- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:411.33-413.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了在“具有”等其余范畴中同样可以存在运动与变化,并援引欧德谟尤其是泰奥弗拉斯托斯的见证,提出一切范畴皆有运动的观点。
ὁμοίως δὲ καὶ ὁ ἀπὸ τοῦ ὡπλίσθαι ἐπὶ τὸ ἄοπλον μεταβαλὼν διὰ τί μὴ κατὰ τὸ ἔχειν λέγοιτο ἄν μεταβάλλειν; καὶ ἐν αἷς μὲν κατηγορίαις ἐστὶν ἐναντίωσις, διὰ τί μὴ καὶ κινεῖσθαι λέγοιτο ἂν κατ’ ἐκείνας τὸ ὑποκείμενον; ἐν αἷς δὲ μὴ ἔστι, μάλιστα μὲν αἱ στερήσεις ὡς ἐναντιώσεις περὶ τὸ ὑποκείμενον ὑφίστανται, ὡς τὸ ψιλὸν τῷ ὡπλίσθαι ἀντικείμενον. ἔπειτα κἂν μὴ ᾖ ἀντίθεσις, ἀλλ’ ἤρκει τὸ εἶναι ἢ μὴ εἶναι τὸ κατὰ τὴν κατηγορίαν.1 καὶ γὰρ ἐν οὐσίᾳ ἔστι μεταβολὴ καίτοι ἐναντιώσεως μὴ οὔσης. ἀρκεῖ γὰρ ἡ κοινὴ πάντων τῶν γενῶν ἐναντίωσις ἡ κατὰ τὸ εἶδος καὶ τὴν στέρησιν. οὕτως δὲ καὶ ὁ πρότερον ὡπλισμένος, ἐὰν ψιλωθῇ, μετέβαλεν ἀπὸ τοῦ ἔχειν ὅπλα εἰς τὸ μὴ ἔχειν, ὁπότε δυνατὸν καὶ ἀπὸ βαρυτέρας ὁπλίσεως εἰς κουφοτέραν μεταβαλεῖν. Κοινῶς δὲ ἐπιστῆσαι ἄξιον, ὅτι πᾶσαι αἱ κατηγορίαι ἐν τῇ γενέσει θεωρούμεναι καὶ ἐν τοῖς καθ’ ἕκαστα ὑφεστηκυῖαι μεταβολὴν ὑπομένουσιν. ὡς γὰρ ἡ οὐσία γενητὴ καὶ φθαρτή ἐστιν ἡ ἐνταῦθα, οὕτως καὶ ποιότητες καὶ ποσότητες καὶ αἱ ἄλλαι κατηγορίαι. ὥσπερ οὖν ἡ οὐσία κἂν κινεῖσθαι μὴ λέγοιτο διὰ τὸ μὴ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον εἶναι τὴν μετάστασιν, τοῦ κινουμένου πάντως ὑποκειμένου τινὸς εἶναι βουλομένου, ἀλλὰ μεταβάλλειν καὶ ἡ οὐσία συγχωρεῖται καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οὕτως καὶ ἑκάστη τῶν ἄλλων κατηγοριῶν καθ’ αὑτὴν ἂν μεταβάλλειν συγχωροῖτο ὡς γινομένη καὶ φθειρομένη, οἷον ἡ λευκότης καὶ τὸ τρίπηχυ καὶ ἡ δεξιότης. καὶ τὸ ὑποκείμενον ἄρα τὸ τούτων μετέχον κινεῖσθαι ἂν λέγοιτο κυρίως κατὰ ταῦτα, εἴπερ ὑπομένοντος ἐκείνου γίνεται καὶ φθείρεται περὶ αὐτὰ ταῦτα, ὅπερ ἴδιον τῶν κινουμένων ὁ Ἀριστοτέλης φησίν. εἰ δὲ καὶ ἐν πάσαις ταῖς κατηγορίαις ἐστὶ τὸ δυνάμει, δείκνυται δὲ ἡ κίνησις ἐντελέχεια τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστι, πῶς οὐκ ἂν εἴη κίνησις ἐν πάσαις; ὅλως δὲ ὅτι μὲν μεταβάλλει ὁ ἐκ δεξιοῦ λαιὸς γινόμενος καὶ ἐξ ἐχθροῦ φίλος, ἔτι δὲ ὁ ἐκ τοῦ θερμαίνειν εἰς τὸ ψύχειν μεθιστάμενος καὶ ὁ ἐκ τοῦ θερμαίνεσθαι εἰς τὸ ψύχεσθαι, οὐ κατὰ τὴν ποιότητα μόνον ἀλλὰ καὶ κατὰ τὸ διάφορα καὶ ὑπεναντία πάθη πάσχειν, παντὶ δῆλον· ἔτι δὲ ὁ ἐκ τοῦ πέρυσιν εἰς τὸ τῆτες προελθὼν καὶ ὁ ἐκ τοῦ πρηνοῦς μετατεθεὶς εἰς τὸ ὕπτιον καὶ 〈ὁ〉 ἐξ ὡπλισμένου ψιλωθείς. ἐπειδὴ δὲ ἑκάστη μεταβολὴ κατά τι γίνεται τῶν ὄντων, τὰ δὲ ὄντα ταῖς κατηγορίαις συνδιῄρηται, λεγέτω τις ἑκάστη τῶν εἰρημένων μεταβολῶν κατὰ τίνα τῶν κατηγοριῶν ἄλλην γίνεται, εἰ μὴ κατὰ τὴν οἰκείαν. καὶ οἶδα μὲν ὅτι προπετὲς εἶναι δοκεῖ τὸ τὴν ἐναντίαν ἀφιέναι τῷ Ἀριστοτέλει φωνήν, ἕως δ’ ἂν γνῶναι δυνηθῶμεν ἀκριβῶς τὴν αἰτίαν τῆς τοιαύτης αὐτοῦ διατάξεως, ἀρκούμεθα πρὸς παραμυθίαν τῇ τε Εὐδήμου συνηγορίᾳ ἐπὶ τῆς ποτὲ κατηγορίας ῥηθείσῃ καὶ ἔτι μᾶλλον τῇ Θεοφράστου σαφῶς τὴν κίνησιν καὶ μεταβολὴν ἐν πάσαις ταῖς κατηγορίαις θεωροῦντος. λέγει γοῦν ἐν τῷ δευτέρῳ τῶν Περὶ κινήσεως· “οἰκειότερον δέ (ὅπερ καὶ λέγομεν καὶ ἔστιν) ἐνέργειαν τοῦ δυνάμει κινητοῦ ᾗ κινητὸν2 κατὰ γένος ἕκαστον τῶν κατηγοριῶν οἷον οὐσίας ποιοῦ ποσοῦ φορητοῦ τῶν ἄλλων. οὕτω γὰρ ἀλλοίωσις αὔξησις φορὰ γένεσις καὶ αἱ ἐναντίαι ταύταις.” ἐν τῷ τρίτῳ δὲ ἔτι σαφέστερον οἶμαι τάδε γέγραφεν· “ἐν μὲν τῷ ἀφορισμῷ τῆς κινήσεως τοσαῦτά φαμεν αὐτῆς εἴδη, ὅσαι κατηγορίαι· τὴν γὰρ τοῦ δυνάμει ὄντος ᾗ τοιοῦτον ἐντελέχειαν κίνησιν.” καὶ τοῦτο δὲ ἐν τῷ αὐτῷ βιβλίῳ φησί· “τοῦ δὲ πρός τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ δὲ κατὰ δύναμιν ἔστιν.3 ἡ γὰρ ἐνέργεια κίνησίς τε καὶ καθ’ αὑτό.” ἀλλὰ ταῦτα μὲν καὶ ἐπὶ πλέον ζητητέον τὴν Ἀριστοτέλους γνώμην ἀνιχνευόντων ἡμῶν.
同样,由披甲转变为卸甲之人,为何不能说是依“具有”而变化呢?而在存在相反性的诸范畴中,基底为何不能说是依它们而被运动呢?而在不存在相反性的范畴中,缺乏尤其作为相反性而在基底周围实存,正如赤身裸体与披挂甲胄相对立一样。其次,即使没有对立,依范畴的[形式]之是与不是也已足够。因为在实体中,尽管没有相反性,也同样存在变化;因为一切类所共有的、依形式与缺乏的相反性便已足够。同样,先前披甲之人若被卸除甲胄,也是从具有武器变化为不具有,因为从较沉重的装甲变化为较轻便的装甲也是可能的。 普遍而言,值得注意的是:凡在生成中被考察且在个别事物中实存的一切范畴,都承受着变化。因为正如这里可感界的实体是可生成与可消灭的一样,诸性质、诸数量以及其他范畴亦复如此。因此,正如实体即便由于不是从基底到基底的转变而未被说成是被运动(因为被运动者无论如何必须是某种基底),实体自身却仍被承认是非偶性地依其自身而变化;同样,其他各个范畴作为生成与消灭者,亦将被承认是依其自身而变化,例如白、三肘长以及右侧。从而分有这些属性的基底,若是当该基底持存时这些属性在其周围生成与消灭,它就将严格地被说成是依这些属性而被运动,而亚里士多德正说这乃是被运动之物的特有属性。再者,若潜能存在于一切范畴之中,且运动被证明是潜能者作为潜能者的完全现实,那么运动怎会不存在于一切范畴中呢? 总而言之,由右方变为左方者、由仇敌变为朋友者,以及从加热转变到致冷者、从被加热转变到被致冷者,不仅依性质,而且依承受相异且相反的受动而发生变化,这对所有人都是显而易见的;更有甚者,由去年步入今年者、由俯卧转变为仰卧者,以及由披甲变为赤身者亦然。既然每一变化都是依存在者中的某一事物而发生,而存在者已随各范畴被共同划分,那么若不是依其固有的范畴,就请有人说说上述各个变化究竟是依哪一个其他范畴而发生的吧。我固然知晓,对亚里士多德发出相反的言论显得鲁莽冒失,但在我们能够确切得知他作出如此区划的原因之前,为了求得安慰,我们权且满足于欧德谟就“何时”这一范畴所表达的支持,以及更满足于泰奥弗拉斯托斯的支持,后者明确地认为运动和变化存在于一切范畴之中。他在《论运动》第二卷中至少这样说道:“但更为固有的是(这正是我们所主张的,也是实情),[运动即是]潜在可动者在其可动的限度内,依范畴的每一个类——诸如实体、性质、数量、位移者及其他——的现实活动。因为只有这样,变质、增长、位移、生成以及与它们相反者才得以成立。”而在第三卷中,我认为他写得更为清楚:“在运动的界说中,我们断言运动有多少范畴便有多少种;因为潜在存在者作为潜能者的完全现实即是运动。”并且在同一卷中他又说道:“至于关系者,依定义的运动不存在,但依潜能的运动却存在。因为现实活动既是运动,也是依其自身的。”但这些问题,仍有待我们在追索亚里士多德本意的过程中作进一步的探讨。
- 3.5κἂν μὴ ᾖ ἀντίθεσις, ἀλλ’ ἤρκει τὸ εἶναι ἢ μὴ εἶναι τὸ κατὰ τὴν κατηγορίαν
在让步从句 κἂν μὴ ᾖ 之后的主句中,未完成过去时 ἤρκει 以非人称方式表示潜能或事实上的充分性(“……本就足够”)。其主语为冠词加不定式短语 τὸ εἶναι ἢ μὴ εἶναι,而 τὸ κατὰ τὴν κατηγορίαν 则规定了依该范畴的是或不是的内容。
- 3.5οἰκειότερον δέ (ὅπερ καὶ λέγομεν καὶ ἔστιν) ἐνέργειαν τοῦ δυνάμει κινητοῦ ᾗ κινητὸν
泰奥弗拉斯托斯引文的开头。在述语形容词 οἰκειότερον 之后省略了动词(如 ἐστὶ λέγειν 或 ὁρίζεσθαι),它统摄定义中的宾格 ἐνέργειαν…… 短语。括号内的 ὅπερ καὶ λέγομεν καὶ ἔστιν 则是强调性的插入句。
- 3.5τοῦ δὲ πρός τι κίνησις τοῦ μὲν κατὰ λόγον οὐκ ἔστι, τοῦ δὲ κατὰ δύναμιν ἔστιν
句首的 τοῦ δὲ πρός τι 为限定或领域的属格(“关于关系者”)。紧随其后的 τοῦ μὲν…… τοῦ δὲ…… 作部分属格,将关系者分为两类:“对于依定义而言的关系者……但对于依潜能而言的关系者……”。
