- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:410.23-411.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在对施动与受动中否定“变化的变化”作了进一步澄清后,论证了在“何时”与“姿态”范畴中同样可以基于相反性而成立运动与变化,并援引欧德谟的见证与时间的本性进行了审察。
οὐκέτι μέντοι καὶ αἱ τούτων μεταβολαὶ ὡς ὑποκείμενα ληπτέαι. ἢ οὐδὲ κινήσεως ἁπλῶς ἐστιν αὕτη κίνησις καθὸ κίνησις. τὸ μὲν γὰρ ποιοῦν οὐδὲ κινεῖται καθὸ ποιεῖ, τὸ δὲ πάσχον εἰ κινοῖτο ἐξ ἄλλου πάθους εἰς ἄλλο, καθὸ τοιάδε κίνησις, ἀλλ’ οὐχὶ καθὸ ἁπλῶς κίνησις μεταβάλλει. καὶ εἴπερ λέγει τι ὁ λόγος οὗτος, ἐν μὲν τῷ ποιεῖν καὶ πάσχειν καὶ ἐναντίωσίς ἐστι καὶ κίνησις ἤτοι μεταβολὴ ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα. οὐκέτι μέντοι καὶ ἐν τῇ μεταβολῇ τούτων μεταβολὴ διὰ τὸ μὴ εἶναι ὡς ὑποκείμενα εἴδη τὰς τοιαύτας μεταβολάς,1 ἀλλὰ μόνον μεταβολὰς μηδὲ ὡς κινήσεως εἶναι κίνησιν, ἀλλ’ ὡς τοιᾶσδε κινήσεως. τοῦτο δὲ καὶ ἐπὶ πλέον διακριτέον. Ἀλλ’ ἐν τῇ ποτὲ κατηγορίᾳ διὰ τί οὐκ ἂν εἴη κίνησις ἢ μεταβολή; ὡς γὰρ ἀπὸ λευκοῦ μεταβάλλω εἰς τὸ μέλαν καὶ ἀπὸ τόπου εἰς τόπον, οὕτως ἀπὸ τοῦ πέρυσιν εἰς τὸ τῆτες καὶ εἰς νέωτα. τί δὲ τοῦτο διαφέρει τοῦ ἀπὸ Λυκείου εἰς Ἀκαδημίαν; κἂν γὰρ τὰ μέρη τοῦ χρόνου φθείρηται, οὐδὲν παρὰ τοῦτο. οὐδὲ γὰρ εἰ τὸ Λύκειον ἐφθείρετο βαδίζοντος εἰς Ἀκαδημίαν, ἤδη διὰ τοῦτο οὐκ ἦν κατὰ τόπον ἡ κίνησις. καὶ γὰρ καὶ τὸ λευκὸν φθείρεται, ὅταν ἀπὸ λευκοῦ μεταβάλλω εἰς μέλαν. εἰ δὲ λέγοι τις, ὅτι ἡ μὲν κατὰ τόπον κίνησις φορά τίς ἐστι διὰ τόπου καὶ διέξοδος, διὰ δὲ τοῦ χρόνου οὐδὲν φέρεται, ἀλλὰ φερομένων συμπαρέρχεται καὶ ὁ χρόνος (τὸ γὰρ γῆρας καὶ τὰ τοιαῦτα πάντα ἀλλοιώσεις εἰσὶ καὶ πάθη τῶν σωμάτων περὶ ἑαυτὰ καὶ ἐν ἑαυτοῖς, ὁ δὲ χρόνος ἄλλως συνδιέρχεται), εἴ τις οὖν ταῦτα λέγοι, πολλῇ δοκεῖ μοι τῇ αἰσθήσει χρῆσθαι2 καὶ διὰ τοῦτο τὸ δραστήριον τοῦ χρόνου μὴ συννοεῖν, ἀλλὰ τὴν μὲν κατὰ τόπον μεταβολὴν ἅτε ὑπ’ αἴσθησιν τοῦ τόπου πίπτοντος ὁμολογεῖν, τὴν δὲ κατὰ χρόνον ἀπαγορεύειν ὡς οὐχ ὁρωμένου τοῦ χρόνου. καίτοι χρῆν ἐννοεῖν, ὅτι δρᾷ τι ἑκάστοτε εἰς ἡμᾶς ὁ χρόνος, καὶ ὥσπερ ἀπὸ λευκοῦ εἰς μέλαν μεταβαλλόμενον, οὕτως ἀπὸ τοῦ περυσινοῦ πάθους εἰς τὸ τητινὸν οὐ καθὸ ἀπὸ πάθους εἰς πάθος ἡ μεταβολή, οἷον ἀπὸ νεότητος εἰς γῆρας, κατὰ τὴν τοῦ σώματος ἀλλοίαν διάθεσιν, ἀλλὰ κατὰ τὴν χρονικὴν συνέμφασιν τοῦ περυσινοῦ καὶ τοῦ τητινοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ Εὔδημος ὁ γνησιώτατος τῶν Ἀριστοτέλους ἑταίρων λέγων ἐν τῷ δευτέρῳ τῶν Φυσικῶν μετὰ τὸ εἰπεῖν τὰς ἄλλας τέτταρας κινήσεις· “καὶ γὰρ τὸ ποτὲ τοῖς δυνατοῖς ᾗ δύναται συμβαίνει κινουμένοις.3 πάντα γὰρ ἐν χρόνῳ κινεῖται.” εἰ μὴ ἄρα λέγοι τις ἐν χρόνῳ εἶναι ἀλλὰ μὴ κατὰ χρόνον τὴν κίνησιν. σημεῖον δέ φασί τινες τοῦ μηδεμίαν εἶναι κατὰ χρόνον ἰδίως κίνησιν καὶ τὸ μηδεμίαν εἶναι κατὰ χρόνον ἠρεμίαν· οὐδὲ γὰρ χρόνος οὐδεὶς οὐδενὶ ὁ αὐτός, ἀλλ’ ἀεὶ ὁ ἐπιὼν ἕτερος. ὥστε οὐκ ἔσται τὸ διαμένον ἐν τῷ αὐτῷ χρόνῳ, τὸ δὲ ἐν τῷ αὐτῷ τόπῳ ἔστι καὶ ἐν τῇ αὐτῇ ποιότητι. ἀλλ’ ἐπισκεπτέον, μήποτε τοῦτο τοῦ ἐναντίου σημεῖόν ἐστιν. εἰ γὰρ χρόνος οὐδεὶς οὐδενὶ ὁ αὐτός, ἀλλ’ ἀεὶ ὁ ἐπιὼν ἕτερος, δῆλον ὅτι ὁ χρόνος ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἔχει. πῶς οὖν τὸ ἐν τῷ χθεσινῷ χρόνῳ, ὅταν ἐν τῷ σημερινῷ γίνηται, οὐκ ἂν λέγοιτο κατὰ χρόνον μεταβάλλειν, κἂν ἔφθαρται ὁ χθεσινὸς χρόνος; Ἀλλὰ δὴ καὶ κατὰ τὸ κεῖσθαι, εἴπερ τοῦ κεῖσθαι διαφοραὶ τὸ ὕπτιον καὶ τὸ πρηνὲς καὶ ταῦτα ἐναντία ἀλλήλοις, διὰ τί μὴ λέγοιτο ἂν κατὰ θέσιν μεταβάλλειν τὸ ἐξ ὑπτίου εἰς τὸ πρηνὲς μεθιστάμενον, ἄλλης μὲν οὔσης ἐν αὐτῷ τῆς κατὰ τὸν περιέχοντα τόπον μεταβολῆς, ἄλλης δὲ τῆς κατὰ τὴν θέσιν καὶ τὸ σχῆμα τῆς θέσεως;
然而,这些变化本身却不能再被当作基底来看待。抑或,这根本不是作为运动的运动之运动。因为施动者在施动的限度内甚至不被运动;而受动者若是从一种受动被运动到另一种受动,它也是作为这样一种特定的运动而变化,而不是作为一般的运动而变化。假若这种论证具有某种合理性,那么在施动和受动中确实既存在相反性,也存在运动,亦即从一方到另一方的变化。然而,在这些变化的变化中却不再有变化,因为此类变化并不是作为基底的形式,而仅仅是变化;并且这也不是作为一般的运动的运动,而是作为如此这般的运动。但这还须作进一步的审察。 但在“何时”这一范畴中,为何不能有运动或变化呢?因为正如我从白变化到黑,从处所变化到处所一样,我也从去年变化到今年,并变化到明年。这与从吕刻昂前往阿卡德米亚有何区别呢?因为即使时间的各部分消逝毁灭,也决不因此而有所妨碍。因为就算某人走向阿卡德米亚时吕刻昂被毁坏了,也并不因此就不是依处所的运动。实际上,当我从白变化到黑时,白也同样消灭了。但若有人说,依处所的运动是某种穿过处所的位移和通行,而穿过时间却没有东西被运载,而只是当事物被运载时时间亦一同流逝(因为衰老以及所有诸如此类的事物都是物体关乎自身且在其自身之中的变质和受动,而时间只是以另一种方式共同流逝罢了)——如果有人这样说,在我看来他未免过多地诉诸感官,从而未能领会时间的能动效用,以至于因为处所落入感官而承认依处所的变化,却因为时间不可见而否定依时间的变化。然而本应当认识到,时间每时每刻都在对我们施加某种作用,并且正如事物从白变化到黑一样,它也从去年的受动变化到今年的受动,这并非是在依身体状态的相异而从一种受动变化到另一种受动——例如从年轻变化到年老——的限度内,而是依去年与今年这一时间性的共涵。亚里士多德最忠实的同伴欧德谟也在其《物理学》第二卷中,于列举了其他四种运动之后作证说:“因为‘何时’也属于具有潜能的事物,只要它们在被运动时是可能的。因为一切事物都在时间中运动。”——除非有人会说,运动是在时间中而非依时间。有些人还声称,完全没有依时间的特有运动的一个证据是,完全没有依时间的静止;因为对于任何事物而言,绝没有任何时间是同一的,而是后继者总相异。因此,在同一时间中持存者将不存在,而在同一处所和同一性质中持存者却存在。但是必须审察,这是否反倒是相反结论的证据。因为若没有任何时间对任何事物是同一的,而接续者总是相异的,显而易见,时间恰恰是在生成与消灭中具有其实存。那么,处于昨天时间中的事物,当其处于今天的时间中时,即便昨天的时间已经消灭,又怎能不说它是依时间而变化呢? 再者,依“姿态”而言,既然仰卧与俯卧是姿态的种差,且二者相互对立,那么从仰卧转变到俯卧的事物,又为何不能说是依位置而变化呢?因为它自身之中依包围处所的变化是一回事,而依位置及其形态的变化是另一回事。
- 3.5οὐκέτι μέντοι καὶ ἐν τῇ μεταβολῇ τούτων μεταβολὴ διὰ τὸ μὴ εἶναι ὡς ὑποκείμενα εἴδη τὰς τοιαύτας μεταβολάς
此处省略了动词 ἐστί,即 οὐκέτι μέντοι καὶ ἐν τῇ μεταβολῇ τούτων μεταβολή [ἐστι]。其后的介词短语 διὰ τὸ μὴ εἶναι 构成了带冠词不定式结构,其中宾格 τὰς τοιαύτας μεταβολάς 作不定式 εἶναι 的逻辑主语,ὡς ὑποκείμενα εἴδη 作表语。
- 3.5εἰ δὲ λέγοι τις, ὅτι... εἴ τις οὖν ταῦτα λέγοι, πολλῇ δοκεῖ μοι τῇ αἰσθήσει χρῆσθαι
由 εἰ δὲ λέγοι τις, ὅτι... 引出了对反论的长篇设想,在括号内的补充说明导致主谓隔开后,通过 εἴ τις οὖν ταῦτα λέγοι 进行了概括性复述(resumptive),进而引出主句 πολλῇ δοκεῖ μοι...。整个句子的骨架为表示潜在可能的条件句:“若有人说……,在我看来他未免过多地诉诸感官”。
- 3.5καὶ γὰρ τὸ ποτὲ τοῖς δυνατοῖς ᾗ δύναται συμβαίνει κινουμένοις
引自欧德谟。主语为 τὸ ποτέ(“何时”),谓语动词为 συμβαίνει(附随/属于),与格分词短语 τοῖς δυνατοῖς... κινουμένοις(对于运动着的具有潜能者)为其补足语。ᾗ δύναται 为限定从句(“就其可能的限度而言”)。
