- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:414.22-416.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了运动定义中完全现实态与现实活动之间的术语差异,论证了运动由于属于不完满者,严格而言应称为现实活动而非完全现实态。随后,他梳理了亚里士多德就各范畴列举的运动名称,指出性质变化与位移具有统括性的共同名称,而数量与实体的变化则缺乏涵盖双向转变的单一共同名称。
μήποτε δὲ τὴν ἐντελέχειαν ὁ Ἀριστοτέλης ἐπὶ τῆς τελειότητος ἀκούει.1 καὶ εἴ ποτε ἐπὶ ἐνεργείας αὐτὴν τίθησιν, οὐ τῆς τυχούσης ἀλλὰ τῆς τελείας, καθ’ ὅτι ἔχει τέλειον, διότι ἕκαστον τότε ἐν τῇ ἑαυτοῦ τελειότητι ἔχεται, ὅτε τὰς κατὰ φύσιν ἑαυτοῦ ἐνεργείας ἀποδίδωσι. διὸ καὶ τὴν ψυχὴν ἐντελέχειαν ὡρίσατο τοῦ φυσικοῦ καὶ ὀργανικοῦ καὶ δυνάμει ζωὴν ἔχοντος σώματος, οὐχ ὅτι ἐνέργειά ἐστιν ἡ ψυχή, ἀλλ’ ὅτι κατ’ ἐκείνην ἡ τελειότης αὐτῷ. τὴν μέντοι κίνησιν ἀτελοῦς οὖσαν, οὐ μάτην ἐνέργειαν εὐθὺς ἀλλ’ οὐχὶ ἐντελέχειαν ἐκάλεσε.2 τούτῳ γὰρ καλῶς ἐπέστησε καὶ ὁ Ἀλέξανδρος, ὅτι καὶ τοῦ δυνάμει εἰ λέγοιτο ἐντελέχεια ὑπὸ τοῦ Ἀριστοτέλους ἡ κίνησις, κατὰ τοῦτο ἐντελέχεια λέγεται, καθόσον τελειότης ἐστὶ τοῦ δυνάμει ἡ κατ’ αὐτὸ ἐνέργεια, ὥσπερ ἐπὶ τῶν ἕξεων τελειότης τῆς ἕξεώς ἐστιν ἡ κατ’ αὐτὴν ἐνέργεια. ἀλλ’ ἐπὶ μὲν τῆς ἕξεως ἡ ἐνέργεια οὐκ ἀπόλλυσι τὴν ἕξιν, ἀλλὰ τελειοτέραν αὐτὴν ἀπεργάζεται, ἡ δὲ τοῦ δυνάμει κατὰ τὸ δυνάμει ἐνέργεια εἰς τὸ ἐνεργείᾳ τελευτῶσα καὶ ἀπόλλυσι τὸ δυνάμει. οὐκ ἂν οὖν εἴη κυρίως ἐντελέχεια τοῦ δυνάμει. ὡς γὰρ εἶπον, τὸ τῆς ἐντελεχείας ὄνομα τὴν τοῦ ἐντελοῦς συνέχειαν δηλοῖ, καὶ ὅταν ἐπὶ ἐνεργείας κυρίως λέγηται, οὐκ ἐπὶ τῆς τυχούσης, ἀλλ’ ἐπὶ τῆς τοῦ τελείου καὶ κατὰ τὸ ἐνεργείᾳ ἱσταμένου καὶ ἐντελεχείᾳ ὄντος ἀποδιδομένης. διττὴ οὖν ἡ κυρίως ἐντελέχεια, ἡ μὲν ὡς εἶδος τέλειον ἠρεμοῦν, ὡς ἡ ψυχὴ λέγεται ἐντελέχεια, ἡ δὲ ἡ κατὰ τοῦτο ἐνέργεια. εἰ δέ ποτε καὶ ἁπλῶς ἡ ἐνέργεια λέγοιτο ἐντελέχεια, καὶ αὐτὴ καθόσον ἕκαστον ἐνεργοῦν κατὰ τὴν ἑαυτοῦ φύσιν τὰς ἐνεργείας ἀποδίδωσιν, εἴτε ἀτελὴς ἡ φύσις, εἴτε τελεία. ὁ δὲ Πορφύριος τὴν κίνησιν ἐντελέχειαν μὲν ἀτελῆ φησιν εἶναι, ἐνέργειαν δὲ τελείαν. καίτοι εἰ τοῦ δυνάμει ἐστὶν ἐνέργεια, τὸ δὲ δυνάμει ἀτελές, πῶς ἡ τοῦ ἀτελοῦς ἐνέργεια τελεία ἂν εἴη ἐνέργεια; ὅλως γὰρ εἰ ἔστιν ἀτελὴς ἐνέργεια, ἡ τοῦ ἀτελοῦς ἄν εἴη. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης μετ’ ὀλίγα “ἥ τε κίνησις, φησίν, ἐνέργεια μὲν εἶναί τις δοκεῖ, ἀτελὴς δέ”. προσεκτέον δὲ ὅτι τὸ τῆς ἐνεργείας νῦν ὄνομα κοινῶς τέθεικεν ὁ Ἀριστοτέλης ἐπί τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος· κοινῶς γὰρ ἐπ’ ἀμφοῖν ἡ ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ διανάστασις κίνησίς ἐστι. κἂν τὸ παράδειγμα οὖν ἐπὶ τοῦ οἰκοδομητοῦ τέθεικεν, ἀλλὰ καὶ ἐπὶ τοῦ οἰκοδομικοῦ ἀληθὲς εἰπεῖν, ὅτι ἡ τοῦ δυνάμει ἐνέργεια κίνησίς ἐστιν. ὁ γὰρ οἰκοδόμος ἐν τῷ ἀργεῖν δυνάμει ὤν, ὅταν ἐνεργῇ τότε κινεῖται κατὰ τὸ οἰκοδομικόν. καὶ ἔστιν ἡ κίνησις ἡ οἰκοδόμησις τοῦ μὲν οἰκοδόμου ἐνέργεια οὖσα, τῆς δὲ οἰκίας πάθος. ἄμφω δὲ κοινῷ ὀνόματι ἐνέργειαν ὁ Ἀριστοτέλης ἐκάλεσε, καθόσον τὸ δυνάμει ἑκατέρωθεν διεγείρεται πρὸς τὸ ἐνεργείᾳ. μήποτε δὲ καὶ τὸ ποιοῦν, ὅταν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλῃ, ὡς πάσχον κινεῖται καὶ οὐχ ὡς ποιοῦν. καὶ διὰ τοῦτο παθητικὰ τὰ παραδείγματα πάντα ὁ Ἀριστοτέλης παρέθετο. ἡ γὰρ τοῦ ποιοῦντος ὡς ποιοῦντος ἐνέργεια τελεία ἐστίν.
然而,亚里士多德或许是将完全现实态理解为完满性。即使他有时将其用于现实活动,那也不是用于偶然的现实活动,而是用于完满的现实活动,即就其具有完满性而言;因为唯有当每个事物展现出符合其本性的诸活动时,它才保持在自身的完满性之中。因此,他也把灵魂定义为“潜在地具有生命的自然的有机身体的完全现实态”,这不是因为灵魂是一种现实活动,而是因为身体依灵魂而具有完满性。然而,运动既然属于不完满者,他并非无故地立即称其为现实活动,而非完全现实态。亚历山大也正是在这一点上做出了恰当的提醒:即使运动被亚里士多德说成是潜在者的完全现实态,它之所以被称为完全现实态也是就此而言的,即依潜能而发的现实活动是潜在者的完满性,正如在各种状态的情形中,依状态而发的现实活动是该状态的完满性一样。但在状态的情形中,现实活动并不消灭状态,反而使其更加完满;而潜在者依潜能而发的现实活动最终归宿于处于现实活动中,从而消灭了潜能。因此,它严格说来不可能是潜在者的完全现实态。因为正如我所说,“完全现实态”这个名称指示着完满者的持续性,即便它严格用于现实活动时,也不是用于偶然的现实活动,而是用于由完满、依现实活动而确立且处于完全现实态者所展现的现实活动。因此,严格意义上的完全现实态有两种:一种作为安息的完满形式(正如灵魂被称为完全现实态),另一种是依此形式而发的现实活动。但如果有时现实活动也被单纯地称为完全现实态,这本身也是就每个活动者依其自身本性展现其活动而言,无论其本性是不完满的还是完满的。另一方面,波菲利则说运动是不完满的完全现实态,却是完满的现实活动。然而,如果运动是潜在者的现实活动,而潜在者是不完满的,那么不完满者的现实活动又怎能是完满的现实活动呢?因为总的来说,若存在不完满的现实活动,它必定属于不完满者。亚里士多德本人不久之后也说:“运动似乎是一种现实活动,但却是不完满的。”应当注意的是,亚里士多德现在将“现实活动”这一名称共同用于施动者与受动者;因为对二者而言,从潜能向现实活动的唤起共同都是运动。因此,即使他是以可建造物为例,但在建造能力上说潜在者的现实活动是运动也是真实的。因为建筑师在闲暇时处于潜能中,当他活动时,这时他便依建造能力而运动。而作为建造活动的运动,既是建筑师的现实活动,也是房屋的承受。但亚里士多德用共同的名称将二者称为现实活动,因为双方的潜能都被激发而趋向现实活动。然而或许施动者从潜能向现实活动转变时,也是作为受动者而运动,而非作为施动者。正因如此,亚里士多德列举的例子全部都是被动性质的。因为施动者作为施动者的现实活动是完满的。
"Οἷον τοῦ μὲν ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἀλλοίωσις ἕως τοῦ τοῦ δὲ φορητοῦ φορά.3" Ὅτι μὴ συνωνύμως ἡ κίνησις κατηγορεῖται τῶν πολλῶν κινήσεων, ἀλλὰ τῶν πολλαχῶς λεγομένων ἐστίν, εἴρηται πρότερον· τοιαύτης δὲ οὔσης αὐτῆς δεῖ καὶ τὸν ὁρισμὸν αὐτῆς ὁμωνύμως εἰλῆφθαι. τοῦτο οὖν ἐνδεικνύμενος ἑκάστην παρέθετο κίνησιν λέγων οἷον τοῦ μὲν ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἀλλοίωσιν καὶ τὰ ἑξῆς. πολλαχοῦ δὲ τῶν ὀνομάτων ἐπιλειπόντων ἐπισημαίνεται καλῶς ὁ Ἀριστοτέλης, ὅτι ἐπὶ μὲν τοῦ ποιοῦ ἐστί τι κοινὸν ὄνομα κείμενον τὸ τῆς ἀλλοιώσεως· κἂν γὰρ ἀπὸ λευκοῦ εἰς μέλαν, κἂν ἀπὸ μέλανος εἰς λευκόν, κἂν ἀπὸ θερμοῦ εἰς ψυχρόν, κἂν ἀπὸ ψυχροῦ εἰς θερμόν, καὶ ἐπὶ τῆς τῶν ἄλλων πασῶν ποιοτήτων μεταβολῆς ὄνομα κεῖται κοινὸν τὸ τῆς ἀλλοιώσεως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατὰ τόπον μεταβολῆς κοινὸν ὄνομα κεῖται ἡ φορά. ἐπὶ μέντοι τοῦ ποσοῦ καὶ ἐπὶ τῆς οὐσίας οὐκέτι κοινὸν ὄνομα κεῖται ταῖς ἐφ’ ἑκάτερα μεταβολαῖς, ἀλλ’ ἐπὶ τοῦ ποσοῦ τὴν μὲν ἐξ ἐλάττονος εἰς μεῖζον ἐπίδοσιν αὔξησιν καλοῦμεν, τὴν δὲ ἐναντίαν μείωσιν, ἢ ὡς αὐτὸς ὀνομάζει φθίσιν, οὐ ταὐτὸν τῇ φθορᾷ σημαίνων τῇ εἰς τὸ μὴ ὂν ἀπαγούσῃ, ἀλλὰ τὴν μείωσιν δηλῶν· ἐπὶ δέ γε τῆς οὐσίας ἡ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν γένεσις ἁπλῶς λέγεται, ἡ δὲ ἐναντία φθορά.
“例如,可变质者就其可变质而言的变质……直至:可位移者的位移。” 运动并非同义地(单义地)被述谓于多种运动,而是属于多义表达之物,这一点先前已经说过;既然运动是如此性质,其定义也必定是以同名异义的方式被把握。因此他表明这一点,列举了各项运动,说“例如可变质者就其可变质而言的变质”等等。在许多情况下缺乏名称时,亚里士多德恰当地指出:在性质方面确立了一个共同的名称,即“变质”;因为无论是从白到黑,还是从黑到白,无论是从热到冷,还是从冷到热,以及对于所有其余性质的变化,都确立了“变质”这一共同名称。同样,对于位置上的变化也确立了“位移”这一共同名称。然而,对于数量和实体,向两端的转变就不再确立共同名称了;在数量方面,我们把从小到大的增进称为增长,把相反的变化称为减少,或者如他本人所命名的那样称为消减,他并非意指通向非存在的消灭,而是表明减少;而在实体方面,从非存在到存在的转变被直接称为生成,相反的转变则被称为消灭。
- 3.6μήποτε δὲ τὴν ἐντελέχειαν ὁ Ἀριστοτέλης ἐπὶ τῆς τελειότητος ἀκούει.
μήποτε 与直陈式现在时(ἀκούει)连用,是古代注疏中表达审慎推测或委婉主张的习用句式(意为“或许/可能……”),而非真正的疑问句。
- 3.6τὴν μέντοι κίνησιν ἀτελοῦς οὖσαν, οὐ μάτην ἐνέργειαν εὐθὺς ἀλλ’ οὐχὶ ἐντελέχειαν ἐκάλεσε.
分词 οὖσαν(阴性宾格)与直接宾语 τὴν κίνησιν 一致,而其表语补足语 ἀτελοῦς 则是单数属格,作领属性属格(“属于不完满者的”)。主动词 ἐκάλεσε 构成双重宾格结构,以 τὴν κίνησιν 为宾语,ἐνέργειαν 为宾语补足语。
- 3.7ἕως τοῦ τοῦ δὲ φορητοῦ φορά
ἕως τοῦ 是注疏中用于略引文本并指示引文末尾的定型格式。连续出现的两个 τοῦ,前者是介词 ἕως 所管辖的中性属格定冠词(“直到……”),后者则是被引句本身内部的属格定冠词(τοῦ δὲ φορητοῦ)。
