← 辛普里丘

亚里士多德《物理学》注释

§42.6-43.23

复数原理的区分与亚历山大对柏拉图的诠释

辛普里丘探讨了亚里士多德为何对复数原理仅区分有限与无限而省略了不动与运动,讨论了亚历山大对此的解释,并批评了亚历山大对柏拉图原理学说(忽视目的因及内在形式)的不充分归纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Εἰ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους." Ἐπὶ τῶν πλείους λεγόντων τὰς ἀρχὰς οὐκ ἔχει χώραν τὸ ἕτερον διαιρετικὸν τὸ ἀκίνητοι ἢ κινούμεναι· καὶ γὰρ καὶ ἀδύνατον ἐκ πλειόνων ἀρχῶν μὴ κινουμένων γίνεσθαί τι (κοινωνεῖν γὰρ ἀλλήλαις δέονται), καὶ διὰ τὸ προφανῶς ἀδύνατον οὐδὲ ἔσχε προστάτην ἡ δόξα. τοιγαροῦν καὶ Δημόκριτος φύσει ἀκίνητα λέγων τὰ ἄτομα πληγῇ κινεῖσθαί φησιν. ὁ μέντοι Εὐφραδὴς Θεμίστιος παραφράζων τὸ ῥητὸν καὶ τὰς πλείους “ἢ κινουμένας, φησίν, ἢ ἀκινήτους καὶ ἢ πεπερασμένας κατ’ ἀριθμὸν ἢ πάλιν ἀπείρους”. καὶ Εὔδημος δέ, ὡς καὶ πρότερον εἶπον, ἐν τοῖς Φυσικοῖς “ὡς ἄν ποτε ὑπάρχωσιν αἱ ἀρχαί, φησίν, ἤτοι κινοῦνται ἢ ἀκίνητοί εἰσι”. καὶ δῆλον ὅτι τὴν ἀνάγκην οὗτοι τῆς ἀντιφατικῆς διαιρέσεως ἀποδεδώκασιν. ἀλλ’ εἰ πλείους φησίν, ἢ πεπερασμένας ἢ ἀπείρους τῷ πλήθει ἀνάγκη εἶναι. “καὶ ἔοικε, φησὶν ὁ Ἀλέξανδρος, ἀμφοτέρας τὰς διαιρέσεις ἑκατέρῳ τῶν ἐκ τῆς πρώτης διαιρέσεως μὴ προσαγαγεῖν διὰ τὸ μὴ πολλάκις περὶ τῶν αὐτῶν λέγειν· ἀλλὰ δείξας ὅτι ἐπὶ τῆς μιᾶς οὐχ οἷόν τε ἀκίνητον τὴν ἀρχὴν εἶναι, ἐκ τούτου μᾶλλον συναποδείξει ὅτι οὐδὲ τὰς πλείους οἷόν τε εἶναι ἀκινήτους· διὸ ἐπὶ τῶν πολλῶν οὐκέτι ἐχρήσατο τῷ ἢ κινουμένας ἢ ἀκινήτους. πάλιν δὲ αὖ ἐπὶ τῶν πολλῶν δείξας ὅτι οὐχ οἷόν τε τὰς ἀρχὰς ἀπείρους εἶναι, συναποδείξει ὅτι οὐδὲ ὅλως ἀρχὴν ἄπειρον οἷόν τε εἶναι. οἰκειότερον μὲν γὰρ τῇ μιᾷ τὸ μὴ κινεῖσθαι, εἰ οἷόν τε ἦν, οἰκειότερον δὲ ταῖς πολλαῖς τὸ ἀπείρους εἶναι.” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐπισημαίνομαι, ὅτι ἄλλο ἐστὶ τὸ κατὰ πλῆθος ἄπειρον ἢ πεπερασμένον, ὃ τοῖς πολλὰς λέγουσι τὰς ἀρχὰς οἰκειότερον ἦν, καὶ ἄλλο τὸ κατὰ μέγεθος τοῖς μίαν λέγουσι καὶ αὐτὸ μᾶλλον προσῆκον. πλείονα γὰρ ἄπειρα τῷ μεγέθει πῶς ἂν εἴη, εἰ μὴ σῶμα διὰ σώματος χωροίη. ἀλλ’ ἔοικε συντομίας ἕνεκεν ὁ Ἀριστοτέλης οὕτω ποιήσασθαι τὴν διαίρεσιν· ἐν γοῦν τοῖς ἑξῆς Μέλισσον ὡς μίαν λέγοντα καὶ ἄπειρον τὴν ἀρχὴν εὐθύνει. τίνες δέ εἰσιν οἱ πλείους καὶ πεπερασμένας λέγοντες τὰς ἀρχὰς καὶ τίνες οἱ ἀπείρους, ἐκ τῆς προεκτεθείσης διαιρέσεως ἔγνωμεν. τὸν μέντοι Ἀλέξανδρον κἀνταῦθα ἀξιοῦμεν ἀφερεπόνως τῶν Πλάτωνος ἀπομνημονεύειν δογμάτων.1 “δύο γὰρ ἀρχάς, φησί, δοκεῖ ποιεῖν ὁ Πλάτων, τὸ μὲν ὑποκείμενον καὶ ὕλην προσαγορεύων, τὸ δὲ ὡς αἴτιον καὶ κινοῦν, ὃ θεὸν καλεῖ καὶ νοῦν τό τε ἀγαθόν. εἴη δ’ ἄν, φησί, καὶ τρίτη κατ’ αὐτὸν ἀρχή, ἡ παραδειγματική.” θαυμαστὸν γὰρ εἰ μὴ ἐπέστησεν2 ὁ Ἀλέξανδρος ὅτι σαφῶς ὁ Πλάτων τὴν τελικὴν αἰτίαν πάντων προέταξεν εἰπών “λέγωμεν δὴ δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν. ἀγαθὸς ἦν”. εἰ οὖν διὰ τὴν ἀγαθότητα, δῆλον ὅτι ἡ ἀγαθότης ἦν τὸ τελικὸν καὶ κυριώτατον αἴτιον. οὐχὶ δὲ καὶ τῶν μορίων τὰς διαφόρους κατασκευὰς εἰς τὸ διάφορον τῆς χρείας ἀνάγει καὶ τὸ οὗ ἕνεκεν ἕκαστον αὐτῶν γέγονεν; ἀλλὰ καὶ τὸ εἰδικὸν αἴτιον σαφῶς ὁ Πλάτων παραδίδωσιν οὐ τὸ χωριστὸν μόνον τῆς ὕλης, ἀλλὰ καὶ τὸ ἀχώριστον, ὅταν λέγῃ· “ἓν μὲν εἶναι τὸ κατὰ ταὐτὰ εἶδος ἔχον, ἀγένητον καὶ ἀνώλεθρον, οὔτε αὐτὸ εἰσδεχόμενον ἄλλο οὔτε αὐτὸ εἰς ἄλλο ποι ἰόν, ἀόρατον δὲ καὶ ἄλλως ἀναίσθητον τοῦτο ὃ δὴ νόησις εἴληχεν ἐπισκοπεῖν. τὸ δὲ ὁμώνυμον 〈ὅμοιόν〉 τε ἐκείνῳ δεύτερον, αἰσθητὸν γενητὸν πεφορημένον ἀεί”. καὶ μετ’ ὀλίγα “οὕτω δὴ τότε πεφυκότα ταῦτα, φησί, πρῶτον διεσχηματίσατο εἴδεσι καὶ ἀριθμοῖς”. καὶ δι’ ἐκείνων δὲ τῶν ῥητῶν διττὴ τῶν εἰδῶν αἰτία δηλοῦται, ἥ τε χωριστὴ καὶ ἡ ἀχώριστος. ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὅ ἐστι ζῷον οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη καὶ τόδε τὸ πᾶν ἔχειν.3

“如果多于一个,则要么有限,要么无限。” 对于主张原理多于一个的人,“不动还是运动”这一另一划分肢便没有容身之地。因为从多个不动的原理中生成任何事物都是不可能的(因为原理之间需要相互沟通),并且正因其显见的不可能,这种见解甚至没有拥护者。因此,德谟克利特尽管称原子在本性上是不动的,却亦称它们通过撞击而运动。然而,雄辩家特米斯提乌在转述原文时,对多个原理亦说道:“要么运动,要么不动;要么在数目上有限,要么反之无限。”而且欧德谟正如我此前所言,亦在其《自然学》中说:“无论原理如何存在,它们要么运动,要么是不动的。”显然,这些人给出了矛盾对立划分的必然性。但是他说,如果原理是多个,它们在量上必然要么有限,要么无限。亚历山大说:“亚里士多德似乎并未将两种划分都应用于由第一种划分所产生的两个肢的每一个,这是为了避免对相同的事物反复论述;相反,在就单一原理表明原理不可能不动之后,他将以此进一步同时证明多个原理亦不可能是不动的;因此在多个原理的情况下,他不再使用‘要么运动,要么不动’。而反过来,在就多个原理表明原理不可能是无限的之后,他将同时证明根本不可能有任何无限的原理。因为如果可行的话,不运动对于单一原理更为本有,而无限对于多个原理更为本有。”在亚历山大如是说时,我指出:在量上是无限还是有限(这对于主张原理为多的人更为本有),与在量度上是无限还是有限(这对于主张原理为一的人也更为贴切),是两码事。因为除非物体能够穿过物体,否则怎能有多个在量度上无限的事物呢?然而亚里士多德似乎是为了简练而作了这样的划分;至少在后文中,他把麦里梭作为主张原理为一且无限者予以驳难。至于谁是主张原理为多且有限的人,谁是主张原理为无限的人,我们已从前述的划分中得知了。然而,在此我们亦认为亚历山大轻率地引述了柏拉图的学说。因为他说:“柏拉图似乎设定了两个原理,称其一为基质与质料,称另一为原因与推动者,并称之为神、理智以及善。而且据他所言,按柏拉图的看法,还会有第三个原理,即范型原理。”因为如果亚历山大未曾注意到柏拉图明白地将目的因置于万物之首,那是令人惊异的,柏拉图说道:“那么,让我们说明建构者建构生成与这整个宇宙的原因为何吧:他是善的。”因此,如果是由于善,显然善乃是目的因与最根本的原因。难道他不是亦将各部分的相异构造还原为用途的相异以及它们各自所为之而生成的目的吗?而且柏拉图亦明白地传述了形式因,不仅是与质料相分离的形式因,亦有不与质料相分离的形式因,正如他所说:“其一乃是常保相同状态的形式,不生不灭,既不接纳任何他物于自身中,自身亦不进入任何他物之中,不可见且不可由其他感官感知,这正是理智所分得的审视对象。其二乃是与彼同名且相似者,是可感的、生成的且始终运动的。”稍后他又说:“在当时自然状态下如此这般的这些事物,他首先用形式与数予以塑造。”通过那些文句,形式因的双重性——即可分离的与不可分离的——得到了彰显。“因此,正如理智审视存在于真正的动物之中的理念是如何种类与如何数量,他也构想这整个宇宙亦当具有同样数量与同样种类的理念。”

语法注3 条
  1. 1.4ἀφερεπόνως τῶν Πλάτωνος ἀπομνημονεύειν δογμάτων

    副词 ἀφερεπόνως 属于罕见词,意为“草率地”、“不慎重地”。句式 ἀξιοῦμεν... ἀπομνημονεύειν 在此接宾格加不定式,意为“我们认为/判断(亚历山大草率地记述了柏拉图的学说)”,引出后文以 θαυμαστὸν γὰρ εἰ μὴ ἐπέστησεν 开头的批判。

  2. 1.4θαυμαστὸν γὰρ εἰ μὴ ἐπέστησεν

    在表达情感/惊异的形容词(θαυμαστόν)之后,εἰ 从句带有假设语气地陈述事实(“如果他未曾注意到,那是令人惊异的”),实质上等同于 ὅτι 从句,表达对忽略显见事实的强烈讶异与批评。

  3. 1.4ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας τῷ ὅ ἐστι ζῷον οἷαί τε ἔνεισι καὶ ὅσαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη καὶ τόδε τὸ πᾶν ἔχειν

    改写自柏拉图《蒂迈欧篇》39e7–9。关系副词 ᾗπερ(“正如……那样”)引导比较从句,主句中的相关代词 τοσαύτας καὶ τοιαύτας 与从句中的间接疑问表达 οἷαί τε ἔνεισι καὶ ὅσαι(“有怎样的种类与多少数量”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:42.6-43.23