- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:407.26-409.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对亚历山大关于“运动与变化的种与存在的种一样多”一句文本次序的改动建议提出反驳,维护了亚里士多德的行文逻辑。随后,他探讨了为何潜能与现实虽存在于所有范畴中,而运动却仅局限于四个范畴的疑难,并简要提前考察了《物理学》第五卷中的解答。
ἦν δέ, φησίν, οἰκειότερον ἡ λέξις αὕτη κειμένη1 πρὸ τῆς ἕκαστον δὲ διχῶς ὑπάρχει, συντεταγμένη τῇ “οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα,,.” μήποτε δέ, εἰ προὔκειτο νῦν αὐτῷ τὴν διπλόην παραλαβεῖν τῶν κινήσεων, καλῶς πρότερον δείξας ἐν τοῖς γένεσι τοῦ ὄντος ἐν οἷς ἡ κίνησις τὴν διπλόην οὖσαν καὶ κατὰ ταύτην διπλασιάσας τὰ γένη, τότε ἐπήγαγεν2 ὥστε καὶ κινήσεως καὶ μεταβολῆς εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος, τουτέστι διπλασιαζόμενα καὶ ταῦτα. ἐπεὶ γὰρ ἐν τῇ οὐσίᾳ εἶδός ἐστι καὶ στέρησις, καὶ κινήσεις εἰσὶν ἐν αὐτῇ διπλαῖ, ἡ μὲν ἐπὶ τὸ εἶδος γένεσις, ἡ δὲ ἐπὶ τὴν στέρησιν φθορά, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δέ, ὡς ὁ Ἀλέξανδρος ἠξίου, ταύτην ἔδει τὴν λέξιν προτετάχθαι τῆς λεγούσης ἕκαστον δὲ διχῶς ὑπάρχει, τί ἔτι χρεία ἦν ἐκείνης ἐπαγομένης; εἴδη δὲ λέγει νῦν κινήσεως καὶ μεταβολῆς οὐχ ὡς ἐξ ἑνὸς γένους διαιρεθέντα, ἀλλ’ ὡς διαφόρους ἰδιότητας. καλῶς δὲ οὐ κινήσεως μόνης εἶπεν, ἀλλὰ καὶ μεταβολῆς, διότι περὶ τῆς κατ’ οὐσίαν, ἥτις ἐστὶ γένεσις καὶ φθορά, ὕστερον ζητεῖ, μήποτε οὐκ ἔστι κίνησις ἀλλὰ μεταβολή. εἰ οὖν ἀπορεῖ τις, πῶς κινήσεως καὶ μεταβολῆς εἴδη τοσαῦτα εἶπεν εἶναι ὅσα τοῦ ὄντος, εἴπερ ἐν τέτρασι μόναις κατηγορίαις εἶναι τὴν κίνησιν ἀποδείξει τῇ οὐσίᾳ τῇ ποιότητι τῇ ποσότητι τῇ ποῦ, ἴστω ὅτι εἰπὼν ἕκαστον τῶν γενῶν ἢ εἰδῶν ἐν οἷς ἡ κίνησις διχῶς ὑπάρχει πᾶσι κατὰ τὴν ἐν ἑκάστῳ ἀντίθεσιν, ἐπειδὴ τοσαυταχῶς ἐστιν ἡ κίνησις, ὁσαχῶς τὰ ἐν οἷς ἡ κίνησις, εἰκότως ἐπήγαγεν ὥστε κινήσεως καὶ μεταβολῆς ἐστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος οὐ πᾶν τὸ ὂν λαβών, ἀλλὰ τὸ πρὸς τὴν κίνησιν ἰσοστοιχοῦν.3 τοῦτο δὲ ἦν τὸ ἐν ᾧ ἡ κίνησις. τοῦτο δὲ ἦν τὸ ἐν τοῖς τέτρασι γένεσι τοῦ ὄντος. Ἀλλ’ ἄξιον ζητεῖν, διὰ τί τοῦ δυνάμει καὶ ἐντελεχείᾳ ἐν πᾶσιν ὄντος τοῖς γένεσι τοῦ ὄντος,4 καὶ τῆς κινήσεως οὔσης ἐνεργείας τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστιν, ἐν τέτρασι μόνοις γένεσι τοῦ ὄντος τῇ οὐσίᾳ καὶ τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποῦ ἐστιν ἡ κίνησις (ὡς καὶ ἐν Κατηγορίαις διήρηται καὶ ἐν τῷ πέμπτῳ ταύτης τῆς πραγματείας σπουδάσει δεῖξαι), ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, καίτοι ἐν πᾶσίν ἐστιν ἡ τοῦ δυνάμει ἐνέργεια μένοντος δυνάμει· καὶ γὰρ ἡ τοῦ δεξιοῦ πεφυκότος δὲ ἀριστεροῦ γίνεσθαι ἐπὶ τὸ ἀριστερὸν μεταβολὴ τοῦ δυνάμει ἐστὶν ἐνέργεια μένοντος δυνάμει, ἕως ὅτε μεταβάλλει. καὶ ὁ καθήμενος πεφυκὼς δὲ καὶ ἀνακλίνεσθαι καὶ μεταβάλλων ἀπὸ θατέρου ἐπὶ θάτερον μένοντος τοῦ δυνάμει ἐν τῇ μεταβολῇ ὑποπίπτει τῷ ὁρισμῷ τῆς κινήσεως κατὰ τὴν τοιαύτην μεταβολήν. καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν εὐπορήσομεν τὰς γινομένας ἐπὶ τὰ διάφορα εἴδη τὰ ὑπὸ 〈τὸ〉 γένος μεταβολὰς ὑποτάττειν τῷ ὁρισμῷ τῆς κινήσεως. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας τὰς αἰτίας λέγει τοῦ τὴν κίνησιν ἐν μόναις ταῖς τέτρασιν ἢ ταῖς τρισὶ κατηγορίαις ὑφίστασθαι, καὶ οἱ ἐξηγηταὶ τοῦ Ἀριστοτέλους εἰς ἐκεῖνον ἀναβάλλονται τὸν τόπον τὴν τῆς ἀπορίας ταύτης λύσιν. οὐδὲν δὲ ἴσως χεῖρον καὶ νῦν συντόμως τὰς ἐκεῖ λεγομένας αἰτιολογίας ἐπισκέψασθαι διὰ τοὺς μὴ ῥᾳδίως εἰς ἄλλον καιρὸν ἀναβαλλομένους τὰς τῶν ἀποριῶν διαλύσεις. Ἀξιώσας τοίνυν ὁ Ἀριστοτέλης τὰς κινήσεις καὶ μεταβολὰς ἐκ τῶν ἐναντίων γίνεσθαι εἰς τὰ ἐναντία ἢ ἐκ τῶν μεταξὺ τῶν ἐναντίων λόγον ἐχόντων, διὰ τοῦτό φησι· ‘κατ’ οὐσίαν μὲν οὐκ ἔστι κίνησις διὰ τὸ μηδὲν εἶναι τῶν ὄντων οὐσίᾳ ἐναντίον· οὐ μέντοι οὐδὲ ἐν τῷ πρός τι· ἐνδέχεται γὰρ θατέρου μεταβάλλοντος ἀληθεύεσθαι θάτερον μηδὲν μεταβάλλον’, οἷον ὁ πρότερον δεξιὸς ἑστὼς μεταβαίνοντος τοῦ ἀριστεροῦ εἰς τὸ δεξιὸν ἔσται ἀριστερὸς αὐτὸς μηδὲν μεταβάλλων. ‘ὥστε κατὰ συμβεβηκὸς ἡ τοιαύτη κίνησις.
“然而这个文句,”他[亚历山大]说,“若是置于‘每一事物都以双重方式存在’之前,并与‘脱离事物便不存在运动’相连结,本会更为合适。”但或许,如果他[亚里士多德]当下的意图是引入运动的双重性,那么他先表明运动存在于其中的诸存在之属中具有双重性,并据此将诸属加倍,而后才接着说“以致运动与变化的种与存在的种一样多”——即这些[种]也同样被加倍——这岂不是极好的吗?因为在实体中既然存在着形式与缺失,其中的运动也就是双重的,一者是走向形式的生成,另一者则是走向缺失的消灭,在其他范畴上也是如此。但如果正如亚历山大所主张的那样,这个文句应当置于说“每一事物都以双重方式存在”的文句之前,那么随后再引出后者又有什么必要呢?他现在所说的运动与变化的“种”,不是指从单一的属中划分出来的,而是指不同的特有性质。他不仅说了运动,而且还说了变化,这也是极好的;因为关于依实体的变化(即生成与消灭),他后来探究了它是否或许不是运动而是变化。因此,如果有人产生疑惑,既然他将要证明运动仅仅存在于实体、性质、数量、处所这四个范畴中,那他怎么会说运动与变化的种与存在的种一样多呢?那么他应当知晓:他既然说过运动存在于其中的每一属或每一形态都依各自的对立而以双重方式属于所有事物,而且既然运动存在的方式与运动存在于其中的事物一样多,那么他接着说“以致运动与变化的种与存在的种一样多”,便是合情合理的;他并非取全部的存在,而是取与运动相对应者。而这正是运动存在于其中的事物;这也就是存在之四个属中的事物。 然而值得探讨的是:既然潜能与完全现实存在于存在的所有属中,且运动是潜能者作为如此者时的现实态,那么为什么运动仅仅存在于存在之四个属中——即实体、性质、数量和处所(正如在《范畴篇》中所划分的,且在本论著的第五卷中他将尽力证明的那样)——而不再存在于其他范畴中呢?尽管在保持潜能的同时潜能者的现实态存在于所有范畴之中。因为右侧的事物若具有本性变为左侧,它向左侧的变化就是在变化期间保持潜能的同时潜能者的现实态;坐着的人若天生也适于躺下,并且从一者变化为另一者,在其变化中潜能仍保持着,这依照此类变化也落入运动的定义之中。在其他范畴中,我们也能轻而易举地把向属下的各个不同形态所发生的变化归入运动的定义之下。不过,亚里士多德在本论著的第五卷中陈述了运动为何只存在于四个或三个范畴中的原因,而亚里士多德的注解家们也把这个疑难的解决推迟到那个地方;但对于那些不愿轻易将疑难的化解推迟到另一个时机的人来说,现在就简要地考察一下那里所述的理由,或许也并无不妥。 因此,亚里士多德在断定运动与变化从相反者到相反者、或从具有相反者地位的中间事物产生之后,为此说道:“依实体并不存在运动,因为在存在物中没有任何事物与实体相反;然而在关系中也不存在[运动];因为当一方发生变化时,另一方毫无变化却可能成为真实的”,正如先前站在右侧的人,在左侧的人移向右侧时,自己毫无变化却会变成在左侧;“因此,这样的运动是附带的”。
- 3.5ἦν δέ, φησίν, οἰκειότερον ἡ λέξις αὕτη κειμένη
ἦν 是不带 ἄν 的未完成过去时,表示应当或非现实的潜能(“本会更为合适”)。主语为 ἡ λέξις αὕτη,κειμένη 作为补充性分词配合谓语形容词 οἰκειότερον。
- 3.5μήποτε δέ, εἰ προὔκειτο νῦν αὐτῷ τὴν διπλόην παραλαβεῖν τῶν κινήσεων, καλῶς πρότερον δείξας [...] τότε ἐπήγαγεν
μήποτε 引导委婉推测或反诘(“或许……岂不是……”)。结构上,条件从句 εἰ προὔκειτο 与由副词 καλῶς 修饰的主动词 ἐπήγαγεν 相对,形成修辞性陈述:“如果他的意图是……,那么他在先表明(δείξας)之后才引出(ἐπήγαγεν),岂不是极好的吗”。
- 3.5τοῦ πρὸς τὴν κίνησιν ἰσοστοιχοῦν
ἰσοστοιχεῖν 意为“同列”、“对等对应”。πρὸς τὴν κίνησιν 指明对应对象,实质化中性分词 τὸ ἰσοστοιχοῦν 指与运动相并列、并与运动的种数一一对应的那部分存在(即四个范畴)。
- 3.5τοῦ δυνάμει καὶ ἐντελεχείᾳ ἐν πᾶσιν ὄντος τοῖς γένεσι τοῦ ὄντος
τοῦ δυνάμει καὶ ἐντελεχείᾳ 作为实质化短语(“潜能者与完全现实者”),充当属格独立结构 τοῦ ... ὄντος ἐν πᾶσιν τοῖς γένεσι 的主语。它与后续的属格独立结构 καὶ τῆς κινήσεως οὔσης... 并列,为主句疑问句 διὰ τί ... ἐστιν ἡ κίνησις 提供让步性的背景理由。
