← 辛普里丘

亚里士多德《物理学》注释

§421.4-422.9

自发运动的灵魂与不动推动者的调和

辛普里丘论证了柏拉图的“自发运动的灵魂”与亚里士多德的“不动的运动者”在实质上是一致的,二者的分歧仅仅在于对“运动”一词适用范围的术语使用不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#2

ὁ γὰρ Πλάτων ἑτεροκίνητα νομίζων τὰ σώματα, ὥσπερ καὶ Ἀριστοτέλης, ὑπὸ ψυχῆς αὐτὰ προσεχῶς αὐτοκινήτου κινεῖσθαί φησι. καὶ ὅτι μὲν ὑπὸ ψυχῆς κινεῖται καὶ τὰ οὐράνια πάντα προσεχῶς, ὁμολογεῖ καὶ Ἀριστοτέλης σαφῶς ἔμψυχα λέγων αὐτὰ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ, ἐν οἷς ἀπορήσας τινὰ περὶ τῶν ἄστρων βαθέως μέλλων λύειν τὴν ἀπορίαν “ἡμεῖς, φησίν, ὡς περὶ σωμάτων αὐτῶν καὶ μονάδων τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν διανοούμεθα· δεῖ δὲ ὡς μετεχόντων ὑπολαμβάνειν πράξεως καὶ ζωῆς”. λέγει δὲ αὐτὰ μετὰ τοῦ ὅλου οὐρανοῦ κινεῖσθαι ἐνδεδεμένα ἐν αὐτῷ. τὴν δὲ ζωὴν μετὰ τὴν ἐμψυχίαν ὁ Ἀριστοτέλης εἰδὼς τὰ ζῶντα ζῷα οἶδεν. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης ἀκίνητον εἶναί φησι τὴν ψυχὴν τὰς φυσικὰς πάσας αὐτῆς ἀναιρῶν κινήσεις. καὶ ὁ Πλάτων δὲ αὐτοκίνητον αὐτὴν ἀποδείκνυσιν ὡς κινουμένην μὲν ὑφ’ ἑαυτῆς, ταῖς δ’ ἑαυτῆς κινήσεσι κινοῦσαν τὰ σώματα οὐχὶ φυσικαῖς οὔσαις ἀλλ’ ἐνεργείαις ψυχῆς μεταβατικαῖς, διὸ καὶ κινουμέναις. ὅτι γὰρ οὐ κατὰ φυσικὴν κίνησιν κινεῖσθαί φησι ὁ Πλάτων τὴν ψυχήν, ἄκουε τῶν ἐν τῷ δεκάτῳ τῶν Νόμων εἰρημένων· “ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν ταῖς ἑαυτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι ἐπιμελεῖσθαι σκοπεῖσθαι βουλεύεσθαι δοξάζειν ὀρθῶς ἐψευσμένως.” ὥστε καὶ ἡ ψυχὴ ἀκίνητός ἐστιν ἐκείνην τὴν κίνησιν ἣν κινεῖ.1 καὶ ὁ Ἀριστοτέλης τῷ Πλάτωνι κατακολουθῶν τὸ πρώτως κινοῦν ἀκίνητον εἶναί φησι, τὴν μὲν ψυχὴν ὡς ἀκίνητον ἣν κινεῖ κίνησιν, τὸν δὲ νοῦν ὡς καὶ κατὰ τὰς ἐνεργείας ἀμετάβατον. ἐπειδὴ γὰρ δεῖ πρὸ μὲν τοῦ ἑτεροκινήτου εἶναι τὸ αὐτοκίνητον προσεχὲς αἴτιον τοῦ ἑτεροκινήτου, πρὸ δὲ τοῦ ὁπωσοῦν κινουμένου 〈τὸ〉 οὔτε ὑπ’ ἄλλου οὔτε ὑφ’ ἑαυτοῦ,2 τὸ ἀκίνητον αἴτιον καὶ τῷ αὐτοκινήτῳ τοῦ εἶναι καὶ κινεῖσθαι, διότι τὸ αὐτοκίνητον διπλόην ἔχον καὶ τὸ ποιεῖν μετὰ τοῦ πάσχειν ἐμφαῖνον οὐκ ἔστιν ἱκανὸν εἰς ἀρχῆς λόγον, εἴτε ἡ ψυχὴ τὸ πρώτως κινοῦν ἐστιν, ἀκίνητος δείκνυται καὶ αὕτη κατὰ πᾶσαν κίνησιν ἣν κινεῖ, εἴτε ὁ νοῦς, ἀκίνητός ἐστιν οὗτος κατὰ πᾶσαν μεταβατικὴν κίνησιν. καὶ οὐδὲν ἐν τούτοις ἐστὶ διάφωνον Πλάτωνι καὶ Ἀριστοτέλει πλὴν τοῦ ὀνόματος τοῦ αὐτοκινήτου, ὅτι ὁ μὲν Πλάτων αὐτοκίνητον τὴν ψυχὴν καλεῖ, ὁ δὲ Ἀριστοτέλης τὸ ζῷον κινοῦν μὲν κατὰ τὴν ψυχὴν ἀκίνητον οὖσαν ἣν κινεῖ κίνησιν, κινούμενον δὲ κατὰ τὸ σῶμα. καὶ ἀκόλουθόν ἐστι τοῦτο τῷ Ἀριστοτέλει μὴ ἀξιοῦντι κίνησιν ἄλλην ὀνομάζειν πλὴν τῶν φυσικῶν. διὸ οὐδὲ τὰς μεταβατικὰς ἐνεργείας τῆς ψυχῆς κινήσεις ἀξιοῖ καλεῖν, τοῦ Πλάτωνος πρῶτον μὲν λέγοντος εἶδος κινήσεως, ὡς κάτωθεν εἰπεῖν, τὸ πλημμελὲς καὶ ἄτακτον κατὰ τὴν προέμφασιν τῶν εἰδῶν διασειομένης τῆς γενέσεως, δεύτερον δὲ τὸ τῶν φυσικῶν, καὶ τρίτον τὸ μεταβατικὸν τῶν ψυχικῶν ἐνεργειῶν, τέταρτον τὸ τοῦ νοῦ ἀμετάβατον μέν, εἰς ἐνέργειαν δὲ ἀπὸ τοῦ εἶναι διανιστάμενον.

因为柏拉图正如亚里士多德一样,认为物体是由他物运动的,因而说它们是由自发运动的灵魂直接运动的。并且天上的万物也是由灵魂直接运动的,亚里士多德在《论天》第二卷中也明确说它们是有灵魂的而承认了这一点;在该处他就诸天体提出某些疑难后,打算深刻地解决这一疑难,他说:“我们把它们当作仅仅是物体和拥有某种秩序的单位,且完全是无灵魂的去思考;但应当把它们理解为分有行动和生命的。”并且他说,天体固定在全天之中,与全天一同运动。而亚里士多德既然知道生命随有灵魂而来,便知晓活着的事物即是动物。然而,亚里士多德排除了灵魂的所有自然运动,称灵魂是不动的。而柏拉图证明灵魂是自发运动的,指它由自身运动,并通过自身的运动来运动诸物体,而这些自身的运动并非自然运动,而是灵魂的移位性现实活动,因此也是被运动的。因为关于柏拉图并非依据自然运动说灵魂被运动这一点,请听《法律篇》第十卷中所说的:“灵魂确实通过自身的运动引导天上的一切,这些运动的名字就是意愿、关照、审视、决断、正确地或错误地形成意见。”因此,灵魂就其所赋予的那个运动而言也是不动的。亚里士多德追随柏拉图,称首要的运动者是不动的,他将灵魂视为就其所赋予的运动而言不动,而将理智视为在其现实活动上也是无移位的。因为,既然在由他物运动者之前必然存在作为由他物运动者的直接原因的自发运动者,而在以任何方式被运动者之前,必然存在既不被他物也不被自身[运动之物],即自发运动者存在和运动的不动原因——这是因为自发运动者具有双重性,显明了施动伴随着受动,不足以作为本原的根据——因此,无论首要运动者是灵魂,它就其所赋予的一切运动而言也被证明是不动的;无论它是理智,它就一切移位运动而言都是不动的。在这些事情上,柏拉图与亚里士多德之间除了“自发运动者”这一名称之外毫无分歧:柏拉图称灵魂为自发运动的,而亚里士多德则称动物为自发运动者,它依据在其赋予的运动上是不动的灵魂施加运动,依据物体承受运动。这对于不主张将自然运动之外的任何事物命名为运动的亚里士多德来说是首尾一贯的。因此,他甚至不主张将灵魂的移位性现实活动称为运动;而柏拉图若自下而言之,则称第一种运动形式为生成依照各形式的预先显现被震荡时的不谐调且混乱的运动,第二种为自然事物的运动,第三种为灵魂现实活动的移位性运动,第四种为理智的虽无移位却从存在被唤醒进入现实活动的运动。

语法注2 条
  1. 3.10ἐκείνην τὴν κίνησιν ἣν κινεῖ

    同族宾语(内宾语)短语 ἐκείνην τὴν κίνησιν 及其关系从句 ἣν κινεῖ 与谓语形容词 ἀκίνητος 结合,起到了类似表范围或方面的宾格的作用,意为“灵魂就其所施加的那个运动而言是不动的”。ἣν 作为及物动词 κινεῖ 的同族宾语。

  2. 3.10πρὸ δὲ τοῦ ὁπωσοῦν κινουμένου 〈τὸ〉 οὔτε ὑπ’ ἄλλου οὔτε ὑφ’ ἑαυτοῦ

    包含校勘补入词 〈τὸ〉 的对称省略结构。它与前文的 πρὸ τοῦ ἑτεροκινήτου εἶναι τὸ αὐτοκίνητον(在他动者之前必有自动者)并列,形成 πρὸ δὲ τοῦ ὁπωσοῦν κινουμένου[εἶναι]〈τὸ〉 οὔτε ὑπ’ ἄλλου οὔτε ὑφ’ ἑαυτοῦ[κινούμενον]的省略结构,其后紧接的 τὸ ἀκίνητον αἴτιον 则作其同位语说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:421.4-422.9