← 辛普里丘

亚里士多德《物理学》注释

§425.4-426.15

基体与潜能的区别及限定语的三段论论证

辛普里丘通过直言与假言三段论系统阐明了基体与潜能中事物在定义上的区别,并借助颜色与可见物(以及声音与可听物)的比照排除了将偶性误作本质定义的错误,从而确立了运动定义中限定语“就其……而言”的合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12#2

ἔστιν οὖν ὁ ὅλος συλλογισμός, ᾧ χρῆται δεικνὺς ὅτι ἄλλο τὸ ὑποκείμενον καὶ ἄλλο τὸ δυνάμει, κατηγορικὸς μὲν ἐν δευτέρῳ σχήματι τοιοῦτος καὶ ἐπὶ τῶν ἐναντίων ἐναργῶς συλλελογισμένος· τὸ ὑποκείμενον τοῖς ἐναντίοις δυνάμει ἕν ἐστι καὶ οὐχ ἕτερον· ἃ δύναται, ἀλλήλων ἕτερα, εἴπερ καὶ τὰ ἐνεργείᾳ· τὸ ἄρα ὑποκείμενον καὶ ἐνεργείᾳ ὂν οὐκ ἔστι ταὐτὸν οἷς δύναται· εἰ δὲ μὴ ταὐτόν, ἕτερον· πᾶν γὰρ ὃ μὴ ταὐτόν, ἕτερον. καὶ ὑποθετικῶς δὲ οὕτως ἔστι συνάγειν· εἰ τῶν ἐναντίων δυνάμει τῶν ἐν ἑνὶ ὑποκειμένῳ ἑκάτερον τῷ ὑποκειμένῳ ταὐτόν, καὶ ἀλλήλοις ἂν εἴη τὰ αὐτά· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἂν εἴη ταὐτά. εἰ δὲ ἄτοπον τὸ τὰ ἐναντία τὰ αὐτὰ εἶναι, καὶ τὸ ἡγούμενον ἄτοπον τὸ τῷ ὑποκειμένῳ τὸ αὐτὸ εἶναι ἑκάτερον τῶν ἐναντίων. Ὅτι δὲ οὐ ταὐτόν ἐστι τῷ λόγῳ τό τε δυνάμει καὶ τὸ δυνάμενον, κἂν τῷ ὑποκειμένῳ ταὐτὸν ᾖ, δείκνυσι καὶ διὰ παραδείγματος τοῦ χρώματος καὶ τοῦ ὁρατοῦ. τούτων γὰρ ἓν μὲν τὸ ὑποκείμενον, οἱ δὲ λόγοι διάφοροι. ἄλλο γὰρ τὸ ἐνεργείᾳ ὂν ἐν αὐτῷ τὸ χρῶμα, καὶ ἄλλο τὸ δυνάμει τὸ ὁρατόν. καὶ γάρ ἐστι χρῶμα μὲν τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, δι’ οὗ ὁρᾶται τὰ χρώματα, ἢ τὸ πέρας τοῦ διαφανοῦς ᾗ διαφανές, ὡς αὐτὸς ὡρίσατο. ἡ γὰρ ὄψις περαιωθεῖσα τὸ διαφανὲς τῷ χρώματι συμβάλλει.1 ὁρατὸν δέ ἐστι τὸ οἷόν τε ὁραθῆναι. καὶ ἔστι τοῦτο τῷ χρώματι συμβεβηκός. οὐκ ἔστι δὲ τὸ συμβεβηκὸς ταὐτὸν ᾧ συμβέβηκε. διὸ καὶ οἱ ὁριζόμενοι τὸ χρῶμα ἴδιον αἰσθητὸν ὄψεως ἀπὸ τοῦ συμβεβηκότος ὁρίζονται. οὐ γάρ ἐστιν αὕτη χρώματος οὐσία, ἀλλ’ ὁρατοῦ ὃ συμβέβηκε τῷ χρώματι. ὅτι δὲ οὐ ταὐτόν ἐστιν ὁρατῷ εἶναι καὶ χρώματι εἶναι, δῆλον καὶ ἐκ τοῦ τὸ μὲν ὁρατόν, εἰ καὶ χρῶμά ἐστιν, ἀλλ’ οὐ καθὸ χρῶμα λαμβάνεσθαι, ἀλλὰ κατὰ τὸ δυνάμενον ὁρᾶσθαι, τὸ δὲ χρῶμα οὐ κατὰ τὸ δυνάμει χρῶμα (οὔπω γὰρ ἐκεῖνο χρῶμα), ἀλλὰ κατὰ τὸ ἐνεργείᾳ. οὐ μέντοι οὐδὲ ᾗ ὁρᾶται τὸ ἐνεργείᾳ χρῶμα ἴσχει.2 ὁμοίως γάρ ἐστι τὸ λευκὸν κατὰ τὴν αὑτοῦ φύσιν ὁρώμενόν τε καὶ μή. ἔτι δὲ τὸ μὲν ὁρατὸν πρός τι (πρὸς γὰρ τὸ ὁρᾶν δυνάμενον), τὸ δὲ χρῶμα οὐ πρός τι, ἀλλὰ καθ’ αὑτό. οὐκ ἄρα τὸ χρῶμα καθὸ χρῶμα ὁρατόν ἐστιν, ἀλλ’ ἴδιον αὐτοῦ τὸ ὁρατόν, οὐ μέντοι ὁρισμός. ὁμοίως δὲ ἁμαρτάνουσι καὶ οἱ τὴν φωνὴν τὸ ἴδιον αἰσθητὸν ἀκοῆς ὁριζόμενοι· ἀκουστοῦ γὰρ οὗτος ὁρισμός, ὃ συμβέβηκε τῇ φωνῇ· οὐδὲ γὰρ αὕτη μόνη ἀκουστή, εἴγε καὶ ὁ ψόφος ἄλλος ὢν παρὰ τὴν φωνὴν ἀκουστός ἐστι. καὶ οἱ ἀέρα δὲ πεπληγμένον τὴν φωνὴν ἀποδιδόντες, ὥσπερ Διογένης ὁ Βαβυλώνιος, ἁμαρτάνουσι· σῶμα γὰρ οὕτως ἔσται ἡ φωνή, εἴπερ ἐν γένει τῷ ἀέρι ἐστί, καὶ τὸ πεπονθός, τουτέστι τὸν πεπληγμένον ἀέρα, ἀντὶ τοῦ πάθους, ὅπερ ἐστὶν ἡ πληγή, ἀποδιδόασι. καίτοι εἴπερ ἄρα κατὰ τὴν πληγὴν ἡ φωνή ἐστιν, ἀλλ’ οὐχὶ κατὰ τὸ πεπληγμένον. καὶ ἔστιν ἡ φωνή, ὡς ὁ Ἀλέξανδρός φησι, “πληγὴ προαιρετικὴ τοῦ ἐκπνεομένου ἀέρος διὰ τῶν φωνητικῶν ὀργάνων”. μήποτε δὲ οὐχ ἡ πληγή, ἀλλ’ ὁ ἀπὸ τῆς πληγῆς ἦχος. εἰ οὖν ταῦτα ἀληθῆ, οὐ ταὐτόν ἐστι τὸ χαλκῷ τε εἶναι καὶ δυνάμει ἀνδριάντι, ἀλλ’ ἓν μὲν τὸ ὑποκείμενον, διάφοροι δὲ οἱ λόγοι. ὥστε καλῶς ἀποδέδοται ἡ τοῦ δυνατοῦ κινεῖσθαι καθὸ δυνατὸν κινεῖσθαι ἐνέργεια κίνησις οὖσα. καὶ οὐδὲν ἡμᾶς ἡ ἔνστασις ἐνοχλήσει λοιπὸν ἡ ἀπὸ τοῦ τῶν κινουμένων τινά, εἴπερ καὶ κινοῦντα φαίνεται, ἐνεργείᾳ εἶναι. δέδεικται γὰρ κἀν τῷ ὑποκειμένῳ ταὐτὸν ᾖ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ κατὰ τὸ δυνάμει τὴν κίνησιν γίνεσθαι· ὥστε εὐλόγως πρόσκειται τὸ ᾗ.

因此,他用以表明基体与处于潜能中的事物彼此相异的整个推论,作为第二格中的直言推论是这样的,并且是在对立事物上被清晰推导出来的:“处于潜能中的诸对立事物的基体是一,而不是不同的;它所能够成为的事物彼此相异,既然处于现实中的事物也是如此;因此,处于现实中的基体与它所能够成为的事物并不是同一的;如果不同一,就是不同的;因为凡不同一的,就是不同的”。并且假言地也可以这样推论:“如果在同一个基体中处于潜能中的诸对立事物各自都与该基体同一,那么它们彼此之间也将是同一的;因为与同一事物同一者,彼此之间也必同一。但如果对立事物彼此同一是荒谬的,那么前件——即对立事物的每一者都与该基体同一——也是荒谬的”。 至于处于潜能中的事物与有能力的事物即使在基体上是同一的,在定义上却非同一,这一点他也通过颜色与可见物的例子指明了。因为对于它们而言,基体虽是一,定义却是不同的。因为在其内部现实存在着的颜色是一回事,而在潜能中的可见物则是另一回事。因为颜色即是使现实透明体(颜色即通过它而被看见)运动者,或者正如他自己所定义的那样,是透明体就其为透明体而言的极限。因为视觉穿过透明体而与颜色相遇。而可见物则是能够被看见的东西。这是颜色的偶性。但偶性并不与其所依附者同一。因此,那些把颜色定义为“视觉固有感觉对象”的人,也是从偶性出发来定义的。因为这并不是颜色的本质,而是依附于颜色的可见物的本质。而作为可见物存在与作为颜色存在并不是同一的,这从下述事实也显而易见:可见物虽然也是颜色,但并不是就其为颜色而被把握,而是依据能够被看见而被把握;相反,颜色并不是依据潜能上的颜色(因为那还不是颜色)而被把握,而是依据现实上的颜色而被把握。然而,颜色甚至也不是就其被看见而言才具有现实态。因为白无论是被看见还是不被看见,依其自身本性都是同样的。再者,可见物是相关物(因为它是相对于能够看见者而言的),而颜色则不是相关物,而是就其自身而言的。因此,颜色并非就其为颜色而言是可见的,可见物固然是其固有属性,但绝不是其定义。同样地,那些把声音定义为“听觉固有感觉对象”的人也犯了错误;因为这是可听物的定义,而可听物乃是声音的偶性;因为并非只有声音是可听的,既然噪音与声音不同也是可听的。而那些像巴比伦的狄奥根尼那样将声音表述为“被撞击的空气”的人也犯了错误;因为若空气是属,那么声音就会这样成为物体,而且他们是用受作用者(即被撞击的空气)代替了作用本身(即撞击)。然而,声音若确实存在,也是依据撞击,而不是依据被撞击者。正如亚历山大所说,声音乃是“通过发声器官对呼出空气的有意识的撞击”。或者,声音也许不是撞击本身,而是由撞击所产生的声响。因此,如果这些是真实的,那么作为青铜存在与作为潜能上的雕像存在并不是同一的,而是基体虽是一,定义却不同。因此,“能够被运动者就其能够被运动而言的现实活动即是运动”被阐明得极好。而且,源于“某些被运动者既然显现为也在运动他物,其本身乃处于现实中”的反驳,从此将完全不会困扰我们。因为已经表明,即使潜能中的事物与现实中的事物在基体上同一,运动也是依潜能而发生的;因此,“就其……而言”的附加是合乎情理的。

语法注2 条
  1. 3.12ἡ γὰρ ὄψις περαιωθεῖσα τὸ διαφανὲς τῷ χρώματι συμβάλλει

    动词 περαιόω 的被动(中间)分词 περαιωθεῖσα 支配具有空间跨度含义的内含宾格(通过宾格)τὸ διαφανές,意为“穿过/度过透明介质”。

  2. 3.12οὐ μέντοι οὐδὲ ᾗ ὁρᾶται τὸ ἐνεργείᾳ χρῶμα ἴσχει

    主语为 χρῶμα,τὸ ἐνεργείᾳ 作其宾语(“颜色甚至也不是就其被看见而言才具有现实态”)。下一句以“白无论是被看见还是不被看见,依其自身本性都是同样的”进行阐述,表明颜色的现实性并非由其被看见所赋予。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:425.4-426.15