← 辛普里丘

亚里士多德《物理学》注释

§427.13-428.12

建筑之例的分析与运动定义的普遍化

辛普里丘通过区分法分析建筑的例子,论证处于潜能中的事物在保持为潜能时的现实活动就是建筑活动(运动),并将此说明推广至一切运动。随后他探讨了关于此段文句的异读问题及亚历山大的观点,最后分析了柏拉图与亚里士多德在“运动”与“现实活动”用词上的名义差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13#2

ἢ γὰρ αὐτό ἐστι τὸ δυνάμει πρὸ τοῦ μεταβάλλειν ἡ ἐνέργεια αὐτοῦ, οἷον οἱ λίθοι καὶ ὁ πηλὸς κατὰ τὸ δυνάμει αὐτῶν ἐνέργεια, ὅπερ ἄτοπον (ἐκεῖνα γὰρ ἦν καὶ πρὸ τοῦ ἐνεργείᾳ καὶ ὅλως ἄλλα ἐστὶ τὰ δυνάμει καὶ ἄλλα ἡ ἐνέργεια αὐτῶν), ἢ τὸ ἐνεργείᾳ ἐστὶν ἡ ἐνέργεια αὐτοῦ, οἷον ἡ οἰκία. ἀλλὰ καὶ τοῦτο ἀδύνατον δείκνυσι δυνάμει οὕτως· ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ ἐστι μένοντος τοῦ οἰκοδομητοῦ. ἡ ἄρα ἐνέργεια τοῦ οἰκοδομητοῦ οὐκ ἔστιν ἡ ἐνεργείᾳ οἰκία. εἰ οὖν μήτε πρὸ τοῦ οἰκοδομεῖσθαί ἐστιν ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ μήτε μετὰ τὸ ᾠκοδομῆσθαι, οἰκοδομεῖται δὲ τὸ οἰκοδομητὸν μεταξὺ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, δῆλον ὅτι ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ ἐν τῷ οἰκοδομεῖσθαί ἐστιν, ἡ δὲ ἐν τῷ οἰκοδομεῖσθαι ἐνέργεια τοῦ οἰκοδομητοῦ ἡ οἰκοδόμησίς ἐστι· ἡ ἄρα τοῦ δυνάμει ἐνέργεια μένοντος δυνάμει οἰκοδόμησίς ἐστιν· ὅτι δὲ ἡ οἰκοδόμησις κίνησίς ἐστι, ὥσπερ ἡ βάδισις καὶ ἡ ἀνάγνωσις, πρόδηλον. ὥστε ἀποδέδεικται τῶν λημμάτων ἕκαστον. καὶ συνῆκται καλῶς ἐπὶ τοῦ οἰκοδομητοῦ, ὅτι ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια ᾗ οἰκοδομητὸν κίνησίς ἐστι. κἂν τὸ συμπέρασμα παρέλιπεν ὡς σαφὲς ὁ Ἀριστοτέλης, ἀποδείξας δὲ1 ἐφ’ ἑνὸς τοῦ οἰκοδομητοῦ καὶ τῆς οἰκοδομήσεως τὸ τὴν κίνησιν εἶναι ἐνέργειαν τοῦ δυνάμει μένοντος δυνάμει, εἰκότως ἐπήγαγεν ὅτι ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων. οὐ γὰρ ἔχει τι διάφορον τὸ οἰκοδομητὸν καὶ ἡ οἰκοδόμησις πρὸς τὰ ἄλλα δυνάμει καὶ τὰς ἐνεργείας αὐτῶν. ὥστε πᾶσα κίνησις ἐνέργεια ἔσται τοῦ κινητοῦ ᾗ κινητόν. Ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ὅτι ἔν τισιν ἀντιγράφοις οὐ φέρεται αὕτη ἡ λέξις, “ἴσως, φησί, τινῶν παραιτησαμένων αὐτὴν διὰ τὴν ἀσάφειαν, καὶ ὅτι τὰ φθάνοντα εἰρῆσθαι δι’ αὐτῆς λέγεται”. ἀλλ’ ὅτι μὲν οὐκ ἀποδέ- δεικται πρότερον οὕτως ἐναργῶς τὰ ἐν τῷ ὁρισμῷ τῆς κινήσεως παραληφθέντα, πρόδηλον. ὅτι δέ, εἰ τὰ ἀσαφῆ διαγράψαιμεν, πολλὰ ἂν τῶν Ἀριστοτέλους διαγραφείη, καὶ τοῦτο προδηλότερον. ἰστέον μέντοι ὅτι καὶ ὁ Θεμίστιος καὶ ὁ Πορφύριος ἐξηγούμενοι τὸν τόπον καὶ τοῦτο τὸ ῥητὸν ἐξηγήσαντο. ἰστέον δὲ ὅτι ὁ Πλάτων μὲν πᾶσαν ἐνέργειαν κίνησιν εἶναί φησι κατὰ τὴν ἀπὸ τῆς οὐσίας ἐξανάστασιν τοῦ ἐνεργοῦντος θεωρῶν τὴν ἐνέργειαν· Ἀριστοτέλης δὲ καὶ οἱ τούτου φίλοι τὴν μὲν κίνησιν ἐνέργειαν λέγουσιν, οὐ πᾶσαν δὲ ἐνέργειαν κίνησιν· οὐ γὰρ δὴ καὶ τὴν τελείαν· ἀτελῶν γὰρ ἢ ἀτελῆ, διότι τῶν δυνάμει καὶ τῶν μήπω ὄντων ἀλλ’ ἐσομένων ἡ κίνησις.2 καὶ δῆλον ὅτι κατὰ τὸ ὄνομα μόνον ἡ διαφορά, τῶν μὲν τὴν μεταβολικὴν μόνην ἐνέργειαν ἀξιούντων κίνησιν καλεῖν, τῶν δὲ πᾶσαν τὴν ἀπὸ τῆς οὐσίας ἐκτένειαν.3

因为要么处于潜能中的事物本身在转变之前就是其自身的现实活动(就好像石头和泥土依照其潜能乃是现实活动一样,而这是荒谬的;因为那些东西在现实之前就已存在,而且一般而言处于潜能中的事物是一回事,它们的现实活动则是另一回事),要么处于现实中的事物是它的现实活动(例如房屋)。但他实质上指明这也是不可能的,方式如下:可建筑者的现实活动存在于可建筑者存留之时;因此可建筑者的现实活动并非现实中的房屋。那么,如果可建筑者的现实活动既不在正被建筑之前,也不在建筑完成之后,而可建筑者乃是在潜能与现实之间正被建筑,显然可建筑者的现实活动存在于正被建筑之中,而在正被建筑之中可建筑者的现实活动正是建筑活动;因此,处于潜能中的事物在存留为潜能时的现实活动就是建筑活动。而建筑活动正如步行和诵读一样乃是运动,这是显而易见的。因此每一个前提都已得到论证。并且就可建筑者而言已妥善推得:可建筑者就其为可建筑者而言的现实活动乃是运动。哪怕亚里士多德作为显明之事省略了结论,但他既然在可建筑者与建筑活动这一孤例上论证了运动乃是处于潜能中的事物在存留为潜能时的现实活动,他理所当然地接着指出“同样的说明也将适用于其他运动”。因为可建筑者和建筑活动相比于其他处于潜能中的事物及其现实活动而言并无不同。因此一切运动都将是可运动者就其为可运动者而言的现实活动。 而亚历山大指出,在某些抄本中并不载有这段文句,“或许,”他说,“是因为有些人因其晦涩,又因已经说过的事物借此被重述而将其删弃”。然而,在运动的定义中被采纳的各项此前并未曾被如此明晰地论证过,这是显而易见的。而且,如果我们删削晦涩的内容,亚里士多德的许多著作就都将被删削,这更是显而易见的。不过应当知晓,特米斯蒂乌斯和波菲利在解释这一段落时,也解释了这段文句。还应当知晓,柏拉图主张一切现实活动都是运动,他是根据施动者自其实体的唤起而考察现实活动的;然而亚里士多德及其友人虽说运动是现实活动,却并不说一切现实活动都是运动;因为决非完全的现实活动,因为运动属于不完全之物或是不完全的〔现实活动〕,因为运动乃是属于处于潜能中的事物和尚未存在但将要存在的事物的。显然这种分歧仅仅在于名称,前者认为唯有变化的现实活动才配称为运动,后者则认为自其实体的一切伸展皆是运动。

语法注3 条
  1. 3.13κἂν τὸ συμπέρασμα παρέλιπεν ὡς σαφὲς ὁ Ἀριστοτέλης, ἀποδείξας δὲ

    由 κἂν(καὶ ἄν / καὶ εἰ)引导让步从句,其后接续主句。分词 ἀποδείξας 之后的连词 δέ 为后承(apodotic)用法,明确标示出对应于让步从句的主句(ἀποδείξας... εἰκότως ἐπήγαγεν)之起始。

  2. 3.13ἀτελῶν γὰρ ἢ ἀτελῆ, διότι τῶν δυνάμει καὶ τῶν μήπω ὄντων ἀλλ’ ἐσομένων ἡ κίνησις.

    承接前文 οὐ γὰρ δὴ καὶ τὴν τελείαν [sc. ἐνέργειαν κίνησιν λέγουσιν] 而省略了名词(ἐνέργεια 或 ἐνέργειαν)的紧缩结构。ἀτελῶν 为属格(“不完全之物的[现实活动]”),ἢ ἀτελῆ 为宾格谓词(“或是不完全的[现实活动]”)。

  3. 3.13τῶν μὲν τὴν μεταβολικὴν μόνην ἐνέργειαν ἀξιούντων κίνησιν καλεῖν, τῶν δὲ πᾶσαν τὴν ἀπὸ τῆς οὐσίας ἐκτένειαν.

    说明原因的独立属格结构(genitive absolute)。在后半分句 τῶν δέ 中,承前省略了 ἀξιούντων κίνησιν καλεῖν,而 πᾶσαν τὴν ἀπὸ τῆς οὐσίας ἐκτένειαν 作为双重宾格结构中的宾语保留。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:427.13-428.12