动。那么,如果它既不是潜能也不是现实,甚至也不是其最似乎是的现实活动(因为运动是不完全的现实活动,乃因运动作为其现实活动的可潜能者是不完全的),合理地运动便显得是无规定的。而他说相反者的另一范畴表的诸原理是匮乏性的,显然是指他们所记载的十个原理,因为按照他,相反者的原理是形式与匮乏。并且在那张较优范畴表中的十个原理将在形式之下,而在较劣范畴表中的那些则在匮乏之下。但或许在他之前,那些人也已将一者称为形式的,另一者称为匮乏的。而亚里士多德自己在其他著作中如此记载这十对并列项:善与恶、限度与无限、奇数与偶数、一与多、右与左、光与暗、雄与雌、静止者与运动者、直与曲、正方形与长方形。并且另一组被称为匮乏性的,并非当它们被视作形式时,而是当它们被视作脱落者时。因此〔它们〕既非这个,亦非如此这般者。因为匮乏即使处于相同的范畴中,也是作为附生者而存在的。而我个人认为,这些论述乃是对应于那句说“而这已被妥善陈述,从其他人关于它所说的话中也是显而易见的”文句而给出的。但亚历山大说,对这句话并没有给出任何前后相承的解释,而对第二句说“并且从不易用其他方式规定它来看”的话,则附加上了“因为任何人都不能把运动与变化置于另一个属中”。并且他指责这段文字晦涩且结构失调,因为亚里士多德没有紧接在前文之后加上“关于它由其他人所说的话中亦无健全之论”;“因为当预先陈述了这一点之后,”他[亚历山大]说,“他接着补充的内容才是连贯的,即‘而这对考察者是显而易见的,即某些人如何将它置为异质性’直至‘难以得见,但可能存在’。”而以另一种方式理解这段文句时,“或者更好的是,”他[亚历山大]说,“把‘因为任何人都不能把运动与变化置于另一个属中’〈理解为〉用以代替‘在另一种本性中’而说的。”那么接下来相承的就将是“而这对考察者是显而易见的,即某些人如何将它置为异质性”。但他[亚历山大]说在许多抄本中甚至没有记载这段文句,因此它甚至没有被加以注解。而正如我看来,他自己对它的注解也是混乱地作出的。另一方面,对于柏拉图那里运动被称为异质性这一点,他提出了很多反驳,其中我认为最主要的、或许也是全部的反驳就是这些;因为他反反复复纠缠于同一事理。“因为,”他[亚历山大]说,“他要么把运动称为相对于另一物的异质性,要么称为在自身之内的异质性,要么称为质变与变化。但是相对于另一物而相异者并不全然在运动,在自身之内具有异质性者(例如热与白)亦非如此,正如处于潜能中的事物并不全然在运动,一切施展现实活动者亦非都在运动一样。”
- 3.14καὶ ὁ μὲν Ἀλέξανδρος καὶ τὰ ἄλλα μὲν οὐκ οἶδα ὅπως ἑρμηνεύει τῶν ἐνταῦθα λεγομένων καὶ τὸ ἐν ἀρχῇ λεγόμενον τὸ ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι καὶ τὸ μὴ ἐν ἄλλῳ γένει τὴν κίνησιν εἶναι δυνατόν.
动词短语 οὐκ οἶδα ὅπως ἑρμηνεύει(“我不知道他如何解释”)统辖着若干并列的宾语成分:καὶ τὰ ἄλλα μὲν... τῶν ἐνταῦθα λεγομένων(“此处所说的其他事情”),καὶ τὸ ἐν ἀρχῇ λεγόμενον...(“以及在开头所说的文句……”)和 καὶ τὸ μὴ ἐν ἄλλῳ γένει...(“还有……文句”)。
- 3.14μήποτε δὲ εὐγνωμονέστερον ἔστιν ἀκούειν, ὅτι
μήποτε 在此引出谨慎委婉的断言(“或许可以……”)。ἔστιν ἀκούειν 为非人称结构(“可能理解/解释为……”),后接 ὅτι 从句表达该理解的具体内容。
- 3.14ὁπότε οὔτε τὸ δυνάμει ὂν πάντως κινεῖται οὔτε τὸ ἐνεργοῦν πᾶν.
连词 ὁπότε 在此处具有说明理由或类比的功能(“正如/既然……”),为前面的两个并列否定句(οὔτε... οὔτε...)提供平行的论证理据。
