← 辛普里丘

亚里士多德《物理学》注释

§422.10-423.23

运动的补充定义与异文辨析

辛普里丘注解了亚里士多德对运动的补充定义(201a27),对比了阿斯帕修传承的文本与亚历山大所支持的异文(增补“无论是自身还是他物”),并探讨了自然运动、强迫运动与技术运动的区分以及自发运动的内在结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11

" Ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ ἕως τοῦ κίνησίς ἐστι." Διὰ τῶν προειρημένων καὶ τὴν ἔνστασιν λύσας τὴν φερομένην πρὸς τὴν πρώτην ἀπόδοσιν τῆς κινήσεως καὶ προυπομνήσας, ὅτι τὰ φυσικὰ οὐ μόνον ἐστὶ δυνάμει ἀλλὰ καὶ ἐνεργείᾳ, τελειότερον ἀποδίδωσι τὸν ὁρισμὸν προστιθείς, ὅτι τὸ δυνάμει ἐκεῖνο οὗ ἐστιν ἐνέργεια ἡ κίνησις οὐ μόνον δυνάμει ἐστίν, ἀλλ’ ἔστι μέν τι πάντως καὶ ἐνεργείᾳ, εἴπερ ἔστι τις τῶν ὄντων φύσις ὡρισμένη, ἡ δὲ κίνησις ἐνέργεια αὐτοῦ ἐστιν, οὐ καθὸ ἐνεργείᾳ ἐστίν. ἠρεμεῖ γὰρ κατὰ τοῦτο. καὶ κινεῖ μᾶλλον, ἀλλ’ οὐχὶ κινεῖται ἢ μεταβάλλεται. διχῶς δὲ φέρεται ἡ τῆς λέξεως ταύτης γραφὴ κατὰ μὲν τὸν Ἀσπάσιον καὶ Θεμίστιον καὶ τὰ πολλὰ τῶν ἀντιγράφων οὕτως· ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ, οὐχ ᾗ αὐτὸ ἀλλ’ ᾗ κινητόν, κίνησίς ἐστι. κατὰ δὲ Ἀλέξανδρον καὶ Πορφύριον οὕτως· ἡ δὴ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ τι ὂν ἐνεργῇ, ἤτοι αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστιν. οἶδε δὲ καὶ τὴν Ἀσπασίου γραφὴν ὁ Ἀλέξανδρος, ἀλλ’ ἀρέσκεται ταύτῃ μᾶλλον, ὡς προστιθείσῃ τινὰ καὶ διαφορὰν τῆς κινήσεως. τὸ γὰρ αὐτὸ ἢ ἄλλο προσκείμενον δηλωτικόν ἐστι τοῦ τινὰ μὲν κίνησιν ἐξ ἑαυτοῦ ἐνέργειαν εἶναι κατὰ τὸ δυνάμει,1 ὡς τὴν αὔξησιν καὶ μείωσιν ἔνδοθεν οὖσαν, καὶ τὴν κατὰ τόπον φυσικὴν φορὰν καὶ τὴν καθ’ ὁρμὴν τῶν ζῴων μετάβασιν· ὑπ’ ἄλλου δέ, ὡς τὰ βίᾳ κινούμενα καὶ τὰ κατὰ τέχνην πάντα γινόμενα. καὶ ἔστι τὸ μὲν ἐνεργεῖν τὸ δὲ ἐνεργεῖσθαι. κοινὸν δὲ ἐπ’ ἀμφοῖν ἡ ἐνέργεια ἡ κατὰ τὸ δυνάμει, ἥτις οὐδὲν ἧττον πάθος ἐστὶν ἢ ἐνέργεια. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε ἡ βίαιος καὶ ἡ κατὰ τέχνην οὐκ ἔστι φυσικὴ κίνησις, νῦν δὲ περὶ τῆς φυσικῆς ἐστιν ὁ λόγος, ἧς ἀρχὴ ἡ φύσις. καὶ γὰρ ἡ βίαιος κίνησις οἷον ἡ ἐπὶ τὸ ἄνω τῆς βώλου οὐδὲ κατὰ τὸ δυνάμει καὶ πεφυκὸς γίνεται· οὐ γὰρ ἂν ἦν βίαιος, εἰ μὴ ἄρα ἔστι τι καὶ πρὸς τὸ βίᾳ δυνάμει καὶ πεφυκός.2 οὐδὲ γὰρ βιάζεσθαι πᾶν εἰς πᾶν δύναται. μήποτε δὲ τὰ ἐξ ἑαυτῶν κινούμενα οὐκ ἔστι κινούμενα μόνως, ἀλλὰ διπλᾶ ὄντα τὸ μὲν κινοῦν ἐν ἑαυτοῖς ἔχει τὸ δὲ κινούμενον· ὡς ἐπὶ τῆς τῶν ζῴων καθ’ ὁρμὴν μεταβατικῆς κινήσεως σαφῶς ὁρᾶται κινοῦσα μὲν ἡ ψυχὴ καὶ ἀκίνητος οὖσα, κινούμενον δὲ τὸ σῶμα. οὕτως δὲ καὶ τὸ αὐξόμενον καὶ τὸ κατὰ τόπον μεταβάλλον ἄλλο μὲν ἔχει τὸ αὖξον καὶ μεταφέρον, εἴτε τὴν φύσιν τὴν αὐξητικὴν καὶ κατὰ τόπον κινητικήν, εἴτε καὶ ἄλλο τι ὃ καὶ τὴν φύσιν συναύξει καὶ συμμετατίθησιν, εἴπερ καὶ αὐτὴ κινεῖται οὐχ ὑφ’ ἑαυτῆς. καὶ εἰ ταῦτα κρατοίη, πάντως τὸ κινούμενον ἐξ ἄλλου κινεῖται καὶ οὐκ ἐξ ἑαυτοῦ. καὶ μάλιστα κατὰ τοὺς μὴ βουλομένους τὸ αὐτοκίνητον ἐφ’ ἑνὸς τοῦ αὐτοῦ θεωρεῖν, ἀλλὰ μερίζοντας εἰς τὸ κινοῦν καὶ κινούμενον. καὶ ἴσως ἀσφαλεστέρα ἐστὶν ἡ τοῦ Ἀσπασίου γραφή. εἰ δὲ ἔχει τινὰ λόγον καὶ ἡ κατὰ τὸν Ἀλέξανδρον προσθήκη, τὸ ἐξ ἑαυτοῦ οὐχ ὡς ἐφ’ ἑνὸς ἀκουστέον, ἀλλ’ ὡς ἔνδον ἔχοντος τὸ κινοῦν αἴτιον, εἰ καὶ ἄλλο παρὰ τὸ κινούμενόν ἐστιν, ὡς ἡ ψυχὴ καὶ ἡ φύσις. καὶ ἀντιδιαιρεῖται τοῦτο τῷ ἐξ ἄλλου καὶ ἔξωθεν ἐναργῶς, ὡς ἐπὶ τῶν βίᾳ καὶ τῶν τεχνικῶς κινουμένων ὁρᾶται. μήποτε δὲ τὸ ἐξ ἄλλου οἰκειότερόν ἐστιν ἐπὶ τῶν ἔξωθεν μὲν ἀλλὰ φυσικῶς κινουμένων, οἷον ὅταν ἐξ ὕδατος πυρουμένου ἀὴρ γίνηται καὶ πῦρ, καὶ ἐπὶ τῶν ἀλλοιουμένων. οὐκ οἶδα μέντοι, διὰ τί οἴεται ὁ Ἀλέξανδρος ταύτῃ μᾶλλον τῇ γραφῇ συνᾴδειν τὰ ἐφεξῆς λεγόμενα ἢ τῇ ἑτέρᾳ· οὐδαμοῦ γὰρ οἶμαι τὸ ἐξ αὐτοῦ ἐν τοῖς παραδείγμασι διαφαίνεσθαι τεχνικοῖς οὖσιν, εἰ καὶ ἡ ὑγεία καὶ ἡ νόσος ἔχει τι φυσικόν.

“而潜能存在者的[现实活动],当作为现实存在者现实活动时”直到“即是运动”。 通过前述诸事,他既化解了针对运动之最初表述所提出的反驳,又预先提醒我们自然事物不仅处于潜能中,而且也处于现实中,在此之后,他更完满地给出了定义,并补充道:运动作为其现实活动的那个潜能存在者,不仅处于潜能中,而且如果存在者之中确实存在某种被限定的本性,它必定在任何方面也现实地是某种东西,而运动是它的现实活动,但并非就其处于现实中而言的现实活动。因为就此而言它是静止的。并且它宁可说是在施加运动,而不是被运动或改变。 而这一字句的异文流传有两种方式:依阿斯帕修和忒弥斯修以及大多数抄本,是这样的:“而潜能存在者的[现实活动],当作为现实存在者现实活动时,若非作为自身而是作为可运动者[现实活动],即是运动。”但依亚历山大和波菲利,则是这样的:“确实,潜能存在者的[现实活动],当作为现实地存在的某种东西现实活动时,无论是自身还是他物,若作为可运动者[现实活动],即是运动。”亚历山大也知晓阿斯帕修的异文,但他更赞同这一种,认为它还补充了运动的某种差别。因为“无论是自身还是他物”这一附加表明:一种运动是依潜能而来自自身的现实活动,正如增长与衰减来自内部,以及空间中的自然位移和动物依冲动的移位;而另一种运动则是由他物引起的,正如受强迫运动的事物和依技术生成的一切事物。并且,前者是施动,后者是受动。但对于两者而言,共同之处在于依潜能的现实活动,它同样是承受,并不亚于作为现实活动。 然而值得注意的是,强迫的运动和依技术的运动或许并不是自然运动,而当下的讨论是关于以自然为本原的自然运动。因为强迫的运动,例如土块向上的运动,甚至不是依据潜能和本性适宜者发生的;因为〔若是那样〕它就不会是强迫的了,除非对于受强迫之物确实也有某种潜能和本性适宜者。因为并非一切事物都能被强迫成为一切事物。抑或,由自身运动的事物并非仅仅是被运动者,而是由于具有双重性,在自身内既有运动者又有被运动者;正如在动物依冲动的移位运动中可以清楚地看到,灵魂不动却施加运动,而身体承受运动。同样,增长者和在空间中改变位置者也有令其增长和运送它的另一物,无论那是具有增长性和空间运动性的自然,抑或是由于自然本身并非由自身运动而使自然一同增长、一同移位的某种其他事物。如果这些论点成立,被运动者无论如何都是由他物运动而非由自身运动。尤其是按照那些不愿在单一且同一者中看待自发运动者,而是将其区分为运动者和被运动者的人来说,更是如此。或许阿斯帕修的异文更为稳妥。但如果依亚历山大的增补也有某种道理,“由自身”绝不能被理解为处于单一者中,而必须被理解为在内部拥有运动原因,即使它与被运动者不同,如灵魂与自然那样。而这显然与由他物且从外而来的运动相对立,正如在受强迫和技术性运动的事物中所见到的那样。抑或,“由他物”在那些虽从外部但自然地被运动的事物中更为切合,例如当水受热而生成空气和火时,以及在受质变的事物中。然而我不知道,亚历山大为何认为随后所说的话与这一异文比与另一异文更为契合;因为我认为在那些作为技术性的例子中,“由自身”绝未显现出来,即使健康和疾病具有某种自然之物。

语法注2 条
  1. 3.11δηλωτικόν ἐστι τοῦ τινὰ μὲν κίνησιν ἐξ ἑαυτοῦ ἐνέργειαν εἶναι κατὰ τὸ δυνάμει

    形容词 δηλωτικόν 支配属格冠词引导的不定式短语 τοῦ εἶναι 作为补足语,该不定式内部包含带主语宾格(τινὰ μὲν κίνησιν)与表语(ἐνέργειαν)的“宾格与不定式”结构。

  2. 3.11εἰ μὴ ἄρα ἔστι τι καὶ πρὸς τὸ βίᾳ δυνάμει καὶ πεφυκός

    紧接在反事实推论(οὐ γὰρ ἂν ἦν βίαιος)之后,连词短语 εἰ μὴ ἄρα(“除非确实……”)引导一个具有让步或反讽意味的例外条件从句。介词短语 πρὸς τὸ βίᾳ 作状语修饰 δυνάμει 与分词 πεφυκός。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:422.10-423.23