← 辛普里丘

亚里士多德《物理学》注释

§426.16-427.13

通过建筑之例对运动定义的验证及其受动性

本节是对亚里士多德将运动定义为“处于潜能中的事物的现实活动”后通过“可建筑者”与“建筑活动”的实例进行论证(201b5)的注解。辛普里丘探讨了此种现实活动在本质上毋宁是一种受动,并阐明了亚里士多德为何将其表述为“有可能”而非必然发生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13#1

" Ὅτι μὲν οὖν ἐστιν αὕτη ἕως τοῦ ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων." Εἰπὼν ὅτι ἡ τοῦ δυνάμει ὄντος ἐνέργεια κίνησίς ἐστιν, ἐπειδὴ δοκεῖ τὸ δυνάμει ἐν ἀτελεῖ ἐπιτηδειότητι μόνῃ θεωρεῖσθαι, ἡ δὲ ἐνέργεια τῶν τελείων εἶναι, προτίθεται δεῖξαι ὡς ἐπὶ τοῦ οἰκοδομητοῦ δυνάμει ὄντος, καὶ ὅτι ἔστιν αὐτοῦ ἐνέργεια καὶ ὅτι οὐκ ἄλλη τις εἰ μὴ ἡ οἰκοδόμησις, καὶ ὅτι ἡ οἰκοδόμησις κίνησίς ἐστι.1 πρὸ δὲ τοῦ τὰς ἀποδείξεις ταύτας διαρθρῶσαι τοσοῦτον πάλιν προρρητέον, ὅτι ἡ τοῦ δυνάμει ὄντος ἐνέργεια πάθος μᾶλλόν ἐστιν ἢ ἐνέργεια. λέγει δὲ αὐτὴν ἐνέργειαν, ὅτι κατ’ ἐκεῖνο ἐνεργεῖται ὑπὸ τοῦ ἐνεργοῦντος καὶ κινεῖται ὑπὸ τοῦ κινοῦντος, καὶ ὅτι ἐπὶ τὸ ἐνεργείᾳ ὁδός ἐστι, καὶ ὅτι πρότερον ἀργοῦν καὶ ἐν μόνῃ ἐπιτηδειότητι ὂν ἀνακινεῖται πρὸς τὸ ἐνεργείᾳ, τάχα δὲ καὶ ὅτι αἱ φυσικαὶ κινήσεις ἔνδοθεν οὖσαι ταὐτόν πως ἔχουσι τὸ κινοῦν καὶ κινούμενον. καὶ διὰ τοῦτο τὸ τοιοῦτον πάθος ἐνεργητικόν πως δοκεῖ. πρώτη γὰρ ἡ φύσις πάσχουσα διατίθησι τὸ σῶμα. καὶ ὅτι μὲν ἔστι τις ἐνέργεια τοιαύτη ἐν τῷ δυνάμει, δείκνυσι διὰ τοῦ ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οἷον τὸ οἰκοδομητόν. καὶ ὅτι μὲν ἕκαστον λέγει τῶν κινητῶν καὶ ἐν οἷς ἐστι τὸ δυνάμει, δῆλον. ἐν γὰρ τοῖς ἀεὶ κινουμένοις οὐκ ἔστι τὸ ποτὲ μὲν ἐνεργεῖν ἤτοι κινεῖσθαι, ποτὲ δὲ μή· ἀεὶ γὰρ κινεῖται, εἰ καὶ ἄλλοτε ἄλλην κίνησιν. ὅτι δὲ ἀναγκαῖόν ἐστι τὸ δυνάμει, εἰ μὴ μάτην εἴη δυνάμει, μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ ποτέ, καὶ τοῦτο πρόδηλον, καὶ ὅτι ἀναγκαῖον οὕτως ἔχειν. διὰ τί οὖν ἐνδέχεσθαι εἶπεν; ἢ διότι πολλὰ τῶν δυνάμει πρὸ τοῦ μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ καὶ κατὰ τοῦτο ἐνεργεῖν ἢ ἐνεργεῖσθαι φθείρεται.2 πολλοὶ γὰρ πρὸ τοῦ ὀδοντοφυῆσαι ἢ γενειᾶσαι ἢ γεννῆσαι διεφθάρησαν δυνάμει μὲν ἔχοντες ταῦτα, οὐκ ἐνεργήσαντες δὲ κατὰ τὸ δυνάμει. ἴσως δὲ καὶ ὅτι τὰ κυρίως δυνάμει, ἅπερ ἐστὶ τὰ ἐν γενέσει καὶ φθορᾷ, καὶ ὅταν ἐνεργήσῃ κατὰ τὸ δυνάμει, ἐνδεχομένως ἐνεργεῖ καὶ οὐκ ἀναγκαίως. ἀρκεῖ δὲ ὅμως πρὸς τὸν λόγον, κἂν μὴ πάντα τὰ δυνάμει ἀλλὰ τινὰ μεταβάλλῃ εἰς τὸ ἐνεργείᾳ. ἐν τούτοις γὰρ φανήσεται ἡ κίνησις. Οὕτως οὖν καὶ τὸ οἰκοδομητὸν ὅ ἐστι δυνάμει, ποτὲ μὲν ἐνεργοῖ ἂν ὡς οἰκοδομητόν, ὅταν οἰκοδομῆται, ποτὲ δὲ οὔ, οἷον εἰ κέοιντο ἁπλῶς οἱ λίθοι καὶ ὁ πηλὸς μήπω κινούμενοι ὑπό του οἰκοδόμου. τίς δέ ἐστιν ἐπὶ τοῦ οἰκοδομητοῦ ἡ ἐνέργεια, λέγει ὅτι ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια ᾗ οἰκοδομητὸν οἰκοδόμησίς ἐστι. καὶ ὅτι αὕτη ἐστίν, ἐκ διαιρέσεως δείκνυσιν.

“因此,[运动]就是这个……直到:‘然而,同样的说明也将适用于其他运动。’” 在阐明处于潜能中的事物的现实活动即是运动之后,既然处于潜能中的事物似乎仅在不完全的适应性中被考察,而现实活动则属于完全之物,于是他意图以处于潜能中的可建筑者为例指明:即可建筑者也有其现实活动,且这现实活动非他,正是建筑活动,以及建筑活动乃是运动。但在清晰展开这些论证之前,必须预先重申这一点:处于潜能中的事物的现实活动,与其说是能动,不如说毋宁是一种受动。然而他之所以称其为现实活动,乃是因为在这方面它正被施动者所作用,并被运动者所运动;也是因为它是一条通向现实之途;也是因为此前休止且仅处于适应性中的事物被唤起朝向现实;或许还因为自然运动源自内部,使得运动者与被运动者在某种方式上是同一的。正因如此,这种受动在某种方式上似乎是能动的。因为自然首先通过自身受动来整饬身体。而至于在处于潜能中的事物中确实存在某种这样的现实活动,他通过以下语句指明:“因为各事物都有可能有时活动,有时不活动,例如可建筑者”。他所说的“各事物”显然是指诸可运动之物以及潜能存在于其中的事物。因为在永恒被运动的事物中,并不存在有时活动(即被运动)而有时不活动的情况;因为哪怕在不同时间发生不同运动,它也总是在运动。而处于潜能中的事物若非徒劳地处于潜能中,就必然会在某个时候转变为处于现实中的事物,这一点以及必须如此也是显而易见的。那么他为何说是“有可能”呢?难道不是因为处于潜能中的许多事物在转变为处于现实中并据此活动或被作用之前就已经消亡了吗?因为许多人尚未来得及出齿、长须或生育便已死亡,他们潜能上拥有这些,却未曾依照潜能而活动。抑或是因为真正处于潜能中的事物(即处于生灭中的事物),即便依照潜能而活动,也是偶然地活动而非必然地活动。然而,即便并非所有处于潜能中的事物,而只要有某些事物转变为处于现实中,对于论证而言就已足够。因为在这些事物中运动将显现出来。因此,同样地,作为潜能存在的可建筑者,有时在正被建筑时便作为可建筑者而活动,有时则不然,例如当石头和泥土单纯堆放着而尚未被建筑工匠运动之时。至于可建筑者身上的现实活动究竟为何,他说:可建筑者就其为可建筑者而言的现实活动乃是建筑活动。而这正是该活动,他是通过区分来指明的。

语法注2 条
  1. 3.13προτίθεται δεῖξαι ὡς ἐπὶ τοῦ οἰκοδομητοῦ δυνάμει ὄντος, καὶ ὅτι ἔστιν αὐτοῦ ἐνέργεια καὶ ὅτι οὐκ ἄλλη τις εἰ μὴ ἡ οἰκοδόμησις, καὶ ὅτι ἡ οἰκοδόμησις κίνησίς ἐστι.

    主要动词 προτίθεται 所支配的补足不定式 δεῖξαι 带有三个由 ὅτι 引导的并列名词性从句(καὶ ὅτι... καὶ ὅτι... καὶ ὅτι...)作为直接宾语。其前置的 ὡς ἐπὶ τοῦ οἰκοδομητοῦ δυνάμει ὄντος 为介词短语加分词属格的插入语,表示“如在……的例子中那样”。

  2. 3.13διὰ τί οὖν ἐνδέχεσθαι εἶπεν; ἢ διότι πολλὰ τῶν δυνάμει πρὸ τοῦ μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ καὶ κατὰ τοῦτο ἐνεργεῖν ἢ ἐνεργεῖσθαι φθείρεται.

    小词 ἢ 用于引出对前述疑问句的回答或自问自答(“难道是因为……?”)。该分句的主语为 πολλὰ τῶν δυνάμει,主动词为句末的 φθείρεται,中间嵌套了由介词 πρὸ τοῦ 引导带不定式结构(μεταβάλλειν ... καὶ ... ἐνεργεῖν ἢ ἐνεργεῖσθαι)的时间修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:426.16-427.13