- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:405.1-406.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘继续调和柏拉图与亚里士多德关于运动的观点:第三,通过区分“属”的不同含义(各族均等分有的属与贯穿一切后继等级的属);第四,通过辨析柏拉图在《智者篇》中论及的理智的超越运动与亚里士多德此处所处理的处于流变中的自然现实态运动之间的概念差异。
διὸ ἐπήγαγε μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατ’ οὐσίαν ἢ κατὰ ποσὸν καὶ τὰ ἑξῆς. πῶς γὰρ οἷόν τε ἐνέργειαν ἢ πάθος αὐτὰ καθ’ αὑτὰ θεωρεῖν χωρὶς τοῦ ἐνεργοῦντος ἢ πάσχοντος; οἶδε δὲ καὶ ὁ Πλάτων τὴν τοιαύτην τοῖς οὖσι διαφοράν, καθ’ ἣν τὰ μέν ἐστι καθ’ αὐτά, τὰ δὲ μετ’ ἄλλων καὶ ἐν ἄλλοις θεωρεῖται. Ἐκ δὲ τρίτων λεγέσθω, ὅτι τὸ προκείμενόν ἐστι δεῖξαι μὴ ὂν γένος τὴν κίνησιν, ὥσπερ οὐδὲ τὸ ὂν οἴεται γένος εἶναι, διότι μὴ πᾶσι τοῖς οὖσιν ὁμοίως ἐφαρμόττει. ὅπερ καὶ οἱ τοῦ Πλάτωνος ὁμολογοῦσι φίλοι ὡς ἀφ’ ἑνὸς καὶ αὐτοὶ τὸ ὂν πᾶσι τοῖς οὖσι ἐφήκειν λέγοντες, ὥσπερ καὶ Ἀριστοτέλης. διὸ καὶ ἄλλο μέν ἐστι τοῦτο τοῦ γένους σημαινόμενον τὸ εἰς εἴδη διαιρούμενον ἐπ’ ἴσης μετέχοντα τοῦ γένους, ὅπερ ἀναιρεῖ τὴν κίνησιν ὁ Ἀριστοτέλης,1 διότι αἱ πολλαὶ κινήσεις καὶ βαθμῷ τῆς κινήσεως διαφέρουσιν ἀλλήλων· ἄλλο δέ ἐστι τοῦ γένους σημαινόμενον, καθ’ ὃ γένη τοῦ ὄντος ὁ Πλάτων καλεῖ τὰ διὰ πάντων τῶν ἐφεξῆς διήκοντα, κἂν μὴ ἐπ’ ἴσης μηδὲ κατὰ τὴν αὐτὴν ἰδιότητα πᾶσιν ὑπάρχῃ τοῖς ἑξῆς. οὐδὲν οὖν θαυμαστόν, εἰ ὁ μὲν Πλάτων γένος καλεῖ τὴν κίνησιν κατὰ τοῦτο τοῦ γένους τὸ σημαινόμενον. ὁ δὲ Ἀριστοτέλης ἀναιρῶν τὸ εἶναι γένος κατὰ τὸ ἕτερον βούλεται μὴ εἶναι κίνησιν ὡς γένος. καίτοι καὶ τὰ γένη τὰ παρ’ αὐτῷ οὐ βούλεται καθ’ αὑτὰ ὑπάρχειν οὐδὲ εἶναι τῶν εἰδῶν χωρὶς ὑφεστῶτα οὐδὲ τὰ εἴδη τῶν ἀτόμων χωρίς, ὅταν αὐτὰ ὡς εἴδη καὶ γένη, ταὐτὸν δὲ εἰπεῖν ὡς στοιχεῖα τῶν ἀτόμων,2 θεωρῇ, ἀλλὰ μὴ ὡς αἰτίας ἐξῃρημένας. τότε γὰρ προυπάρχειν βούλεται τῶν ἀπ’ αὐτῶν τῆς αὐτῆς μεταλαμβανόντων ἰδιότητος. Τέταρτον δὲ ἐφιστάνειν ἀξιῶ τοὺς φιλοσοφοῦντας, ὅτι ἄλλη μέν ἐστιν ἡ κίνησις, ἣν ὁ Πλάτων ὡς ἓν γένος τίθησι τοῦ ὄντος κατ’ ἄλλο σημαινόμενον αὐτὴν θεωρῶν, ἄλλη δὲ αὕτη καὶ ἄλλην ἔννοιαν ἔχουσα, περὶ ἧς νῦν ὁ Ἀριστοτέλης διδάσκει. καὶ γὰρ ἐκείνη μὲν ἡ κίνησις τὴν ἀπὸ τοῦ ὄντος πρώτην ἐξανάστασιν εἰς δυνάμεις τε καὶ ἐνεργείας ζωτικάς τε καὶ νοερὰς σημαίνει παντελῶς οὖσαν ἀμετάβλητον, ὡς δηλοῖ τὰ ἐν Σοφιστῇ λεγόμενα, ἐξ ὧν ἡ κίνησις ηὑρῆσθαι δοκεῖ· “Τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὼς εἶναι; Δεινὸν μέντ’ ἄν, ὦ ξένε, λόγον συγχωροῖμεν. Ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν; Καὶ πῶς; Ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντα αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά; Καὶ τίνα ἂν ἕτερον ἔχοι τρόπον; Ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχήν, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι; Πάντα ἐμοὶ γελοῖα ταῦτα εἶναι φαίνεται. Καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν ξυγχωρητέον ὡς ὄντα. ξυμβαίνει γοῦν, ὦ Θεαίτητε κινητῶν ὄντων3 νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.” καὶ ὅρα ὅτι καὶ αὕτη ἡ κίνησις, ἣν ὁ Πλάτων εὗρε καὶ τοῖς ἄλλοις γένεσι συγκαταριθμεῖ, ὡς ἐν τοῖς οὖσιν ἐθεωρήθη κατὰ τὴν ζωὴν καὶ φρόνησιν τοῦ παντελοῦς ὄντος ἀναφανεῖσα. ἐπεὶ δὲ ἐκεῖ πάντα, ὅπερ καὶ πρότερον εἶπον, μετὰ τῆς ἀσυγχύτου ἑνώσεως καὶ τὴν ἀδιάσπαστον καὶ αὐτοτελῆ διάκρισιν ἔχει, διὰ τοῦτο καὶ καθ’ αὑτὴν τὴν κίνησιν ἐξεγένετο θεωρεῖν καὶ ὡς γένος αὐτὴν τοῦ ὄντος τιθέναι. ἡ μέντοι ἐνταῦθα παραδιδομένη κίνησις μεταβολή ἐστιν ἀεὶ ῥέουσα καὶ τοῦ δυνάμει μένοντος δυνάμει ἐνέργεια. διὸ καὶ χρόνῳ μετρεῖται ὥσπερ ἐκείνη τῷ αἰῶνι. καὶ καταπέποται ἐν τοῖς κινουμένοις οὐκ ἔχουσα τὴν καθ’ ἑαυτὴν ὑπόστασιν. αἴτιον δὲ οἶμαι τῆς διαφόρου ταύτης ἐπιβολῆς τὸ τὸν μὲν Πλάτωνα ἀξιοῦν τὰ παραδειγματικὰ τῶν τῇδε αἴτια τοῖς αὐτοῖς ὀνόμασι καλεῖσθαι, τὸν δὲ Ἀριστοτέλη τὴν τοιαύτην ὁμωνυμίαν εὐλαβηθῆναι4 ὡς κατὰ τὸ ὄνομα καὶ τὴν ἔννοιαν ὁμοίαν προβαλλομένην ἐν ἡμῖν. ἀλλὰ τούτων μὲν ἅλις· ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.
因此他接着说:“因为变化者总是在实体上,或在数量上变化”等等。实际上,脱离能动者或受动者,如何可能去考察能动或受动自身呢?而柏拉图也深知存在者中的这种差异:某些事物自身自在地存在,而另一些事物则与其他事物一同并存在于其他事物之中被考察。 第三,可以说,眼前的任务是表明运动并非一个属,正如由于存在并不同样地适用于所有存在者,他也认为存在并非一个属那样。柏拉图的朋友们也承认这一点,他们自己也和亚里士多德一样,称存在从单一者出发延伸到所有存在者。因此,“属”一方面有这样一种含义,即被划分为均等地分有该属的诸种——亚里士多德否认运动是这种属,因为多种运动即便在运动的等级上亦彼此相异;另一方面,“属”又有另一种含义,即柏拉图将贯穿所有后继者之物称为存在的诸属,即便它们并非均等地、亦非依相同特异性属于所有后继者。因此,如果柏拉图依属的这一含义称运动为属,而亚里士多德依另一含义否定其为属、主张不存在作为属的运动,这便不足为奇。然而,在柏拉图那里的诸属,当他将它们作为种与属——换言之作为不可分个体的要素——而非作为超越的原因来考察时,他也并不主张它们自身自在地存在,亦不主张它们脱离种而立足,亦不主张诸种脱离不可分个体而立足。因为在那时[作为超越原因考察时],他主张它们先于从它们那里分得同一特异性的事物而预先存在。 第四,我认为从事哲学的人们应当注意:柏拉图依另一含义考察而将其置为存在之一个属的那种运动是一回事,而亚里士多德如今所讲导的具有另一概念的这种运动则是另一回事。因为那种运动意味着从存在向着生命的和理智的诸潜能与诸现实态的最初跃起,并且完全是不可变化的,正如在《智者篇》中所言表明的那样(运动似乎正是从这些论述中被发现的):“然而凭着宙斯起誓,难道我们真能轻易被说服:运动、生命、灵魂与智慧真不临在于完全的存在者之中,它自身既不活着也不思考,而是作为庄严而神圣、没有理智之物一动不动地静止立着吗?”“异邦人啊,若这样,我们赞同的可就是可怕的言论了。”“但难道我们说它有理智却没有生命吗?”“这又怎么可能?” “但我们说这两者都在它里面,难道我们会说它并非在灵魂中拥有它们吗?”“它还能以何种别的方式拥有它们呢?”“那么难道它拥有理智、生命与灵魂,作为有灵魂者却完全一动不动地立着吗?”“这一切在我看来都是荒谬可笑的。”“因此被运动者与运动都必须被承认是存在者。至少,泰阿泰德,结论是:如果有可动之物存在,任何人在任何地方对任何事物都绝无理智。”你看,柏拉图所发现并与其他诸属一同列举的这种运动,也是依完全存在者的生命与智慧而显现,从而在存在者之中被考察的。但正如我先前所说,在彼处一切事物在不相混淆的统一中亦具有不可分割且自足的区分,正因如此,才可能自在地考察运动并将它置为存在的一个属。然而此处所传授的运动,乃是不断流变的变化,是潜能保留者作为潜能的现实态。因此它也由时间来度量,正如那种运动由永恒度量一样;并且它被吞没在被运动者之中,并不具有自身自在的自立。我认为,这种不同着眼点的原因在于:柏拉图认为此处事物的诸范型原因理当以相同的名称来称呼,而亚里士多德则对这种同名异义保持警惕,认为它随着名称在我们心中呈现出相似的概念。但关于这些已经足够了,应当走向接下来的内容。
- 3.4ὅπερ ἀναιρεῖ τὴν κίνησιν ὁ Ἀριστοτέλης
关系代名词 ὅπερ 指向前文的表语短语 τὸ εἰς εἴδη διαιρούμενον ἐπ’ ἴσης μετέχοντα τοῦ γένους(“被划分为均等地分有该属的诸种者”),并与 ἀναιρεῖ 及其宾语 τὴν κίνησιν 构成“亚里士多德否认运动是此类[属]”的述谓结构。
- 3.4ταὐτὸν δὲ εἰπεῖν ὡς στοιχεῖα τῶν ἀτόμων
ταὐτὸν δὲ εἰπεῖν 是惯用插入语的不定式结构,意为“换言之”或“同样地说”,在此用以将 ὡς εἴδη καὶ γένη(“作为种与属”)转述为 ὡς στοιχεῖα τῶν ἀτόμων(“作为不可分个体的要素”)。
- 3.4κινητῶν ὄντων
在柏拉图《智者篇》249b 的现代校勘本中通常作否定形式(如 ἀκινήτων μέντοι γενομένων),但辛普里丘本处的传抄文本作肯定的属格独立结构 κινητῶν ὄντων(“有可动之物存在”),此处严格依照所给底本文字直译。
- 3.4αἴτιον δὲ οἶμαι τῆς διαφόρου ταύτης ἐπιβολῆς τὸ τὸν μὲν Πλάτωνα ἀξιοῦν... τὸν δὲ Ἀριστοτέλη τὴν τοιαύτην ὁμωνυμίαν εὐλαβηθῆναι
句子的骨架为:表语名词 αἴτιον + 插入动词 οἶμαι + [省略的系词 ἐστί] + 由中性冠词 τό 统领的带不定式对格短语(主语)。冠词 τό 同时统辖由 μέν 和 δέ 并列的两个不定式结构(τὸν μὲν Πλάτωνα ἀξιοῦν 与 τὸν δὲ Ἀριστοτέλη ... εὐλαβηθῆναι),共同构成整句话的主语从句。
