- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:409.6-410.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了亚里士多德在《物理学》第五卷中否定关系、施动和受动范畴中存在运动的论据,探讨了关系中的相反性以及施动受动中“变化的变化”是否必然导致无穷后退的疑难。
οὐδὲ δὴ τοῦ ποιοῦντος καὶ πάσχοντος1 οὐδὲ παντὸς κινουμένου καὶ κινοῦντος, ὅτι οὐκ ἔστι κινήσεως κίνησις οὐδὲ ὅλως μεταβολῆς μεταβολή.’ τούτων οὖν τῶν κατηγοριῶν οὕτως ἀποδοὺς τοὺς λογισμοὺς ὁ Ἀριστοτέλης τὸ κεῖσθαι καὶ τὸ ἔχειν καὶ τὴν ποτὲ κατηγορίαν παρῆκε. καὶ ὅτι μὲν ἐπὶ τῆς οὐσίας, κἂν κίνησις μὴ ᾖ ὅτι μηδὲ ἐναντίωσις, ἀλλὰ μεταβολή γέ ἐστιν, αὐτὸς σαφῶς ὁμολογεῖ καὶ τὰ εἴδη τῆς μεταβολῆς γένεσιν καὶ φθορὰν λέγων· ἐπὶ δὲ τῶν πρός τι διὰ τί οὐκ ἂν εἴη κίνησις καὶ ἐναντιώσεως οὔσης, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν Κατηγορίαις ὁμολογεῖ λέγων “ὑπάρχει δὲ καὶ ἐναντιότης ἐν τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντίον, ἑκάτερον τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ”. κἂν γὰρ τοῦ δεξιοῦ κινηθέντος ὁ πρότερον ἀριστερὸς ὢν μὴ κινηθεὶς αὐτὸς γίνηται δεξιὸς καὶ διὰ τοῦτο κατὰ συμβεβηκὸς μεταβάλλῃ, ἀλλὰ πρῶτον μὲν ὁ δεξιὸς πρότερον ἑστὼς καὶ κινηθεὶς οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸν μετέβαλε μετὰ τοῦ τόπου καὶ τὴν τοῦ δεξιοῦ σχέσιν ἀριστερὸς γενόμενος. καὶ ὁ μὴ κινηθεὶς δέ, ἐπειδὴ ἡ σχέσις οὐκ ἐν τῷ ἑνί ἐστιν ἀλλ’ ἐν ἀμφοτέροις, τὴν ἐν αὐτῷ σχέσιν οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ συγκινουμένην ἔσχε τῇ τοῦ μεταβεβηκότος. ὥσπερ εἴ τις ῥάβδου τὸ ἕτερον πέρας ἐπὶ τὸ κάτω ὠθῶν τὸ ἕτερον ἐπὶ τὸ ἄνω ποιεῖ κινεῖσθαι οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, διότι μία κίνησις ἀμφοῖν τοῖν περάτοιν ἐστίν. ὅτι δὲ ταῦτα καὶ τῷ Ἀλεξάνδρῳ ἀρέσκει, ἄκουσον οἷα μετ’ ὀλίγον φησὶν ἐξηγούμενος τὴν λέξιν τὴν λέγουσαν “διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν”. λέγει γάρ· “ἢ καὶ ἐπὶ τοῦ πρός τι τὸ μὲν δυνάμει διπλάσιον οὐ κεκίνηται, τὸ μέντοι δυνάμει ἥμισυ ἐκινήθη, ἵνα τοῦτο διπλάσιον γένηται. οὐκ ἦν δὲ ἄλλη δύναμις ἡ τοῦ δυνάμει διπλασίου καὶ ἡ τοῦ δυνάμει ἡμίσεος, ὥστε κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως καὶ ἐν ἐκείνοις ἡ κίνησις μιᾶς τῆς κατὰ τὸ ὑποκείμενον δυνάμεως οὔσης καὶ τὰς διαφόρους τῶν πρός τι σχέσεις ἐποίει.” Εἰ δὲ τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεις, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐν ταῖς κατηγορίαις ταύταις κίνησις, ἐπειδὴ κινήσεως κίνησις οὐκ ἂν εἴη, ἵνα μὴ ἐπ’ ἄπειρον ἴοιμεν, πρῶτον μὲν εἰ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐπιδέχεται ἐναντιότητα, ὡς εἴρηται ἐν Κατηγορίαις· “τὸ γὰρ θερμαίνειν, φησί, τῷ ψύχειν ἐναντίον καὶ τὸ θερμαίνεσθαι τῷ ψύχεσθαι, καὶ τὸ ἥδεσθαι τῷ λυπεῖσθαι”, καὶ ἔστι μεταβάλλειν ἀπὸ θατέρου τῶν ἐναντίων εἰς θάτερον· ὁ γὰρ ἡδόμενος ἐπὶ σιτίῳ ἐμφορηθεὶς καὶ ἐμφραγεὶς λυπηθείη ἂν καὶ ὁ θερμαινόμενος ψυχθείη καὶ ὁ πρότερον θερμαίνων ἀὴρ ἐπὶ τὸ ψύχειν μεταβάλοι. εἰ οὖν ταῦτα οὕτως ἔχει, διὰ τί οὐκ ἂν εἴη τῆς κατὰ τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεως μεταβολή, οὐκ ἐπ’ ἄπειρον ἰόντων ἡμῶν, εἴπερ εἰς εἴδη καὶ ἐξ εἰδῶν αἱ μεταβολαί; οὐδὲ γὰρ ἐπ’ ἄπειρον θερμαινόμεθα ἢ ψυχόμεθα. εἰ δὲ γίνοιτο καὶ φθείροιτο ἡ βάδισις, πῶς οὐκ ἂν εἴη μεταβολὴ μεταβολῆς; καὶ γὰρ μεταβολή τις καὶ ἡ βάδισις, καὶ ἡ τῆς βαδίσεως γένεσις καὶ φθορὰ μεταβολαί τινές εἰσι καὶ αὗται. ἢ εἰ τοῦτο, ἐπειδὴ καὶ αὗται αἱ μεταβολαὶ μὴ πρότερον οὖσαι ποτὲ γίνονται καὶ φθείρονται, πάλιν ἔσονται καὶ τούτων μεταβολαί, καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ εἴπερ τοῦτο ἄτοπόν ἐστι, μήποτε οὐ λύεται τῷ μὴ εἶναι μεταβολῆς μεταβολήν.2 τοῦτο γὰρ ἔτι ἀτοπώτερον, εἴπερ ἐναργῶς φαίνοιτο τὸ οἰκοδομεῖν καὶ τὸ βαδίζειν καὶ τὸ θερμαίνεσθαι ἐν ἐμοὶ χθὲς μὲν εἰ τύχοι μὴ ὄντα, σήμερον δὲ ὄντα, ὅπερ ἄνευ μεταβολῆς οὐ συμβαίνει. κἂν γὰρ ἐγὼ ὦ ὁ μεταβάλλων κατ’ ἐκεῖνα, ἀλλὰ καὶ αὐτὰ εἴδη τινὰ ὄντα καὶ ὥσπερ ὑποκείμενα ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι μεταβάλλει καὶ ἀπὸ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι.
‘同样,对于施动与受动,以及对于一切被动者和推动者,也绝不存在[运动],因为不存在运动的运动,一般而言也不存在变化的变化。’因此,亚里士多德在对这些范畴作了如此说明之后,便略过了姿态、具有和时间这几个范畴。至于在实体上,纵使因为不存在相反性而并非运动,但至少也是变化,这一点他自己通过把生成和消灭称为变化的种而明确承认了;可是在关系上,既然存在相反性,为何不能有运动呢?正如亚里士多德自己在《范畴篇》中也承认的那样,他说:“在关系者中也存在相反性,例如美德与邪恶相反,二者都是关系者,知识与无知也是如此”。因为即使当右侧者运动时,原先在左侧者自身并未运动却变成了在右侧,并因此而发生了附带的变化,但首先,原先站在右侧且发生了运动的人,并不是附带地、而是就自身而言伴随着处所而改变了右侧的关系,变成了在左侧。而未运动的人,由于关系并不单存在于一者中而是存在于双方之中,他也拥有了并非附带地、而是就自身而言与改变位置者的关系一同运动的内在关系。就像有人将一根木棍的一端向下推时,由于两端的运动是一体的,便使得另一端不是附带地、而是就自身而言向上运动一样。至于这些观点同样合乎亚历山大的意图,请听他稍后在解释说“因此运动是被运动者作为可运动者时的现实态”这一文句时所说的内容。因为他说:“或者,在关系者中也是如此:潜在的二倍并未运动,然而潜在的一半确实运动了,以便此者成为二倍。但是潜在二倍的潜能与潜在半分的潜能并非相异,以致按照潜能的实现活动,在那些事物中也有运动,由于依基底的潜能是单一的,从而产生了关系者的不同关系。” 但是,如果施动与受动是运动,且正因如此在这些范畴中不存在运动——因为既然运动不能有运动以免我们陷入无穷后退——那么首先,倘若施动与受动也接受相反性,正如在《范畴篇》中所说的那样——因为他说,“加热与冷却相反,被加热与被冷却相反,感到快乐与感到痛苦相反”——并且可能从相反者的一方变化到另一方,情况又会如何呢?因为因食物而快乐的人,若过度充盈并发生梗阻就会感到痛苦;被加热者会变冷;先前加热的空气也会转向冷却。既然如此,如果我们并非陷入无穷后退——因为变化是进入形态并从形态而出的——那么为何不能有依照施动与受动的运动的变化呢?因为我们并不是无穷无尽地被加热或冷却的。而且,如果步行能够生成与消灭,怎么会没有变化的变化呢?因为步行本身就是某种变化,而步行的生成与消灭自身也是某种变化。抑或有人会说,如果承认这一点,既然这些变化先前并不存在,而在某个时刻生成与消灭,那么这些变化还将再次有其变化,且这将至于无穷吗?假若这是荒谬的,那么凭借‘不存在变化的变化’,或许并不能解决问题。因为如果建造、步行和被加热昨天碰巧并不存在于我之中,今天却赫然显现为存在着——这若没有变化是不会发生的——那么这〔即不存在变化的变化〕就更加荒谬了。因为即使依它们而变化的是我,但它们自身作为某种形式并且宛如基底一样,也是从不存在变化为存在,并从存在变化为不存在的。
- 3.5οὐδὲ δὴ τοῦ ποιοῦντος καὶ πάσχοντος
这是承接前一文本块所引用的亚里士多德原句(《物理学》第五卷第二章),否定词 οὐδέ 修饰承前省略的主谓结构 ἔστι κίνησις(存在运动)。属格 τοῦ ποιοῦντος καὶ πάσχοντος 作为表示领域或范畴的属格,与前句中的 ἐν τῷ πρός τι(在关系中)相呼应。
- 3.5μήποτε οὐ λύεται τῷ μὴ εἶναι μεταβολῆς μεταβολήν
小词 μήποτε 引导委婉的推断或质疑句(“或许……并非能够解决”)。表示手段或原因的与格结构 τῷ μὴ εἶναι...(凭借不存在变化的变化)作动词 οὐ λύεται(未得到解决)的状语。
