← 辛普里丘

亚里士多德《物理学》注释

§420.1-421.4

凡推动者皆受动之说与对柏拉图的诠释

针对亚里士多德在201a25中关于“有人认为凡运动别物者皆被运动”的表述,辛普利丘指出该见解原本属于唯物论自然哲学家和斯多亚派,并通过阐明柏拉图哲学中一、理念与理智在自然运动意义上的不动性,对亚历山大将此说归于柏拉图的观点进行了批判性考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10#1

" Δοκεῖ μὲν οὖν τισι πᾶν κινεῖσθαι τὸ κινοῦν ἕως τοῦ ἔστι γάρ τι τῶν κινούντων καὶ ἀκινήτων τι." Εἰπὼν ὅτι ἔνια καὶ δυνάμει ἐστὶ καὶ ἐνεργείᾳ καὶ διὰ τοῦτο κινούμενα κατὰ τὸ δυνάμει κινεῖ κατὰ τὸ ἐνεργείᾳ, οὐ μέντοι πάντα τοιαῦτά ἐστι τὰ ὄντα, ἀλλ’ ἔστι τινὰ μόνως ἐνεργείᾳ ὄντα καὶ οὐ δυνάμει, ἅπερ δηλονότι μόνως κινοῦντά ἐστι καὶ οὐχὶ κινούμενα, εἰκότως ἐπήγαγεν ὅτι τισὶ δοκεῖ μὴ εἶναί τι κινοῦν ἀκίνητον, ἀλλὰ πᾶν τὸ κινοῦν κινεῖσθαι, οὗπερ αὐτὸς ἐν τῷ πέρατι τῆσδε τῆς πραγματείας τὸ ἐναντίον ἀποδείξει, εἰς ὃ καὶ ἀνεβάλετο τὴν περὶ τούτου ζήτησιν. καὶ δῆλον ὅτι ταύτης εἰσὶ τῆς δόξης τῶν τε παλαιῶν φυσιολόγων ὅσοι σωματικὴν ἢ μίαν ἢ πλείους ὑπέθεντο τὴν ἀρχήν, καὶ τῶν νέων οἱ Στωικοί, κατὰ γὰρ τὴν τῶν ἀρχῶν διάκρισιν ἢ σύγκρισιν ἢ ἀλλοίωσιν ἔλεγον οἱ πάλαι γίνεσθαι τὰ γινόμενα. ὁ δὲ Ἀλέξανδρος Πλάτωνος εἶναι τὴν δόξαν φησί. καὶ ὅτι μὲν τὸ ἓν καὶ τἀγαθὸν καὶ ὅλως τὸ πρῶτον αἴτιον, κινοῦν πρὸς ἑαυτὸ πάντα ὡς ἐφετόν, ἀκίνητον εἶναί φησιν ὁ Πλάτων, δηλοῖ σαφῶς τὰ κατὰ τὴν πρώτην ὑπόθεσιν τοῦ Παρμενίδου λεγόμενα· μετὰ γὰρ τὸ ἑκάστην τῶν κινήσεων ἀνελεῖν ἀπ’ αὐτοῦ ἐπάγει “κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον”. καὶ τὰς ἰδέας δὲ αὐτὸς Ἀλέξανδρος ὁμολογεῖ ἀκινήτους λέγειν τὸν Πλάτωνα· διὸ καὶ σύγκρισίν τινα τῶν Πλατωνικῶν λόγων οἴεται ἀποδεικνύναι.1 “εἰ γὰρ τὸ νοεῖν, φησί, κινεῖσθαί ἐστι κατὰ τοὺς Πλατωνικοὺς τὸ νοεῖσθαι κινεῖν ἐστιν· εἰ οὖν νοοῦνται αἱ ἰδέαι, κινοῦσιν· εἰ οὖν πᾶν τὸ κινοῦν καὶ κινεῖται, ἔσονται καὶ αἱ ἰδέαι κινούμεναι. καίτοι ἀκινήτους αὐτὰς ὑποτίθενται.” ἀλλ’ ὅτι μὲν τὸ νοεῖν κατ’ οὐδὲν λέγεται εἶδος τῶν φυσικῶν κινήσεων κινεῖσθαι εἶναι, ἀλλὰ κατὰ τὸ ἐνεργεῖν, ὅπερ καὶ Ἀριστοτέλης μαρτυρεῖ τῷ νῷ, τῇ οὐσίᾳ ἐνέργειαν αὐτὸν εἶναι λέγων, παντὶ πρόδηλον. καὶ γὰρ ἐν Τιμαίῳ πᾶν τὸ ὂν ὁ Πλάτων ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν φησίν· οὐδὲν δὲ τῶν κινουμένων ἢ κατ’ οὐσίαν ἢ κατὰ ποσότητα ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν δύναται. ὥστε καὶ ὅταν ἐν Νόμοις λέγῃ “κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς”,2 οὐ μεταβατικὴν κίνησιν μαρτυρεῖ τῷ νῷ οὔτε καθ’ ὅλον οὔτε κατὰ μέρη, ἀλλ’ ἐνεργητικήν, κίνησιν δὲ ὅλως λεγομένην κατὰ τὴν ζωτικὴν ἀπὸ τοῦ εἶναι πρὸς τὸ ἐνεργεῖν διανάστασιν. ὥστε τὸ ἀκίνητον εἶναι τὸν νοῦν κατὰ τὰς φυσικὰς κινήσεις παρὰ τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης ἔχει μαθών”.3 Ἀλλ’ εἴπερ ἄρα πρὸς Πλάτωνα ὁ λόγος τείνει, εἰς τὴν περὶ ψυχῆς αὐτοῦ δόξαν ἀποβλέπειν ἔοικεν.

“有些人认为凡是运动别物的都被运动”至“因为在运动别物者之中,也有某种不动之物”。 在指出某些事物既处于潜能中又处于现实活动中,并因此依照其潜能承受运动的同时依照其现实活动施加运动,然而并非所有存在者皆是如此,而是有些事物仅仅在现实活动中存在而不在潜能中,这些事物显然只是运动别物者而非被运动者之后,他[亚里士多德]合乎情理地补充说:在有些人看来,不存在不动的运动者,而是凡是运动别物的皆被运动。〔亚里士多德〕本人将在本著作的末尾证明与此相反的论点,关于此事的探究他也推迟到了那时。显而易见,古代自然哲学家中凡是将本原假定为单一个或多个物体之物的人,以及近代人中的斯多亚派,都持有这种见解;因为古人曾说,生成之物是依照本原的分离、结合或质变而生成的。然而亚历山大说,这一见解属于柏拉图。而柏拉图说一与善、总括而言第一原因在将万物作为愿望的对象引向自身的同时自身是不动的,这一点在《巴曼尼得斯篇》第一假设下的论述中被清楚地表明;因为在从它身上排除了各种运动之后,他[柏拉图]补充道:“因此依照任何运动,一都是不动的。”并且亚历山大本人也承认,柏拉图称诸理念是不动的;因此他[亚历山大]也认为自己证明了柏拉图诸论说之间的某种冲突:“他说,因为如果依照柏拉图学派的看法,知解就是被运动,那么被知解就是施加运动;那么如果理念被知解,它们就在施加运动;因此,如果凡施加运动者也皆被运动,那么理念也将成为被运动之物。然而他们却假定它们是不动的。”但是,所谓知解绝不是依照自然运动的任何一种形式被称为被运动,而是依照进行现实活动而言的,这一点对于任何人都是显而易见的,正如亚里士多德对理智所作的见证一样,他说理智在其本性上就是现实活动。因为在《蒂迈欧篇》中,柏拉图也说凡存在之物总是保持在同一状态且以同样方式存在;但无论在实体、数量、性质还是位置上被运动之物,没有一个能够总是保持在同一状态且以同样方式存在。因此,即使当他在《法律篇》中说“以相同的方式、同样地、关于相同的事物、朝向相同的事物,依照单一的比例和单一的秩序,两者——即理智以及在同一位置运行的运动——被比作车床旋成之球体的转动而在运动”时,他也并非就整体或就各部分见证了理智具有移位运动,而是见证了一种活动的运动,并且总括而言被称为运动是依照从存在向现实活动的生命性觉醒而言的。因此,理智在自然运动方面是不动的,这是亚里士多德从柏拉图那里学来并保持的观点。然而,如果这一论说确实是指向柏拉图的,那么它似乎是着眼于他关于灵魂的见解。

语法注3 条
  1. 3.10διὸ καὶ σύγκρισίν τινα τῶν Πλατωνικῶν λόγων οἴεται ἀποδεικνύναι

    名词 σύγκρισις 在此语境中指通过将柏拉图的诸项论述并置比对而揭示的“冲突”或“内在矛盾”。该句为不定式结构,主语为亚历山大,表示他自以为证明了柏拉图学说内部的矛盾。

  2. 3.10κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτὰ καὶ πρὸς τὰ αὐτὰ καὶ ἕνα λόγον καὶ τάξιν μίαν ἄμφω κινεῖσθαι νοῦν τήν τε ἐν ἑνὶ φερομένην κίνησιν σφαίρας ἐντόρνου ἀπεικασμένα φοραῖς

    引自柏拉图《法律篇》898a。不定式 κινεῖσθαι 的逻辑主语是双数宾格 ἄμφω(两者),其同位语为宾格的 νοῦν(理智)与 τήν... κίνησιν(运动)。中性复数分词 ἀπεικασμένα 在概念上概括指代这二者并作修饰。

  3. 3.10παρὰ τοῦ Πλάτωνος ὁ Ἀριστοτέλης ἔχει μαθών

    动词 ἔχω 与过去分词 μαθών 构成的迂说法,表示“从……学得并牢固持有”这一持续性状态。前面的冠词引导的不定式从句 τὸ ἀκίνητον εἶναι τὸν νοῦν κατὰ τὰς φυσικὰς κινήσεις 作为整个动词短语的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:420.1-421.4