← 辛普里丘

亚里士多德《物理学》注释

§413.12-414.21

将运动定义为潜能者就其如此的现实

辛普里修阐释了亚里士多德关于运动的定义(即“在潜能态中存在者就其如此的现实活动”),说明运动正是向现实态转化过程中仍保有潜能态的状态,并指出了注释家们在定义中把“现实活动”替换为“完全现实态”的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6#1

" Διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ, τοῦ δὲ δυνάμει, τὴν τοῦ δυνάμει ὄντος ἐνέργειαν, ᾗ τοιοῦτόν ἐστι, λέγω κίνησιν εἶναι." Προλαβὼν τὰ χρήσιμα λήμματα πρὸς τὴν περὶ τῆς κινήσεως θεωρίαν τῷ πρώτῳ ληφθέντι πρὸς τὸν ὁρισμὸν εὐθὺς συγκέχρηται τῆς κινήσεως, μᾶλλον δὲ μέρει τινὶ ἐκείνου. τὸ μὲν γὰρ διαιρετικὸν ἦν, ὅτι ἔστι τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ, ὅπερ καθ’ ἑκάστην εἶναι κατηγορίαν εἴρηται. τούτου οὖν φησι τοῦ δυνάμει καὶ ἐντελεχείᾳ καθ’ ἕκαστον γένος θεωρηθέντος καὶ διακριθέντος εἰς τὸ δυνάμει καὶ ἐντελεχείᾳ τὴν τοῦ δυνάμει ὄντος ἐνέργειαν, ᾗ τοιοῦτόν ἐστι, λέγω κίνησιν. καὶ γὰρ ἐν οὐσίᾳ ἐστὶ τὸ μὲν δυνάμει ἄνθρωπος οἷον τὸ σπέρμα, τὸ δὲ ἐντελεχείᾳ οἷον ὁ Σωκράτης, καὶ ἐν ποσῷ δυνάμει τι δίπηχυ καὶ ἐντελεχείᾳ, καὶ ἐν ποιῷ δυνάμει λευκὸν καὶ ἐντελεχείᾳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν γενῶν. ὅτι δὲ θαυμασίως ὡρίσατο τὴν κίνησιν, μάθοιμεν ἂν ἐντεῦθεν. τὸ μὲν γὰρ ἐνεργείᾳ ὄν, ὅπερ λέγεται, ἕως ἂν οὕτως ἔχῃ, οὐκ ἂν λέγοιτο κατὰ τοῦτο κινεῖσθαι· οἷον ἄνθρωπος, ἕως ἂν ἄνθρωπος ᾖ, οὐκ ἂν κινοῖτο κατὰ τὸ ἀνθρώπειον, ἀλλ’ οὐδὲ εἰ λευκὸς εἴη ἐνεργείᾳ, ἕως ἂν λευκὸς ᾖ, κινεῖται κατὰ λευκότητα. ἐὰν δὲ λευκὸς ὢν ἄνθρωπος ἐνεργείᾳ δυνάμει μέλας ᾖ, ὡς δυνάμενος μελαίνεσθαι, ὅταν ἔκστασις ἀπὸ λευκότητος αὐτῷ γένηται ἐπὶ μελανίαν καθὸ ἐπεφύκει, τουτέστι κατὰ τὸ δυνάμενον γενέσθαι μέλαν, ἐνεργοῦντι,1 τότε λέγεται κινεῖσθαι ἐπὶ τὸ μέλαν. καὶ πάλιν ὅταν γένηται μέλας, τότε ἵσταται ἐν αὐτῷ καὶ οὐκέτι κινεῖται κατὰ τὸ μέλαν, ἀλλ’ ἔστιν ἐνεργείᾳ μέλας. οὕτως ἄρα καθὸ ἐνεργείᾳ ἐστὶν οὐδὲν κινεῖται· οὐ μέντοι οὐδὲ καθὸ δυνάμει, μένον δυνάμει καὶ ἐν μόνῃ τῇ ἐπιτηδειότητι, οὐκ ἂν λέγοιτο κινεῖσθαι· ἀλλ’ ὅταν ἀπὸ τοῦ δυνάμει μεταβάλλῃ εἰς τὸ ἐνεργείᾳ μένοντος ἐν αὐτῷ τοῦ δυνάμει, τότε λέγεται κινεῖσθαι. εἰκότως οὖν προσέθηκεν ᾗ τοιοῦτον, ἵνα ἡ ἐνέργεια τοῦ δυνάμει μένοντος ἐπιτελῆται· παυσαμένου γὰρ τοῦ δυνάμει οὐκέτι ἐστὶ κίνησις. τὸ γὰρ ἐνεργείᾳ γενόμενον καθόσον ἐνεργείᾳ ἐν στάσει καὶ μονῇ ἐστιν, ἀλλ’ οὐκ ἐν κινήσει. οὐ μέντοι οὐδὲ εἴ τι τῇ δυνάμει ἐστὶ μόνον, τοῦτο ἤδη κινεῖται. τὸ γοῦν οἰκοδομητόν, ὅπερ ἐστὶ τὸ δυνάμενον οἰκοδομηθῆναι, ἕως μὲν ἀνενέργητον μένει κατὰ τὸ οἰκοδομητόν, ἀκίνητόν ἐστιν· ὅταν δὲ καθὸ οἰκοδομητόν ἐστι κατὰ τοῦτο ἐνεργῇ ἔτι ἔχον ἐν τῷ ἐνεργεῖν τὸ οἰκοδομητόν, τότε κινεῖται, τουτέστιν ὅταν οἰκοδομῆται. καὶ ἡ οἰκοδόμησις ἐνέργεια οὖσα τοῦ οἰκοδομητοῦ τότε κίνησίς ἐστι. μέχρι γὰρ ἂν οἰκοδομῆται οἰκοδομητόν ἐστι καὶ κατὰ τὸ δυνάμει ἐνεργεῖ καὶ κινεῖται. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι ὁ μὲν Ἀριστοτέλης ὁριζόμενος τὴν κίνησιν ἐν ἀρχῇ ἐνέργειαν αὐτὴν εἶπε τοῦ κινητοῦ ᾗ τοιοῦτον, Ἀλέξανδρος δὲ καὶ Πορφύριος καὶ Θεμίστιος καὶ οἱ ἄλλοι τὸν ὁρισμὸν ἐξηγούμενοι ἀκούσαντες μετ’ ὀλίγα τοῦ Ἀριστοτέλους καὶ ἐντελέχειαν καλοῦντος αὐτήν, ἔν τισιν ἀντιγράφοις οὕτως εὑρηκότες τὴν γραφὴν ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια ᾗ τοιοῦτον κίνησίς ἐστιν, εἰς ἐντελέχειαν τὴν ἐνέργειαν ἐν τῷ ὁρισμῷ τῆς κινήσεως μεταλαμβάνουσιν2 ὡς ταὐτὸν ὂν παρὰ Ἀριστοτέλει.

“既然在每个属中,区分有一者在现实态,另一者在潜能态,那么我就说,在潜能态中存在者的现实活动,就其作为这样的存在者而言,就是运动。” 在预先获得了对运动的考察有用的前提命题之后,他便将首先取得的前提,或者说更确切地说是其中的某一部分,立即共同用于运动的定义。因为那个区分性的前提是:有一者仅在现实态,另一者则既在潜能态又在现实态,据说这在每个范畴中都成立。因此他说,在每个属中考察了这在潜能态和现实态中的事物,并区分出潜能态和现实态之后,我把在潜能态中存在者的现实活动,就其作为这样的存在者而言,称为运动。因为在实体中,一者是潜能上的人(例如精子),另一者是现实态中的人(例如苏格拉底);在数量中,某物是潜能上的二肘和现实态中的二肘;在性质中,某物是潜能上的白和现实态中的白。对其余各属也是同样。我们可以从下文获知他是如何奇妙地定义了运动的。因为在现实活动中的存在者,就其所说的而言,只要它保持如此,就不会被说成是就此而运动;例如一个人只要还是人,就不会就其人性而运动,而且即便他在现实活动中是白的,只要他还是白的,他就不会就白性而运动。但是,如果一个在现实活动中是白的人在潜能上是黑的,作为能够变黑者,当他依照其天生所具有的潜质——也就是就能够变黑而言——处于活动中时,白性向黑性的偏离对他发生,这时他才被说成是在向黑运动。再者,当他变黑时,他便驻留在其中,不再就黑而运动,而是在现实活动中是黑的。因此,就其在现实活动中而言,没有任何东西运动。然而,就其在潜能态而言,如果仅仅保持在潜能态中且仅处于适应性中,也不会被说成是运动;而只有当它从潜能态中的事物向现实活动中的事物转变,且潜能态仍留存于它之中时,这时它才被说成是在运动。因此,他理所当然地补充了“就其作为这样的存在者而言”,以使保持在潜能态之物的现实活动得以完成;因为一旦潜能停止,就不再有运动了。因为在现实活动中生成的事物,就其在现实活动中而言是处于静止与驻留中,而不是在运动中。然而,某物即便仅仅凭借潜能而存在,这也并不意味着它已经在运动了。无论如何,可建造物,即能够被建造的东西,只要在可建造性上保持非活动状态,它就是不动的;但当它就其作为可建造物而言就此处于活动中,且在活动中仍保留着可建造性时,这时它才运动,也就是当它正在被建造的时候。而建筑活动作为可建造物的现实活动,在那时就是运动。因为只要它还在被建造,它就是可建造物,并且依潜能而活动,处于运动之中。值得注意的是,亚里士多德在最初定义运动时,称其为可动者就其作为这样者的现实活动,但亚历山大、波菲利、忒弥斯提乌斯及其他人解释这一定义时,听到亚里士多德在不久之后也称其为完全现实态,并在某些抄本中发现了“运动是在潜能态中存在者就其作为这样者的完全现实态”这样的异文,便在运动的定义中把现实活动替换为完全现实态,理由是在亚里士多德看来二者是同一的。

语法注2 条
  1. 3.6ἐνεργοῦντι

    现在分词阳性与格单数,修饰ὅταν从句中的与格代词 αὐτῷ(即那个能变黑的人),尽管中间被介词短语和关系从句所隔开。其构文骨架为“偏离对于处于活动中的他发生时”。

  2. 3.6εἰς ἐντελέχειαν τὴν ἐνέργειαν ἐν τῷ ὁρισμῷ τῆς κινήσεως μεταλαμβάνουσιν

    动词 μεταλαμβάνω 与宾格及前置词 εἰς 连用,表示“将A(宾格)置换/替换为B(εἰς + 宾格)”。此处意为“在运动的定义中将现实活动(τὴν ἐνέργειαν)置换为完全现实态(εἰς ἐντελέχειαν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:413.12-414.21