- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:423.24-425.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修注解201a29关于“就其……而言”的限定以及健康与疾病的例子,借助第二格三段论和对置换位论证了现实与潜能即使在基体上同一,在定义上也是不同的,从而区分了事物本然的现实活动与依潜能的现实活动(运动)。
" Λέγω δὲ τὸ ᾗ ὧδε ἕως τοῦ εἴτε ὑγρότης εἴτε αἷμα ταὐτὸν καὶ ἕν." Καὶ ὅτι τὸ κινούμενον κατὰ τὸ ἐν αὐτῷ δυνάμει κινεῖται καὶ ὅτι ἔστι τι καὶ ἐνεργείᾳ ἐν τῷ κινουμένῳ καὶ οὐ κατ’ ἐκεῖνο κινεῖται τὸ κινούμενον, σαφῶς δείκνυσι διὰ τῶν παραδειγμάτων ἅμα προσαποδεικνύς, ὅτι κἂν τῷ ὑποκειμένῳ ταὐτὸν ᾖ τό τε ἐνεργείᾳ κατά τι ὂν καὶ τὸ κατ’ ἄλλο τι δυνάμει, ἀλλὰ τῷ γε λόγῳ ἕτερα καὶ οὐ ταὐτά ἐστι ταῦτα. καὶ τὸ μὲν εἰ ταὐτὸν ἦν ἁπλῶς εἶπεν ἀντὶ τοῦ παντοίως, ὥστε μὴ μόνον τῷ ὑποκειμένῳ ἓν εἶναι, ἀλλὰ καὶ τῷ λόγῳ. εἰ δὲ οὕτως εἶχε, φησίν, ἄτοπον ἄν τι ἐναργὲς ἠκολούθει τῷ λέγοντι τὴν κατὰ τὸ δυνάμει ἐνέργειαν τοῦ ἐνεργείᾳ ὄντος ταύτην εἶναι κίνησιν τὸ τὴν τοῦ ἐνεργείᾳ ὄντος ἐνέργειαν κατὰ τὸ ἐνεργείᾳ κίνησιν εἶναι,1 εἴπερ ταὐτὸν ἦν τῷ λόγῳ τὸ ἐνεργείᾳ καὶ τὸ δυνάμει. τὸ δὲ ἄτοπον, διότι τὸ ἐνεργείᾳ καθὸ ἐνεργείᾳ ἐστὶν ἀμεταβλήτους ἔχει τὰς οἰκείας ἐνεργείας. ὁ γὰρ χαλκὸς εἴ τι ὡς χαλκὸς ἐνεργεῖ, ἀλλὰ μὴ καθὸ ἄλλο τι δυνάμει ἐστίν, ἀμεταβλήτως ἐνεργεῖ καὶ ἀκινήτως. δοκεῖ δὲ τῇ ἀναιρέσει τοῦ ἡγουμένου ἀναιρεῖν τὸ ἑπόμενον2 διὰ τοῦ οὐκ ἔστι δὲ ταὐτὸν ὥσπερ εἴρηται. οὐ μέντοι οὕτως συνήγαγεν, ἀλλ’ ὡς ἑπόμενον τοῦτο τῷ τὴν τοῦ χαλκοῦ ᾗ χαλκὸς ἐντελέχειαν κίνησιν εἶναι. ὅτι δὲ οὐ ταὐτὸν τῷ λόγῳ τὸ ἐνεργείᾳ καὶ τὸ δυνάμει, δείκνυσιν ἐπὶ τῶν ἐναντίων δυνάμεων οὕτως· τὸ ἐνεργείᾳ ὂν καὶ ταῖς ἐναντίαις δυνάμεσιν ὑποκείμενον ὥσπερ τὸ σῶμα τῷ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι κάμνειν τὸ αὐτό ἐστι καὶ οὐχ ἕτερον· αἱ δυνάμεις οἷον τὸ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι νοσεῖν οὐχ αἱ αὐταὶ ἀλλ’ ἕτεραι· τὸ ἄρα ἐνεργείᾳ ὂν οὐ ταὐτόν ἐστι ταῖς ἐν αὐτῷ δυνάμεσιν, ἀλλ’ ἕτερον· πάντα γὰρ ἢ ταὐτὰ ἢ ἕτερα. ἐν δὲ τῷ δευτέρῳ σχήματι ἡ ἐρώτησις. τὸ δὲ οὐκ ἔστι δὲ ταὐτὸν ὥσπερ εἴρηται ὑπομιμνῄσκει τῶν περὶ τούτου πρότερον εἰρημένων. εἶπε δέ· “ἐπειδὴ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ κατὰ τὸ αὐτό” καὶ διὰ τοῦ οὐ γὰρ ταὐτὸν χαλκῷ τε εἶναι καὶ δυνάμει τινί. δείκνυσι δὲ ὅτι ἕτεραι αἱ δυνάμεις τοῦ ὑγιαίνειν καὶ κάμνειν ἐκ τοῦ τὰς ἐνεργείας ἑτέρας εἶναι. προλαβὼν γὰρ δυνάμει, ὅτι ὡς ἔχει τὰ ἐνεργείᾳ ἀντικείμενα ἑτερότητος ἕνεκεν καὶ ταὐτότητος, οὕτως ἔχει καὶ τὰ δυνάμει, συλλογίζεται ὑποθετικῶς κατὰ τὸν δεύτερον τρόπον οὕτως σὺν ἀντιθέσει ἀντιστρέφων·3 εἰ μὴ τὰ δυνάμει ἕτερα ἀλλὰ ταὐτά, καὶ τὰ ἐνεργείᾳ ταὐτὰ ἔσται, ὅπερ ἄτοπον· τὰ γὰρ ἐνεργείᾳ προφανῶς ἕτερά ἐστιν, ὥστε καὶ τὰ δυνάμει. καὶ δῆλον ὅτι αἴτια μὲν τὰ δυνάμει τῶν ἐνεργείᾳ ὡς προϋποκείμενα· δεῖ γὰρ πεφυκέναι καὶ οὕτως ἐνεργεῖν. προφανέστερα δὲ τῶν δυνάμει τὰ ἐνεργείᾳ. διὸ ἐκ τούτων ἔδειξεν ἐκεῖνα εἰπὼν καὶ γὰρ ἂν καὶ τὸ κάμνειν καὶ τὸ ὑγιαίνειν ταὐτὸν ἦν. εἰ γὰρ ταὐτὸν τὸ δύνασθαι, ταὐτὸν καὶ τὸ ἐνεργείᾳ, ὅπερ ἐναργῶς ἄτοπον φαίνεται. εἰ οὖν αἱ μὲν δυνάμεις ἕτεραι, τὸ δὲ ὑποκείμενον ταῖς δυνάμεσι τὸ αὐτό, οὐκ ἂν εἴη ταὐτὸν τὸ ἐνεργείᾳ ταῖς δυνάμεσιν, ὅπερ προέκειτο δεῖξαι. Τὸ δὲ εἴτε ὑγρότης εἴθ’ αἷμα τὸ ὑποκείμενον, ὅπερ ἐστὶ τὸ ὑγιαῖνον καὶ νοσοῦν, εἶπεν, ἐπειδὴ νῦν οὐ τοῦτο προὔκειτο ζητεῖν, ἐν τίνι τὸ ὑγιαίνειν καὶ νοσεῖν πρώτως, ὥσπερ ἐζήτουν τινές, ἆρα ἐν ὑγρότητι καὶ ἐν χυμοῖς ἁπλῶς ἢ ἐν αἵματι ὡς καὶ τοὺς ἄλλους ἔχοντι χυμούς, ἢ ἐν πνεύματι ὡς οἱ πολλοὶ τῶν παλαιῶν ἰατρῶν, ἢ ἐν τοῖς στερεοῖς, ἢ ἐν τῇ συμμετρίᾳ τῶν πρώτων ποιοτήτων· πολλαὶ γὰρ περὶ τούτου γεγόνασι δόξαι, τῶν μὲν τοῖς προσεχεστέροις ὡς πρώτοις προσβαλόντων, τῶν δὲ τοῖς μέσοις, τῶν δὲ καὶ μέχρι τῶν κυρίως πρώτων ἀναβεβηκότων, οἷος Ἱπποκράτης καὶ οἱ ἀπ’ αὐτοῦ εἰς τὰς πρώτας ποιότητας τῶν πρώτων στοιχείων ἀναδραμόντες.
“我所谓‘就其……而言’是这样说的”直到“无论体液还是血液,是同一且一的”。 被运动者是依据其内在的潜能而被运动的,而且在被运动者中也现实地存在着某种东西,而被运动者并非依据该东西而被运动,这两点他都通过诸例子清晰地指明了,同时还进一步论证道:即使就某方面处于现实中的东西与就另一方面处于潜能中的东西在基体上是同一的,然而在定义上它们却是不同的而非同一的。他说“如果单纯地是同一的”,这里的“单纯地”代替了“在任何方面”,以便不仅在基体上是一,而且在定义上也是一。他说,如果情况是这样,那么对于主张现实存在者依潜能的现实活动即是运动的人而言,就会得出一个明显的荒谬结论:即现实存在者依现实的现实活动是运动——如果现实存在与潜能存在确实在定义上是同一的。之所以荒谬,是因为现实存在者就其现实而言,其固有的诸现实活动是不可改变的。因为青铜若是作为青铜而进行某种活动,但只要不是就其潜能上是某种他物而活动,其活动就是不可改变且不可运动的。然而,他似乎通过“但正如已说过的,它们并非同一”借由否定前件来否定后件。但他并不是这样推论的,而是将这看作是“青铜作为青铜的完全现实态是运动”这一断言的归结。而他在对立的诸潜能上表明现实存在与潜能存在并不在定义上同一,方式如下:处于现实中并且作为对立诸潜能之基体的东西,正如身体相对于能够健康与能够患病,是同一的而非不同的;而诸潜能,例如能够健康与能够患病,则不是同一的而是不同的;因此,现实存在者与其内部的诸潜能不是同一的,而是不同的;因为一切事物要么同一,要么不同。而这一论证是在第二格中进行的。至于“但正如已说过的,它们并非同一”,则提醒了人们此前关于此事所说的话。他说:“因为某些事物在潜能上和在完全现实态上都是同一的,但并非同时或并非在同一方面”,以及通过“因为作为青铜存在与作为某种潜能存在不是同一的”。他从诸现实活动不同这一事实表明,健康与患病的诸潜能是不同的。因为他暗中预先设定:正如在现实中对立的事物在异质性与同一性上具有何种关系,在潜能中的事物也具有何种关系,然后他依第二式进行假言推论,带有反命题地对置换位如下:“如果潜能中的事物不是不同的而是同一的,那么现实中的事物也将是同一的,这是荒谬的;因为现实中的事物显然是不同的,因此潜能中的事物也是[不同的]”。显然,潜能中的事物作为预先存在的基底,是现实中事物的原因;因为必须先具有自然本性,然后才以此方式现实活动。但现实中的事物比潜能中的事物更为明显。因此他由前者指明了后者,说道:“因为患病与健康甚至也会是同一的”。因为如果具有潜能是同一的,现实中的事物也将是同一的,而这显然显得荒谬。因此,如果诸潜能是不同的,而处于诸潜能之下的基体是同一的,那么现实存在者就不会与诸潜能同一,这正是所提出来要表明的。 至于他说“基体,即健康者与患病者,无论是体液还是血液”,是因为当下所要探究的并不是健康与患病首要地存在于何物之中——正如某些人曾探究的那样:究竟是单纯地存在于体液和诸体液中,还是存在于包含其他体液的血液中,抑或如许多古代医家所认为的存在于精气中,抑或存在于固体[部分]中,抑或存在于原初诸性质的均衡中。因为关于此事产生了许多意见:有些人着眼于较邻近之物并将之视为原初之物,有些人着眼于中间之物,有些人甚至上溯到真正原初之物,例如希波克拉底及其学派追溯至原初元素的最初性质。
- 3.12τὸ τὴν τοῦ ἐνεργείᾳ ὄντος ἐνέργειαν κατὰ τὸ ἐνεργείᾳ κίνησιν εἶναι
该带冠词不定式短语在句中作主语,而非修饰成分。整体句式骨架为 ἄτοπον ἄν τι ἐναργὲς ἠκολούθει τῷ λέγοντι [...] τὸ ... εἶναι,意即“现实存在者的活动是运动这一情况(τὸ ... εἶναι),对于如此主张者(τῷ λέγοντι)而言本会作为一个明显的荒谬结论(ἄτοπον ... τι ἐναργές)而随之产生”。
- 3.12δοκεῖ δὲ τῇ ἀναιρέσει τοῦ ἡγουμένου ἀναιρεῖν τὸ ἑπόμενον
此处说明了亚里士多德推理在表面上似乎犯了“否定前件以否定后件”的形式谬误这一论辩结构。辛普里修在紧接其后的 οὐ μέντοι οὕτως συνήγαγεν 中澄清,亚里士多德并非作此谬误推论,而是采用归谬法的否定后件律(modus tollens)来反驳“青铜作为青铜的现实态即是运动”这一假设。
- 3.12σὺν ἀντιθέσει ἀντιστρέφων
这是指逻辑学中“对置换位(contraposition)”的术语表达。带有对立/矛盾(σὺν ἀντιθέσει)进行换位(ἀντιστρέφειν),指从“若P则Q”推导出“若非Q则非P”。此处指在假言三段论第二式(否定后件律)中,由“潜能同一则现实同一”反向推导出“现实不同则潜能不同”。
