- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:406.17-407.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德的第四条公理(201a3),即运动存在于其中的各范畴(实体、性质、数量与处所)都以形式与缺失或相反者这双重方式存在。他介绍了波菲利将形式与缺失扩展至所有范畴的观点及其语源学考察,将其与亚里士多德严格的用语作了比较,并引述亚历山大论证了由于存在项是双重的,各属中的运动亦是双重的,因而运动的种数与存在的种数相同。
" Ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν ἕως τοῦ ὥστε κινήσεως καὶ μεταβολῆς ἐστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος." Τέταρτον ἀξίωμα προλαμβάνει, ὅτι ἕκαστον τῶν εἰρημένων ἐν οἷς ἡ κίνησις, τουτέστιν ἥ τε οὐσία καὶ τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ τὸ ποῦ, διχῶς ὑπάρχει τοῖς ἔχουσι πᾶσι. καὶ γὰρ τὸ μετέχον οὐσίας ἢ ὡς εἶδος ἔχον ἢ ὡς ἐστερημένον εἴδους μετέχει, καὶ τὸ ποιοῦ μετέχον κατὰ θάτερον ἑκάστης μετέχει τῶν ἐν τῇ ποιότητι ἀντιθέσεων· καὶ γὰρ κατὰ μὲν τὸ χρῶμα ἢ λευκοῦ ἢ μέλανος, κατὰ δὲ τοὺς χυμοὺς ἢ γλυκέος ἢ πικροῦ, κατὰ δὲ τὰς ἁπτὰς ποιότητας θερμοῦ ἢ ψυχροῦ· καὶ ἐπὶ τοῦ ποσοῦ δὲ καὶ τοῦ ποῦ ὁ αὐτὸς λόγος, δηλονότι τῶν μεταξὺ πάντων τὴν τοῦ ἐναντίου τάξιν ἐχόντων πρὸς τὸ ἐναντίον. τὸ γὰρ φαιὸν πρὸς μὲν τὸ μέλαν λευκόν ἐστι, πρὸς δὲ τὸ λευκὸν μέλαν. οἱ δὲ ἐξηγηταὶ τὸ εἶδος καὶ τὴν στέρησιν οὐχ ὡς ἐπὶ τῆς οὐσίας μόνης εἰρημένα ἀποδέχονται, ἀλλὰ καὶ ἐπὶ ποσοῦ καὶ ποιοῦ καὶ τοῦ ποῦ, διότι ἐπὶ πάντων τὸ χεῖρον τῶν ἐναντίων στέρησις εἶναι δοκεῖ. ὡς γὰρ ἐπὶ τῆς οὐσίας εἶδος μὲν ὁ ἀνδριάς, στέρησις δὲ ἡ ἀμορφία τοῦ χαλκοῦ, οὕτως ἐπὶ τοῦ ποιοῦ εἶδος μὲν τὸ λευκόν, στέρησις δὲ τὸ μέλαν, καὶ εἶδος μὲν ἡ ἀρετή, στέρησις δὲ ἡ κακία, καὶ ἐπὶ τοῦ ποσοῦ τὸ τέλειον καὶ τὸ ἀτελές, καὶ ἐπὶ τόπου τὸ μὲν ἄνω καὶ τὸ κοῦφον εἶδος, τὸ δὲ κάτω καὶ τὸ βαρὺ στέρησις. διὸ καὶ τὰ χείρονα τῆς τοῦ κάτω καὶ βαρέος ἐστὶ φύσεως καὶ τὸ γῆρας κάμπτει καὶ ἡ νόσος βαρύνει καὶ τὰ θεῖα ἄνω τὰ δὲ θνητὰ κάτω. καὶ ἡ ἀρετὴ ἀπὸ τοῦ αἴρειν ἄνω λέγεται, ἡ δὲ κακία ἀπὸ τοῦ κλᾶν, ἡ δὲ κλάσις καὶ τὸ κλώμενον κάτω.’ τοιαῦτα μὲν οὖν ὁ Πορφύριος φιλολογεῖ. μήποτε δὲ κυριώτερον ὁ Ἀριστοτέλης ἐπὶ μὲν τῆς οὐσίας εἶδος τέθεικε καὶ στέρησιν, ἐπὶ δὲ τῶν ἄλλων τὰ ἐναντία παρατέθεικε. καὶ γὰρ τὸ ἀτελὲς ἢ ὡς ἔλαττον ἀντιτέθεικε τῷ τελείῳ ἢ ὡς μεῖζον τῷ συμμέτρῳ κατὰ τὸ ποσὸν ἄμφω λέγων καὶ κατὰ τὸ ποιὸν καὶ τὴν φορὰν τὰ οἰκεῖα λαβών. εἰ μέντοι λέγοι τις ἐν ἑκάστῃ τῶν ἀντιθέσεων οἰκειότερον εἶναι τὸ μὲν κρεῖττον τῷ εἴδει, τὸ δὲ χεῖρον τῇ στερήσει, οὐκ ἀπεικότως ἐρεῖ. ἐπεὶ ὅτι τὸ εἶδος καὶ ἡ μορφὴ τῇ οὐσίᾳ μάλιστα προσήκει, παντὶ πρόδηλον. ἐπεὶ οὖν διττή τίς ἐστι καθ’ ἕκαστον γένος1 τῶν ἐν οἷς ἡ κίνησις, διττὴ καὶ ἡ ἐν ἑκάστῳ τούτων κίνησις ἔσται καὶ μεταβολὴ ἀφ’ ἑκατέρου τῶν ἀντικειμένων εἰς τὸ ἀντικείμενον γινομένη. καὶ γὰρ τῆς κατ’ οὐσίαν κινήσεως ἡ μὲν γένεσίς ἐστιν ἡ δὲ φθορά, καὶ τῆς κατὰ τὸ ποσὸν ἡ μὲν αὔξησις ἡ δὲ μείωσις, καὶ τῆς κατὰ τὸ ποιὸν λεύκανσις καὶ μέλανσις, καὶ ἐπὶ τῶν ἄλλων κατὰ ποιότητα μεταβολῶν ἀπὸ τῶν ποιοτήτων αἱ κινήσεις ὀνομασθήσονται, καὶ κατὰ τόπον ἡ μὲν ἐπὶ τὸ ἄνω ἀνάβασις, ἡ δὲ ἐπὶ τὸ κάτω κατάβασις. πανταχοῦ δὲ ἡ μὲν ἐπὶ τὸ κρεῖττον τῶν ἀντικειμένων ὁδὸς τὸ εἴδους ἔχον λόγον2 εἴδει καὶ αὐτὸ ἀναλογήσει, ἡ δὲ ἐπὶ τὸ χεῖρον καὶ στερητικὸν στερήσει. “Δείξας δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι τῶν ἐν οἷς ἡ κίνησις ἕκαστον διχῶς ὑπάρχει πᾶσιν, εἰκότως ἐπήνεγκεν ὥστε καὶ κινήσεως καὶ μεταβολῆς εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος. εἰ γὰρ μὴ ἔστι κίνησις παρὰ τὰ πράγματα, εἰκότως συνδιαιροῖτο ἂν ἡ κίνησις τοῖς πράγμασιν ἐν οἷς ἐστι. μᾶλλον δὲ εἰ ἐνέργειά τίς ἐστιν ἡ κίνησις ἀφ’ ἑκατέρου τῶν ἐν ἑκάστῳ γένει πρὸς θάτερον, δῆλον ὅτι διττὴ ἂν εἴη καὶ αὐτή.
“每一事物都以双重方式属于所有事物”直至“以致运动与变化的种与存在的种一样多”。 他预先假定了第四条公理:运动存在于其中的上述每一范畴——即实体、性质、数量以及处所(何处)——都以双重方式属于所有具有它们的事物。因为分有实体者,要么作为具有形式而分有,要么作为被剥夺形式而分有;分有性质者,则依照性质中每一种对立的一方而分有。因为就颜色而言,要么依照白要么依照黑;就滋味而言,要么依照甜要么依照苦;就触觉性质而言,要么依照热要么依照冷。在数量和处所上也是同样的道理,显然所有中间事物相对于相反者都具有相反者的位次;因为灰色相对于黑色是白,相对于白色则是黑。注解家们并非将形式与缺失接受为仅仅关乎实体而言的,而是也接受为关乎数量、性质与处所而言的,因为在所有范畴中,相反者中较差的一方似乎都是缺失。正如在实体上,雕像为形式,而铜的无定形为缺失;在性质上,白为形式,黑为缺失,德性为形式,恶德为缺失;在数量上,完全者[为形式],不完全者[为缺失];在处所上,上方与轻为形式,下方与重为缺失。“因此,较差的事物属于下方与沉重的本性:衰老使人佝偻,疾病使人沉重,神圣者在上方,而必死者在下方。德性(arete)得名于向上举起(airein),而恶德(kakia)得名于折断(klan),而折断与被折断者都在下方。”波菲利作了诸如此类的语文学考察。然而,或许更严格地讲,亚里士多德在实体上设定了形式与缺失,而在其他范畴上则列出了相反者。因为他将不完全者或者作为较小者与完全者相对立,或者作为较大者与匀称者相对立,就数量而言来谈论这二者,并在性质与位置移动上也选取了各自固有的对立项。不过,如果有人说在每一种对立中,较优者更切合形式,较差者更切合缺失,他的说法也是合乎情理的;因为形式与形态最属于实体,这对所有人都是显而易见的。既然运动存在于其中的每一属中都存在着双重状态,那么在它们每一者中的运动和变化也将是双重的,即从对立的每一方走向另一对立项。因为在依实体的运动中,一者是生成,另一者是消灭;依数量的运动中,一者是增长,另一者是减少;依性质的运动中,则是白化与黑化,而在其他依性质的变化中,运动将依照诸性质而得名;依处所的运动中,一者是向上升起,另一者是向下降落。而在任何地方,走向对立项中较优者的道路,由于具有形式的地位,自身也将对应于形式;而走向较差且具缺失性的一方的道路,则对应于缺失。亚历山大说:“在指明了运动存在于其中的每一事物都以双重方式属于所有事物之后,他理所当然地接着说‘以致运动与变化的种也与存在的种一样多’。因为如果脱离事物便不存在运动,那么运动理当与它存在于其中的事物一同被划分。或者不如说,如果运动是从每一属内的每一对立端向另一端的一定现实态,那么显而易见运动自身也必定是双重的。”
- 3.5ἐπεὶ οὖν διττή τίς ἐστι καθ’ ἕκαστον γένος
主格阴性形容词 διττή 带有省略的名词主语。根据上下文中的 ἐν ἑκάστῃ τῶν ἀντιθέσεων 以及引文中的 διχῶς ὑπάρχει,可补充阴性名词如 ἀντίθεσις(对立)或 διαίρεσις(划分)/ὕπαρξις(存在方式),解作“既然在每一属中都存在着双重对立/状态”。
- 3.5τὸ εἴδους ἔχον λόγον
该中性分词短语 τὸ εἴδους ἔχον λόγον 在语法主语为阴性(ἡ μὲν ... ὁδός)的句子中充当同位语或限定性修饰语。带属格 εἴδους 的 λόγον ἔχον 意为“具有形式之定义/地位者”,指代前面的中性项 τὸ κρεῖττον;随后的代词 καὶ αὐτό 亦在语法上概念性地呼应这一中性概念,而非严格呼应阴性的 ὁδός。
