← 辛普里丘

亚里士多德《物理学》注释

§40.23-42.5

关于自然学者界定与原理划分的批驳

辛普里丘批判了亚历山大关于自然学家与爱利亚派相对置的看法,并针对亚里士多德为何略去原理之有限与无限划分的问题,评述了亚历山大的解释并提出了自己的修正与反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#3

Ἐκθέμενος τοὺς ἀκίνητον λέγοντας τὸ ὂν ἤτοι τὴν ἀρχὴν μεταβαίνει ἐπὶ τὸ ἕτερον τμῆμα καὶ φησὶν ἢ κινουμένην ὥσπερ οἱ φυσικοί, ἀντιδιαστέλλων τοὺς ἀκίνητον λέγοντας πρὸς τοὺς φυσικούς, ὡς μηδὲ φυσικῶν ὅλως ὄντων τῶν ἀναιρούντων τὴν κίνησιν, ὅπερ ἐφεξῆς σαφέστερον ἐρεῖ καὶ δείξει· εἰ γὰρ ἀρχὴ κινήσεως ἡ φύσις, πῶς ἂν εἴη φυσικὸς ὁ τὴν φύσιν αὐτὴν ἀναιρῶν. εἰώθασι δὲ τοὺς περί τι μέρος φιλοσοφίας σπουδάσαντας ἢ μόνον ἢ μάλιστα ἀπ’ ἐκείνου καλεῖν, ὡς ἠθικὸν μὲν ἐκάλουν τὸν Σωκράτην, φυσικοὺς δὲ τοὺς περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ Δημόκριτον καὶ τοὺς τοιούτους’. παραιτοῦμαι δὲ κἀνταῦθα τὸν Ἀλέξανδρον1 πρότερον μὲν εἰπόντα ὅτι τοὺς φυσικοὺς ἀντιδιέστειλε πρὸς τοὺς ἓν καὶ ἀκίνητον λέγοντας, ὕστερον δὲ ὅτι ἔθος Ἀριστοτέλει φυσικοὺς καλεῖν τοὺς περὶ τῆς ἀληθείας φιλοσοφοῦντας, ἐπεὶ καὶ τῆς φυσικῆς τὸ τέλος οὐ πρᾶξις ἀλλὰ γνῶσίς ἐστι. τίς γὰρ ἠγνόει ὅτι καὶ Παρμενίδης, πρὸς ὃν ἀντιδιεστάλθαι λέγει τοὺς φυσικούς, περὶ τῆς ἀληθείας ἐφιλοσόφει λέγων σαφῶς ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης; οὔσης δὲ καὶ ἄλλης διαιρέσεως ἐπὶ τῶν μίαν τὴν ἀρχὴν λεγόντων εἴτε ἀκίνητον εἴτε κινουμένην τῆς εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον διαιρούσης (καὶ γὰρ τῶν μίαν καὶ ἀκίνητον λεγόντων ἄπειρον αὐτὴν ὁ Μέλισσός φησιν [ἐστὶν] ἐν τούτοις “ὅτε τοίνυν οὐκ ἐγένετο ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστι” καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης2 μετ’ ὀλίγον πρὸς τούτους ἀντιλέγων δείξει, ὅτι οὐ μόνον τὴν ἀρχὴν ἀδύνατον λέγειν ἄπειρον, ἀλλὰ καὶ τὸ ὄν, ὅπερ ἐδόκει Μελίσσῳ. ἀλλὰ καὶ τῶν μίαν καὶ κινουμένην λεγόντων Ἀναξίμανδρος ὁ Πραξιάδου Μιλήσιος ἄπειρόν τινα φύσιν ἄλλην οὖσαν τῶν τεττάρων στοιχείων ἀρχὴν ἔθετο, ἧς τὴν ἀίδιον κίνησιν αἰτίαν εἶναι τῆς τῶν οὐρανῶν γενέσεως ἔλεγεν, καὶ Ἀναξιμένης δὲ Εὐρυστράτου Μιλήσιος καὶ αὐτὸς ἀρχὴν ἔθετο μίαν καὶ ἄπειρον ἀέρα ταύτην λέγων, ἐξ οὗ ἀραιουμένου καὶ πυκνουμένου τὰ ἄλλα γίνεσθαι), οὔσης δ’ οὖν καὶ τοιαύτης διαιρέσεως, παρῆκε νῦν αὐτὴν ὁ Ἀριστοτέλης, ὡς ὁ Ἀλέξανδρός φησι “διότι οὐδεμίαν ἡ διαίρεσις αὕτη διαφορὰν γενέσεως τοῖς ἐξ αὐτῆς γινομένοις παρέχει· οὐ γὰρ ἄλλα μὲν εἰ ἄπειρος, ἄλλα δὲ εἰ πεπερασμένη γενήσεται, ὥσπερ ἄλλα μὲν εἰ μία, ἄλλα δὲ εἰ πολλαί. εἰ μὲν γὰρ μία ἡ ἀρχή, κατ’ ἀλλοίωσιν ἀνάγκη γίνεσθαι τὰ γινόμενα, εἰ δὲ πολλαί, κατὰ σύγκρισιν. καὶ τὸ ἀκίνητον δὲ καὶ κινούμενον μεγάλην ποιεῖ διαφοράν· εἰ μὲν γὰρ ἀκίνητος, οὐδ’ ἂν γένοιτό τι ἐξ αὐτῆς ὃ μὴ καὶ πρότερον ἦν, εἰ δὲ κινουμένη, οὐδὲν κωλύει γενέσθαι ἢ κατ’ εὐθεῖαν ἢ κατὰ ἀνακύκλησιν”. ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὁ Μέλισσος οὐ τῇ οὐσίᾳ τὴν ἀρχὴν ἄπειρον εἶπεν,3 ἀλλὰ τῷ ἀνεκλείπτῳ τοῦ εἶναι· “ὅτε γὰρ οὐκ ἐγένετο, φησίν, ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρχὴν οὐκ ἔχει οὐδὲ τελευτήν, ἀλλ’ ἄπειρόν ἐστι”. μήποτε δὲ καὶ διάφορος ὁ τρόπος τῆς γενέσεως καὶ ἐπὶ ἀπείρου οὔσης ἢ πεπερασμένης τῆς ἀρχῆς γενήσεται· ἀπείρου μὲν γὰρ οὔσης τῆς ἀρχῆς κατὰ μέγεθος ἢ οὐ γίνεται ἢ δυνατὸν ἐπ’ ἄπειρον ἐπ’ εὐθείας ἀπ’ αὐτῆς γίνεσθαι τὰ γινόμενα, πεπερασμένης δὲ ἀνακυκλεῖσθαι τὴν γένεσιν ἀνάγκη ἢ ἐκλείπειν ποτέ.

在阐述了那些主张存在者即原理是不动的人之后,[亚里士多德]转向了另一分部,说道:“要么如自然学家们那样,是运动的”,将主张不动的人与自然学家们对置起来,因为那些取消运动的人根本不是自然学家;这在后文中他将说得更为明晰并予以证明。因为如果自然是运动的本原,那么取消自然本身的人怎能算作自然学家呢?人们习惯于依据某人专门研究的某一哲学部分(无论是唯一地还是主要地)来称呼他们,正如他们曾称苏格拉底为伦理学家,而称泰勒斯、阿那克西曼德、阿那克西美尼、阿那克萨哥拉、德谟克利特以及此类人物为自然学家。然而在此我亦对亚历山大持有异议,因为他先前说他将自然学家们与主张一且不动的人对置,后来又说亚里士多德习惯于将探究真理的人称为自然学家,因为自然学的目的亦非实践而是知识。因为谁不知道甚至巴门尼德——亚历山大说自然学家们正是与他相对置——亦曾探究真理,并明白说道“于此我为你止住关于真理的可信言说与思想”呢?尽管在主张原理为一的人中,无论其为主张不动还是运动,还存在另一种将原理区分为无限与有限的划分(因为在主张一且不动的人中,麦里梭在如下文句中称其为无限:“因此,既然它不曾生成,而是存在着,它就总是存在且将总是存在,并且它没有开端亦没有终结,而是无限的”;而亚里士多德本人稍后在反驳这些人时亦将证明,不仅称原理为无限是不可能的,而且称存在者为无限亦是不可能的,而这正是麦里梭的主张。但在主张一且运动的人中,米利都人普拉克西亚德之子阿那克西曼德设定了一种有别于四元素的某种无限自然为原理,并称其永恒运动是天界生成的因由;而米利都人欧律斯特拉托之子阿那克西美尼本人亦设定原理为一且无限,称其为气,由于气的稀疏化与致密化,其他事物得以生成)——无论如何,既然亦存在这样的划分,亚里士多德现在却省略了它,如亚历山大所说,“是因为这一划分对于从其生成的事物并不产生生成上的差别;因为如果它是无限的,所生成的事物并不会是一种,而如果是有限的,所生成的又会是另一种,不像原理若是一则是一类事物,若是多则是另一类事物那样。因为如果原理为一,生成之物必然按照质变而生成;如果为多,则按照结合而生成。而不动与运动亦造成巨大的差别;因为如果是不动的,决不会有任何原本不存在的事物从它之中生成,但如果是运动的,则没有任何东西阻止事物或循直线或循循环而生成。”亚历山大如是说。然而,麦里梭或许并非在实体上称原理为无限,而是在存在的永不匮竭上称其为无限;因为他说:“既然它不曾生成,而是存在着,它就总是存在且将总是存在,并且它没有开端亦没有终结,而是无限的。”此外,在原理是无限还是有限的情况下,生成的方式或许亦是不同的;因为如果在量度上原理是无限的,事物要么不生成,要么生成之物可能沿着直线从它那里无限地生成;但如果原理是有限的,生成则必然循环往复,或者终将匮竭。

语法注3 条
  1. 1.3παραιτοῦμαι δὲ κἀνταῦθα τὸν Ἀλέξανδρον

    动词 παραιτέομαι 此处带人称直接宾格(τὸν Ἀλέξανδρον),用于论辩语境,意为“拒斥……的看法”或“对……提出异议”。紧随其后的分词 πρότερον μὲν εἰπόντα... ὕστερον δὲ [εἰπόντα] 处于宾格,用于说明亚历山大前后不一的论述。

  2. 1.3οὔσης δὲ καὶ ἄλλης διαιρέσεως ... οὔσης δ’ οὖν καὶ τοιαύτης διαιρέσεως, παρῆκε νῦν αὐτὴν ὁ Ἀριστοτέλης

    由于夹杂了关于麦里梭、阿那克西曼德与阿那克西美尼的长篇插入说明,句首的属格绝对结构 οὔσης δὲ καὶ ἄλλης διαιρέσεως 在插入句后借助复指小词 δ’ οὖν(“无论如何”)以 οὔσης δ’ οὖν καὶ τοιαύτης διαιρέσεως 形式得以重新承接,并导入主句 παρῆκε νῦν αὐτὴν ὁ Ἀριστοτέλης。

  3. 1.3μήποτε δὲ ὁ Μέλισσος οὐ τῇ οὐσίᾳ τὴν ἀρχὴν ἄπειρον εἶπεν

    副词短语 μήποτε 搭配直陈式过去时(εἶπεν),是表审慎推测或委婉主张的惯用句式(“或许麦里梭并非说了……”)。其后的 μήποτε δὲ καὶ διάφορος... γενήσεται 同样搭配将来时直陈式,引出另一个审慎的反驳性假定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:40.23-42.5