← 辛普里丘

亚里士多德《物理学》注释

§418.32-419.35

天体与月下界对比中可运动者的范围

辛普里丘探讨了亚里士多德将范围限定在“某些事物”的原因,将理智实体和天体与月下事物进行对照,并考察了天体在位置运动及相互作用中的潜能,以及“可运动者”一词的使用范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9#2

τὸ δὲ μὴ ἐνεργοῦν οὐδὲ ἔστι τι ἐνεργείᾳ, καθὸ ἦν ἐνεργεῖν ἀνάγκη.1 ἔχει μὲν οὖν, ὅπερ εἶπον, καὶ ταύτας τὰς χρείας τὸ προκείμενον ῥητόν. Μήποτε δὲ προσθεῖναί τι βούλεται2 τῷ λόγῳ τῆς κινήσεως. ἐπειδὴ γὰρ ἐντελέχεια τοῦ δυνάμει ὄντος ἡ κίνησις ἀποδέδοται, ἵνα μὴ νομίσῃ τις ὅτι μόνον δυνάμει ἐστὶ τὸ τοιοῦτον, προσθήσει μετ’ ὀλίγον ‘τὸ ἐνεργείᾳ ὂν ἄλλο τι καὶ ἄλλο δυνάμει ὅταν κατὰ τὸ δυνάμει ἢ αὐτὸ ἐνεργῇ ἢ ὑπ’ ἄλλου ἐνεργῆται, ἡ τοιαύτη ἐνέργεια κίνησίς ἐστιν’. εἰκότως οὖν προλαμβάνει ὅτι τὰ φυσικά, ἐν οἷς ἡ κίνησις, καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶ καὶ ποιεῖ καὶ πάσχει. καλῶς δὲ ἔνια εἶπε τὰ αὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ εἶναι. οὐ γὰρ πάντα τοιαῦτά ἐστι. τὰ γὰρ νοερὰ καὶ θεῖα οὐδὲν ἔχει δυνάμει, διότι τῇ οὐσίᾳ εἰσὶν ἐνεργείᾳ, ὡς αὐτός φησι. τὰ μέντοι οὐράνια σώματα καὶ σώματα ὄντα κατὰ μὲν τὴν οὐσίαν οὐκ ἔχει τὸ δυνάμει γενέσεως καὶ φθορᾶς ἐξῃρημένα, κατὰ δὲ τὴν τοπικὴν κίνησιν (οὐ τῷ ἐξ ἀκινησίας εἰς κίνησιν μεταβάλλειν, ἀλλὰ τῷ μὴ πάντα ἅμα πανταχοῦ εἶναι τὰ μόρια, ἀλλὰ ἄλλοτε ἀλλαχοῦ) τὸ δυνάμει ἔχει καὶ αὐτά. ἴσως δὲ καὶ κατὰ τὰς διαφόρους πρὸς ἄλληλα σχέσεις τε καὶ συγκράσεις ἀλλοίωσιν ὑπομένει τινὰ καὶ πάσχει κατά τι ἐνυπάρχον αὐτοῖς δυνάμει. ἄλλη γὰρ διάθεσις αὐτοῖς ἀπὸ συμπαρουσίας καὶ ἄλλη ἀπὸ τριγωνικῆς ἢ ἑξαγωνικῆς ἢ τετραγωνικῆς αὐτῆς στάσεως ἐγγίνεται καὶ ἄλλη ἀπὸ τῆς ἀσχηματίστου πρὸς ἄλληλα διαστάσεως, ὡς δηλοῖ τὰ διάφορα τῶν τοιούτων διαφορῶν ἀποτελέσματα. ἀλλ’ εἰ καὶ κινούμενα ταῦτα ὑπὸ τῶν πρώτως κινούντων αἰτίων κινεῖ τὰ ὑπὸ σελήνην, ἀλλ’ οὐκ ἀντικινεῖται ὑπ’ αὐτῶν. καὶ κατὰ τοῦτο διαφέρει τῶν ὑπὸ σελήνην. ταῦτα γὰρ κινοῦντα ἀντικινεῖται ὑπὸ τῶν κινουμένων διὰ τὸ ἐκ τῶν αὐτῶν συγκεῖσθαι στοιχείων καὶ τῆς αὐτῆς ὕλης ὁμοίως πεφυκυίας πρὸς τὰ ἀντικείμενα. τοιγαροῦν πάσχει μὲν κατὰ τὴν ὕλην ἕκαστον, καθ’ ἣν τὸ δυνάμει ἔχει, δρᾷ δὲ κατὰ τὸ εἶδος, καθ’ ὃ ἐνεργείᾳ ἐστὶν ὅ ἐστι. τὰ γὰρ θερμαίνοντα ἀντιψύχεται καὶ τὰ ψύχοντα ἀντιθερμαίνεται. τοῦτο δὲ ἴσως καὶ τὰ οὐράνια πάσχει πρὸς ἄλληλα ποιοῦντα εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων· τὸ μέντοι κινητὸν ἐπὶ τῶν οὐρανίων κοινότερον λέγεσθαί φησιν ὁ Ἀλέξανδρος, διότι κυρίως κινητόν ἐστι τὸ οἷόν τε κινεῖσθαι καὶ μή. ὅταν οὖν λέγῃ ὥστε καὶ τὸ κινοῦν φυσικῶς, οὐ περὶ παντὸς λέγει φυσικοῦ. φυσικὸν γὰρ καὶ τὸ οὐράνιον· ἀλλ’ οὔτε ἀντικινεῖται τοῦτο ὑπὸ τοῦ κινουμένου οὔτε κινητόν ἐστιν. εἰ μὴ ἄρα καὶ τοῦτο πρὸς τὰ σύστοιχα ἄμφω ἔχει.3 ἀντιπάσχον γὰρ καὶ ἀντικινούμενον κατ’ ἄλλο καὶ ἄλλο πάθος καὶ ἄλλοτε ἄλλην κίνησιν, δῆλον ὅτι καὶ κινητόν ἐστιν. οὐ μέντοι ὡς δυνάμενον καὶ κινεῖσθαι καὶ μή, ἀλλ’ ὡς πεφυκὸς κατά τινα, καθ’ ἃ οὔπω πάσχει. ἡ γὰρ σελήνη συνοδεύουσα τῷ ἡλίῳ οὔπω πάσχει τὸ ἐπὶ τῇ διαμέτρῳ πάθος καίτοι πεισομένη γε καὶ κινησομένη κατ’ ἐκεῖνο τὸ πάθος, ὥστε καὶ κινητή ἐστι κατὰ τοῦτο.

而未在活动者,甚至在它必然本应活动的那一方面,也并非在现实活动中是某种东西。因此,正如我所说,摆在我们面前的文本也具有这些功用。或者毋宁说,他想对运动的定义有所补充。因为既然运动已被规定为潜在者的完全现实态,为了不让人以为此类事物仅仅处于潜能中,他不久便会补充道:“当在现实活动中是某物、在潜能中是另一物的事物,依照其处于潜能之所在,或者自身在活动,或者被他物所活动时,这种现实活动就是运动。”因此,他合理地预先认定,运动所寓居的自然事物既处于潜能中又处于现实活动中,既施加作用又承受作用。而他说“某些事物”在潜能中与在完全现实态中是同一的,说得十分恰当。因为并非一切事物都是如此。正如他自己所言,理智的和神圣的事物在潜能中不具有任何东西,因为它们在本性上就是现实活动。然而天体虽然也是物体,依其实体而言超脱于生成与毁灭,因而不具有处于潜能中的属性;但依照位置运动而言(并非通过从静止转变为运动,而是因为并非所有部分在同一时刻无所不在,而是在不同时刻处于不同位置),它们自身也具有处于潜能中的属性。也许根据它们相互之间不同的关系与配合,它们也会经历某种质变,并依照它们内在潜在具有的某种规定而承受作用。因为伴同并存会在它们之中产生一种状态,由三角形、六角形或正方形相位本身会产生另一种状态,彼此之间不构成相位的离隔又会产生另一种状态,正如这些差异所带来的多样结果所表明的那样。但是,即使这些天体在被第一驱动原因运动的同时运动了月下事物,它们却并不被月下事物反向运动。在这一点上,它们不同于月下事物。因为月下事物在运动别物的同时被所运动之物反向运动,这是由于它们由相同的元素构成,且具有对相反者具有同样自然倾向的相同质料。因此,各事物都依照其具有潜能的质料承受作用,而依照其在现实活动中作为其所是的形式施加作用。因为加热者被反向冷却,冷却者被反向加热。这一点也许天体相互之间也在经历着,它们相互施加作用,也彼此承受作用。不过亚历山大说,在天体的情形中,“可运动者”是在较宽泛的意义上说的,因为严格意义上的可运动者是既能被运动又能不被运动之物。因此,当他[亚里斯多德]说“以至于按自然运动〔他物〕者亦然”时,他并不是就一切自然事物而言的。因为天体也是自然事物;但它既不被所运动之物反向运动,也不是[严格意义上的]可运动者。除非可以说,天体对于与其同列的事物而言也兼具这两者。因为依照各不相同的受动以及在不同时刻依照不同的运动而反向受动并被反向运动,显然它也是可运动的。然而,这并不是指它既能被运动又能不被运动,而是指它就其尚未承受作用的某些特定方面而言具有这种本性。因为月亮与太阳会合时,尚未承受直径相对时的受动,尽管它注定要承受并依照那种受动而运动,所以在这一方面它也是可运动的。

语法注3 条
  1. 3.9καθὸ ἦν ἐνεργεῖν ἀνάγκη

    未完成过去时 ἦν 承接前文所设立的假设或反事实条件(“假若某物仅处于潜能中……”),表达其依据本性“必然本应去活动”的客观要求。

  2. 3.9Μήποτε δὲ προσθεῖναί τι βούλεται

    μήποτε 与直陈式动词 βούλεται 连用,是引出审慎推测或新解释提议的惯用表达,意为“或者毋宁说,他想……”。

  3. 3.9εἰ μὴ ἄρα καὶ τοῦτο πρὸς τὰ σύστοιχα ἄμφω ἔχει

    紧缩条件短语 εἰ μὴ ἄρα(“除非确实……”)对前述主张(亚历山大认为天体既不被反向运动也不是严格意义上的可运动者)提出保留或例外,意为“除非天体对于与其同列的事物而言也兼具这两者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:418.32-419.35