← 辛普里丘

亚里士多德《物理学》注释

§417.29-418.32

兼具潜能与现实之物的运动及疑难的消解

辛普利丘阐明了亚里士多德在201a19中提出自然事物兼具潜能与现实活动、因而自身被运动的同时亦运动别物的目的,并论证了这如何消解了一个疑难——即运动别物者处于现实活动中,因而兼具两者之物的运动便不限于潜在者的现实活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9#1

" Ἐπεὶ δὲ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν ἕως τοῦ πᾶν γὰρ τὸ τοιοῦτο κινεῖ κινούμενον καὶ αὐτό." Εἰπὼν ὅτι ἡ κίνησις ἐνέργεια τοῦ δυνάμει ἐστὶν ᾗ τοιοῦτον, καλῶς προστίθησι τὸ ἑπόμενον τῷ λόγῳ. ἐπειδὴ γὰρ τὰ φυσικὰ καὶ δυνάμει ἐστὶ καὶ ἐνεργείᾳ, εἰ καὶ μὴ κατὰ τὸ αὐτό, ἀλλὰ κατ’ ἄλλο καὶ ἄλλο, δυνάμει μὲν εἰ τύχοι ψυχρόν, ἐνεργείᾳ δὲ θερμόν, ἢ εἰ κατὰ τὸ αὐτὸ καὶ δυνάμει καὶ ἐνεργείᾳ οἷον κατ’ ἄμφω θερμόν, ἀλλ’ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν δυνάμει, αὖθις δὲ ἐνεργείᾳ ἢ ἀνάπαλιν, ἐπειδὴ οὖν οὕτως ἔχουσι τὰ φυσικά, διὰ τοῦτο οὔτε κινεῖται μόνως ὥσπερ ἡ ὕλη οὔτε κινεῖ μόνως ὡς τὰ ἀσώματα, ἀλλὰ καὶ κινεῖται καθὸ δυνάμει, καὶ κινεῖ καθὸ ἐνεργείᾳ1 ἐστίν. ἔχει μὲν οὖν καὶ ταύτην, ὡς εἶπον, τὴν χρείαν τὰ εἰρημένα τὴν αἰτίαν λέγοντα τοῦ μὴ μόνον κινεῖσθαι ἀλλὰ καὶ κινεῖν τὰ φυσικά. καὶ ἀπορίαν δέ τινα πρὸς τὸν τῆς κινήσεως ὁρισμὸν ὑποφερομένην διαλύει καλῶς. ἡ δὲ ἀπορία τοιαύτην ἔχει τὴν ἐρώτησιν ἐν πρώτῳ σχήματι·2 τινὰ κινούμενα καὶ αὐτὰ κινεῖ· πάντα τὰ κινοῦντα ἐνεργείᾳ ἐστὶν οὐ δυνάμει· τινὰ ἄρα κινούμενα ἐνεργείᾳ ἐστὶν οὐ δυνάμει· ὥστε οὐ πᾶσα κίνησις τοῦ δυνάμει ἐστὶν ἐνέργεια ᾗ τοιοῦτον. λύεται οὖν αὕτη ἡ ἀπορία διὰ τοῦ κινεῖσθαι μὲν πᾶν τὸ κινούμενον καὶ πάσχειν καθὸ δυνάμει ἐστί, κινεῖν δὲ καὶ ποιεῖν καθὸ ἐνεργείᾳ· ἄλλο γὰρ αὐτῷ τὸ δυνάμει καὶ ἄλλο τὸ ἐνεργείᾳ εἶναι. διὸ καὶ ἄλλο ἡ καθ’ ἑκάτερον ἐνέργεια, εἴπερ μὴ μόνον τὸ ποιεῖν ἀλλὰ καὶ τὸ πάσχειν ἐνέργεια λέγεται. καίτοι γὰρ ἐν τῷ κινουμένῳ τὴν κίνησιν εἶναι βουλόμενος ἐνέργειαν αὐτὴν εἶπεν εἶναι τοῦ κινητοῦ ᾗ τοιοῦτον.3 ὅτι δὲ πάσχει μὲν τὸ δυνάμει καθὸ δυνάμει καὶ κινεῖται, ποιεῖ δὲ καὶ κινεῖ τὸ ἐνεργείᾳ καθὸ ἐνεργείᾳ, δῆλον ἐκ τοῦ μὴ ἐπὶ τὸ αὐτὸ εἶναι τὴν ἐνέργειαν ἑκατέρου, ἀλλὰ τοῦ μὲν δυνάμει οὐκ ἐφ’ ὃ ἔστιν, ἀλλ’ ἐφ’ ὃ πέφυκε.4 τὸ γὰρ ψυχρὸν θερμαίνεται, διότι οὐκ ἔστι θερμὸν ἀλλὰ ψυχρόν, πέφυκε δὲ θερμαίνεσθαι. τὸ δὲ θερμὸν θερμαίνει, διότι καθό ἐστιν ἐνεργεῖ, ἀλλ’ οὐχὶ καθὸ οὔπω μέν ἐστι πέφυκε δὲ ἐνεργεῖσθαι ὡς τὸ πάσχον. καθὸ γὰρ πέφυκεν ἐνεργούμενον ψύχεται, ἀλλ’ οὐχὶ θερμαίνει. ὥστε ὅσα κινούμενα κινεῖ διὰ μὲν τὸ δυνάμει εἶναι κινεῖται, διὰ δὲ τὸ ἐνεργείᾳ εἶναι κινεῖ. τὸ γὰρ ψυχρὸν θερμαίνεται μὲν ὡς δυνάμει, ἀντιψύχει δὲ ὡς ἐνεργείᾳ. καὶ εἴπερ μὴ ἦν τὸ δυνάμει ἀλλ’ ἐνεργείᾳ μόνον, οὐκ ἂν ἐκινεῖτο οὐδὲ μετέβαλλεν εἰς ἄλλο, ἀλλ’ ἔμενεν ἐν ᾧ ἦν· οὐ γὰρ ἐπεφύκει πρὸς ἄλλο· μόνον δὲ ἐνήργει καὶ ἐποίει καθὸ ἦν, οὐ μέντοι ἔπασχεν. εἰ δὲ δυνάμει μόνον ἦν τι καὶ μὴ εἶχέ τι καὶ ἐνεργείᾳ, οὐκ ἂν ἐνήργει οὐδὲ ἐποίει τι οὐδὲ ἐκίνει (οὐ γὰρ εἶχέ τι καθ’ ὃ ποιήσει), μᾶλλον δὲ οὐδὲ ἦν ὅλως. ὅπερ γάρ ἐστιν ἕκαστον, ἐνεργείᾳ ἐστί. διὸ τὴν ὕλην οὐδὲ εἶναί τινες οἴονται, ἐπειδὴ πάσχειν μόνον δοκεῖ καὶ μὴ ποιεῖν μηδὲ ἐνεργεῖν.

“既然某些事物在潜能中与在完全现实态中是同一的……直至:因为一切此类事物自身在被运动的同时也在运动别物。” 在说明了运动是潜在者就其如此而言的现实活动之后,他恰当地补充了遵循该论证而来的结论。因为自然事物既处于潜能中,又处于现实活动中——即使不是在同一方面,而是在不同方面,例如在潜能中是冷的,在现实活动中是热的;或者即使在同一方面既处于潜能中又处于现实活动中,例如在两方面都是热的,却不是在同一时刻,而是此刻处于潜能中,稍后处于现实活动中,或者反过来——因此,既然自然事物处于这种状况,正因如此,它们既不像质料那样仅仅被运动,也不像非物体事物那样仅仅运动别物,而是就其处于潜能而言被运动,就其处于现实活动而言运动别物。因此,如我所言,上述说法具有这一功用,即陈明了自然事物不仅被运动而且也运动别物的原因。此外,他还恰当地解决了针对运动定义提出的某个疑难。该疑难在第一格中具有如下论证形式:“某些被运动的事物自身也运动别物;一切运动别物者都处于现实活动中而非潜能中;因此,某些被运动的事物处于现实活动中而非潜能中;由此可见,并非一切运动都是潜在者就其如此而言的现实活动。”于是,这一疑难通过以下事实得以解决:一切被运动者就其处于潜能而言被运动并承受作用,就其处于现实活动而言运动别物并施加作用;因为对它而言,处于潜能中是一回事,处于现实活动中是另一回事。因此,如果不仅施加作用而且承受作用也被称为现实活动,那么依照这两者中每一方的现实活动也是不同的。实际上,正是因为希望运动存在于被运动者之中,他才说运动是可运动者就其如此而言的现实活动。而潜在者就其处于潜能而言承受作用并被运动,处于现实活动者就其处于现实活动而言施加作用并运动别物,这一点显而易见:因为两者的现实活动并不指向同一事物,潜在者的现实活动不是指向它现在所是之物,而是指向它本性适于成为之物。因为冷的东西之所以被加热,乃是因为它不是热的而是冷的,且本性适于被加热。而热的东西之所以加热别物,乃是因为它就其所是而活动,而不是像承受作用者那样就其尚未所是而本性适于承受活动。因为就其本性适于承受活动而言,当被作用时它是变冷,而不是加热别物。因此,凡是在被运动的同时运动别物的事物,都是因处于潜能中而被运动,因处于现实活动中而运动别物。因为冷的东西作为潜在者被加热,作为处于现实活动者反过来使对方变冷。假若它不是处于潜能中而仅仅处于现实活动中,它就不会被运动,也不会转变成另一事物,而会停留在它原先所处的状态;因为它不曾具有朝向另一事物的本性倾向;它就会仅仅就其原先所是而活动并施加作用,决不会承受作用。另一方面,若某物仅处于潜能中,在现实活动中也不具有任何东西,它就不会活动,也不会对任何事物施加作用或运动别物(因为它不具有任何可依据以施加作用的东西),甚至根本就不存在。因为各事物所是者,都是在现实活动中存在的。因此,有些人甚至认为质料根本不存在,因为质料似乎仅仅承受作用,既不施加作用也不活动。

语法注4 条
  1. 3.9διὰ τοῦ κινεῖσθαι μὲν πᾶν τὸ κινούμενον καὶ πάσχειν καθὸ δυνάμει ἐστί, κινεῖν δὲ καὶ ποιεῖν καθὸ ἐνεργείᾳ

    由介词 διά 加上带中性单数属格定冠词 τοῦ 的不定式构成的状语结构,用以表示疑难(ἀπορία)得以解决的依据或途径。后续对比分句(κινεῖσθαι μὲν... κινεῖν δὲ...)的逻辑主语均为 πᾶν τὸ κινούμενον。

  2. 3.9ἐν πρώτῳ σχήματι

    逻辑学专业术语,指三段论的“第一格”。该论证构成第一格三段论(具体为Darii式):“某些被运动者运动别物(小前提)”,“一切运动别物者皆处于现实活动中(大前提)”,因此“某些被运动者处于现实活动中(结论)”。

  3. 3.9καίτοι γὰρ ἐν τῷ κινουμένῳ τὴν κίνησιν εἶναι βουλόμενος ἐνέργειαν αὐτὴν εἶπεν εἶναι τοῦ κινητοῦ ᾗ τοιοῦτον

    καίτοι γάρ 用以引出对前句“承受作用亦被称为现实活动”之陈述的补充与印证。分词 βουλόμενος 修饰主动词 εἶπεν 的主语(亚里士多德),表示伴随状况或原因;宾格不定式短语(ἐνέργειαν αὐτὴν εἶναι...)中的 αὐτήν 指代运动(ἡ κίνησις)。

  4. 3.9τοῦ μὲν δυνάμει οὐκ ἐφ’ ὃ ἔστιν, ἀλλ’ ἐφ’ ὃ πέφυκε

    承前省略了 ἡ ἐνέργεια 的省略结构:“潜在者的现实活动并非指向它现所是者(ἐφ’ ὃ ἔστιν),而是指向它本性适于成为者(ἐφ’ ὃ πέφυκε)”。介词 ἐπί 表明该现实活动所朝向的目标或终点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:417.29-418.32