← 辛普里丘

亚里士多德《物理学》注释

§416.8-417.28

通过建筑三段论对运动定义的论证与各种属

辛普里丘阐明亚里士多德通过建筑的三段论来论证运动定义的正确性,批判性地考察了亚历山大将运动重新表述为“第一变化”的学说,并将文中所列举的例证归入运动的各个种中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

" Ὅτι δὲ τοῦτό ἐστιν ἡ κίνησις ἕως τοῦ ἅδρυνσις." Ἐφαρμόσας τὸν τῆς κινήσεως ὁρισμὸν ταῖς πολλαχῶς λεγομέναις κινήσεσιν ἐφεξῆς, ὅτι καλῶς ὁ ὁρισμὸς ἀπεδόθη, δείκνυσι διὰ συλλογισμοῦ ἐναργῆ τὰ λήμματα ἔχοντος καὶ μόνης δεόμενα τῆς διὰ παραδειγμάτων χειραγωγίας. καὶ ἔστιν ὁ συλλογισμὸς τοιοῦτος· ἡ ἐνέργεια τοῦ οἰκοδομητοῦ καθὸ οἰκοδομητὸν καὶ τὸ ἐνεργείᾳ αὐτοῦ ἡ οἰκοδόμησίς ἐστιν· ἡ δὲ οἰκοδόμησις κίνησις· ἡ τοῦ οἰκοδομητοῦ ἄρα καθὸ οἰκοδομητὸν ἐνέργεια κίνησίς ἐστι. λέγεται μὲν γὰρ οἰκοδομητὸν καὶ τὸ ἤδη ᾠκοδομημένον, ἀλλ’ ἡ ἐκείνου ἐνέργεια καὶ τὸ ἐνεργείᾳ τὸ τέλειόν ἐστιν εἶδος καὶ ἡ κατ’ αὐτὸ ἐνέργεια. καὶ οὐκέτι κυρίως οἰκοδομητὸν τὸ τοιοῦτον, ἀλλὰ κατὰ ἀναφορὰν μόνον. λέγεται δὲ κυρίως οἰκοδομητὸν τὸ ἔτι δυνάμει ὂν καὶ ἕως ἂν ᾖ δυνάμει. τοῦτο οὖν ὅταν ἐνεργῇ κατὰ τὸ δυνάμει, ὅπερ ἐστὶν ἐνεργείᾳ εἶναι οἰκοδομητόν (τὸ γὰρ ἐνεργοῦν κατά τι ἐνεργείᾳ κατ’ ἐκεῖνο λέγεται), τότε καὶ ἡ ἐνέργεια αὕτη ἥτις ἐστὶν ἡ οἰκοδόμησις κίνησίς ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν δυνάμει. καὶ καθόλου ἄρα ἀληθὲς εἰπεῖν, ὅτι ἡ τοῦ δυνάμει καθὸ δυνάμει ἐστὶν ἐνέργεια κίνησίς ἐστι. σκληρότερον δὲ δοκεῖ τὸ τὸ δυνάμει ἐνεργείᾳ λέγειν,1 ὅταν ἐνεργῇ κατὰ τὸ δυνάμει. ἀλλ’ ἐπειδὴ ὅλως ἐνεργοῦν ὑπόκειται, τὸ δὲ ἐνεργοῦν ἐνεργείᾳ λέγεται, διὰ τοῦτο καὶ τὸ δυνάμει ἐνεργείᾳ εἶπεν. Ὁ δὲ Ἀλέξανδρος “δύναταί τις, φησίν, ἐκ τῶν εἰρημένων μεταλαβὼν λέγειν κίνησιν εἶναι τὴν τοῦ δυνάμει ὄντος πρώτην μεταβολὴν ἢ πρώτην ἐντελέχειαν· ὑστάτη μὲν γάρ ἐστιν ἡ εἰς τὴν τελειότητα μεταβολή, καθ’ ἣν ἐνεργείᾳ γενόμενον τοῦτο ὅπερ ἦν δυνάμει ἠρεμεῖ κατὰ τοῦτο λοιπόν· πρώτη δὲ ὁδὸς ἡ ἐπ’ ἐκεῖνο”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐτῇ λέξει ἀποδεκτέον μέν, εἰ μὴ αὐτῆς τῆς ἀτελοῦς δυνάμεως πρώτην λέγοι μεταβολὴν τὴν κίνησιν, ὑστέραν δὲ τὴν εἰς τὸ εἶδος, ἀλλ’ αὐτοῦ τοῦ δυναμένου καὶ πεφυκότος·2 τοῦτο γὰρ διὰ κινήσεως ἐκ τοῦ ἀτελοῦς μεταβάλλει εἰς τὸ τέλειον καὶ ἐνεργεῖ κατὰ τὴν τοιαύτην μεταβολὴν ἀτελῆ οὖσαν ἐνέργειαν, ἕως ἂν ἀτελὲς μένῃ. καὶ γὰρ ἡ κίνησις ἐλέγετο οὐ τῆς δυνάμεως ἤτοι τῆς ἐπιτηδειότητος, ἀλλὰ τοῦ ἐπιτηδείου καθὸ τοιοῦτον. ζητητέον δὲ ὅμως, πῶς περὶ τῆς ἁπλῶς κινήσεως ὄντος τοῦ λόγου πρώτην μεταβολήν φησιν εἶναι αὐτήν. εἰ μὲν γὰρ ταὐτόν ἐστι κίνησις καὶ μεταβολή, δι’ ἑαυτῆς ἂν εἴη ἀποδεδομένη ἡ κίνησις, ὡς εἴ τις ζητῶν τί ἐστιν κίνησις ἀποδιδοίη λέγων· ἡ πρώτη κίνησις. εἰ δὲ κοινοτέρα καὶ οἷον γένους ἔχουσα λόγον ἐστὶν ἡ μεταβολὴ τῆς κινήσεως διὰ τὸ τὴν γένεσιν καὶ τὴν φθορὰν μεταβολὰς μὲν εἶναι, κινήσεις δὲ οὔ, πρῶτον μὲν οὔπω διῄρηται τοῦτο· ἀλλὰ ἐν ταύτῃ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν θεωρεῖ, ἐν δὲ τῷ πέμπτῳ βιβλίῳ διαιρεθήσεται. ἔπειτα ἡ ζητουμένη νῦν κίνησις ἡ κοινή ἐστιν ἡ καὶ τὴν μεταβολὴν καὶ τὴν κίνησιν περιέχουσα. ἐκείνης γὰρ ἀρχὴ τῆς κινήσεως ἡ φύσις ἐστί, ζητεῖ δὲ ταύτην ἧς ἡ φύσις ἀρχή. εἰ οὖν μέρος ἢ εἶδος τῆς τοιαύτης κινήσεως ἡ μεταβολή, διὰ τοῦ μέρους τὸ ὅλον ἀποδοθήσεται, ὡς εἴ τις ζητῶν τί ἐστι ζῷον λέγοι ἄνθρωπος. ὅλως δὲ ὁ πρώτην μὲν τοῦ δυνάμει ὄντος μεταβολὴν τὴν κίνησιν λέγων, ὑστάτην δὲ τὴν εἰς τελειότητα μεταβολήν, ἐπειδὴ τὸ μεταβάλλον πᾶν ἀπό του εἴς τι μεταβάλλει, ἆρα ἡ πρώτη αὕτη μεταβολὴ ἀπό τινος εἴς τι ἐστίν; ἀπὸ μὲν γὰρ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον οὐκ ἔστιν· ἡ γὰρ ὑστάτη ἦν αὕτη. εἰ δὲ ἡ ἀπὸ τοῦ μὴ κινεῖσθαι εἰς τὸ κινεῖσθαι, ἔσται πρὸ τῆς ἁπλῶς κινήσεως κίνησις, ὅπερ ἄτοπον. ἆρα δὲ ἡ μὲν πρώτη μεταβολὴ κίνησίς ἐστιν, ἡ δὲ ὑστάτη ἡ εἰς τὴν τελειότητα οὐκ ἔστι κίνησις μεταβολὴ οὖσα καὶ αὐτή; καίτοι καὶ πᾶσα μεταβολὴ κίνησίς ἐστι κατὰ τὴν ζητουμένην νῦν κίνησιν, καὶ ἡ ἐξ ἀτελείας δὲ εἰς τελειότητα μεταβολὴ διὰ κινήσεως γίνεται. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τὰ ἐκτεθέντα παραδείγματα τῶν εἰδῶν ἐστι τῆς κινήσεως μάθησις μὲν καὶ ἰάτρευσις ἀλλοίωσίς τις, ἡ μὲν περὶ ψυχὴν ἡ δὲ περὶ σῶμα· κύλισις δὲ καὶ ἅλσις φορά, ἡ μὲν ἀφ’ ἑαυτῶν ἡ δὲ ἔξωθεν· ἅδρυνσις δὲ ἡ κατὰ ποσότητα καὶ γήρανσις ἡ κατ’ οὐσίαν, ἡ μὲν αὔξησις ἡ δὲ φθορά, ὧν καὶ τὰ ἀντικείμενα δέδωκεν ἐννοεῖν. δύναται δὲ ἡ μὲν οἰκοδόμησις τῆς οὐσίας εἶναι, ἡ δὲ ἅδρυνσις καὶ γήρανσις τοῦ ποσοῦ.

“运动就是这个……直至:成熟。” 在依次将运动的定义应用于多义表达的诸运动之后,他通过一个前提自明、仅需通过例证来引导的三段论,证明这一定义被恰当地给出了。这一三段论如下:“可建造物就其可建造而言的现实活动及其处于现实活动中,就是建造;但建造是运动;因此,可建造物就其可建造而言的现实活动是运动。”因为已经被建造好的东西固然也被称为可建造的,但它的现实活动及其处于现实活动中,乃是完满的形式以及依此形式而发的现实活动。而这样的东西不再是严格意义上的可建造物,而仅是就其关联而言被如此称呼。但严格意义上的可建造物,乃是指那仍处于潜能中且只要它处于潜能中的东西。因此,当这一事物依潜能而活动时——这恰恰是在现实活动中作为可建造物(因为依某规定而活动者,被称为依该规定而处于现实活动中)——这时,作为建造的这一现实活动本身也就是运动。对于其他处于潜能中的事物亦同样如此。因此,普遍而言说“潜在者就其处于潜能而言的现实活动是运动”也是真实的。不过,当潜在者依潜能而活动时,称潜在者“处于现实活动中”,似乎略显生硬。然而,既然总的来说活动者被设为底层基质,而活动者被称为处于现实活动中,正因如此,他也说潜在者“处于现实活动中”。 另一方面,亚历山大说:“人们可以根据前述内容转换说法,说运动是潜在者的第一变化或第一完全现实态;因为通向完满性的变化是最后的,依此变化,潜在者在现实活动中生成了它原先潜在所是的东西,随后便依据这一定态而安息;而通向那一完满性的道路则是第一变化。”亚历山大固然是如此字面表述的,但只要他不是把运动说成是不完满的潜能自身的第一变化、而把通向形式的变化说成后来的变化,而是说成具有潜能且本性适于此者自身的变化,那便是可以接受的;因为正是这个主体通过运动从不完满转变为完满,并在这种变化中展现出一种不完满的现实活动,只要它依然是不完满的。实际上,运动曾被说成不属于潜能或适应性本身,而是属于具有该适应性者就其具有适应性而言。然而仍须探究的是,既然讨论的是单纯的运动,他何以称其为“第一变化”。因为如果运动与变化是同一的,运动就是通过自身被定义的,这犹如有人探问“运动是什么”却回答说“第一运动”。但如果说变化比运动更为普遍,对运动而言犹如具有属的地位,因为生成与消灭是变化却不是运动,那么首先,这种区分尚未被确立,而是他将生成与消灭亦置于这〔运动〕之中考察,到了第五卷才会进行区分。其次,现在所探究的运动乃是涵盖变化与运动两者的普遍运动。因为本性正是那种运动的本原,而他探究的正是本性作为其本原的这种运动。因此,若变化是这种运动的部分或种,那么整体就将通过部分来定义,这犹如有人探问“动物是什么”却回答说“人”。总的说来,把运动称为潜在者的第一变化、而把通向完满性的变化称为最后变化的人,既然一切变化着的东西都是从某物向某物变化,那么这第一变化究竟是从何物向何物的变化呢?它显然不是从不完满到完满,因为那是最后的;但若是从不运动到运动,那么在单纯的运动之前就将存在运动,这是荒谬的。再者,第一变化是运动,而通向完满性的最后变化虽本身也是变化,却不是运动呢?然而按照现在所探究的运动而言,一切变化都是运动,从不完满向完满的变化也是通过运动而生成的。 值得注意的是,所列举的例证都属于运动的各个种:学习和治疗是某种变质,前者关乎灵魂,后者关乎身体;滚动和跳跃是位移,一者出于自身,另一者来自外部;成熟关乎数量,老化关乎实体,前者是增长,后者是消灭,他也让我们由此理解它们的对立面。不过,建造亦可归属于实体,而成熟与老化亦可归属于数量。

语法注2 条
  1. 3.8τὸ τὸ δυνάμει ἐνεργείᾳ λέγειν

    在连续出现的两个中性定冠词 τό 中,外层的定冠词将整个不定式短语(τὸ δυνάμει ἐνεργείᾳ λέγειν)名词化作句子的主语,内层的定冠词则引导名词化短语 τὸ δυνάμει(“潜在者”)作为不定式 λέγειν 的直接宾语。与用作述谓的与格 ἐνεργείᾳ(“在现实活动中”)连用,构成“把处于潜能者称为处于现实活动中”的结构。

  2. 3.8ἀποδεκτέον μέν, εἰ μὴ αὐτῆς τῆς ἀτελοῦς δυνάμεως πρώτην λέγοι μεταβολὴν τὴν κίνησιν, ὑστέραν δὲ τὴν εἰς τὸ εἶδος, ἀλλ’ αὐτοῦ τοῦ δυναμένου καὶ πεφυκότος

    在由动词性形容词 ἀποδεκτέον(“应当接受”)统摄的条件句中,εἰ μὴ ... ἀλλὰ ... 并非简单的与事实相反假设,而是表示保留性或限定性条件(“只要他不是说……而是说……”)。εἰ μὴ 否定了 αὐτῆς τῆς ἀτελοῦς δυνάμεως(“不完满的潜能自身”),而相承的 ἀλλά 引出真正接受的条件,即 αὐτοῦ τοῦ δυναμένου καὶ πεφυκότος(“具有潜能且本性适于此者自身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:416.8-417.28