- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:403.23-405.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘检视了亚历山大关于运动的同名异义性及定义的论述,并针对普罗克洛指出的柏拉图与亚里士多德在运动是否为属上的分歧,依据理智对象与自然事物的区分及运动的特有性质作出了调和。
” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος καλῶς ἐπιστήσας,1 ὅτι οὐ ποιεῖ συνώνυμον τὸ ὑπὸ τὸ αὐτὸ γένος εἶναι, ἀλλὰ τὸ ὑπὸ τὸ αὐτὸ εἶδος ἐκεῖνο τὸ ὑπὸ τοῦ κοινοῦ ὀνόματος σημαινόμενον. τούτου γὰρ χάριν καὶ Ἀριστοτέλης προσέθηκε τὸ “ὁ δὲ κατὰ τοὔνομα λόγος” ἐν Κατηγορίαις. διὸ ἄνθρωπος μὲν ἀνθρώπῳ συνώνυμος, κίνησις δὲ ἡ ἐν οὐσίᾳ τῇ ἐν ποιότητι οὐ συνώνυμος. ἀξιῶ δὲ ἐφιστάνειν, ὡς εἰ διὰ τοῦτο ὁμώνυμοι αἱ κινήσεις, διότι τὰ ἐν οἷς ἐστιν οὐδὲν ἔχει κοινὸν γένος, δῆλον ὅτι ἐν οἷς τὸ αὐτὸ ὑπάρχει τοῖς ὑφ’ ἓν γένος τεταγμένοις, κἂν ἀπ’ ἄλλου γένους εἴη, οὐδὲν κωλύεται συνώνυμα εἶναι κατ’ ἐκεῖνο. τὸ οὖν ἴσον ἐν τῷ συνεχεῖ καὶ ἐν τῷ διωρισμένῳ θεωρούμενον, ἅπερ ἄμφω ὑπὸ τὸ ποσόν, τί κωλύει συνώνυμον εἶναι; πῶς δὲ ἡ κίνησις, διότι ἐν πλείοσίν ἐστι γένεσιν, ὁμώνυμός ἐστιν; οὕτως γὰρ καὶ τὸ πρός τι ἐπειδὴ καὶ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ θεωρεῖται, φωνὴ ἂν εἴη ὁμώνυμος καὶ οὐχὶ γένος. Εἰπὼν δὲ ὅτι κοινὸν οὐδὲν ἔστι λαβεῖν τῶν διαφόρων κινήσεων, ὁποῖόν ἐστι τὸ κοινὸν ὃ ἀποφάσκει, ἐδήλωσεν εἰς τὰς κατηγορίας ἐν αἷς ἡ κίνησις τὸν λόγον μεταγαγὼν εἰπών· ὃ οὔτε τόδε ἐστὶν οὔτε ποσὸν οὔτε ποιόν. τοιοῦτον δέ ἐστι κοινὸν τὸ γένος καὶ τὸ εἶδος. οὐ γὰρ τῷ περιέχειν πάντα τὰ ὑφ’ ἑαυτὰ λέγεται ταῦτα κοινά, ἀλλὰ τῷ μηδὲν εἶναι τῶν κατὰ μέρος, ἐμφαίνεσθαι δὲ πᾶσι τοῖς κατὰ μέρος, οἷον ἡ τέχνη οὐ τῷ θεωρητικὴ εἶναι καὶ πρακτικὴ καὶ ποιητικὴ ταύτῃ γένος ἐστὶ τῶν κατὰ μέρος, ἀλλὰ τῷ μηδὲν εἶναι τῶν κατὰ μέρος, ἐμφαίνεσθαι δὲ πᾶσι τοῖς κατὰ μέρος. ἀλλ’ εἰ ὁμώνυμος ἡ κίνησις, πῶς ὁρίζεται αὐτήν; τῶν γὰρ ὁμωνύμων2 οὐκ εἰσὶν ὁρισμοί, ἢ καὶ ὁ ὅρος ὁμώνυμος γίνεται τῶν ὁμωνύμων. καὶ γὰρ τῆς ἀρχῆς ὁμωνύμου οὔσης ὁμώνυμος ὁ ὅρος ἀρχὴν λέγων εἶναι τὸ ἑκάστου πρῶτον. καὶ ἡ ἐντελέχεια τοίνυν τοῦ κινητοῦ ᾗ κινητὸν ὁμώνυμος ἔσται. δι’ ὁμωνύμων γὰρ τὸ ὁμώνυμον ἀποδοθείη ἄν. ἀναγκαίως οὖν καὶ τοῦτο προσέλαβε τὸ λῆμμα, ἵνα μή τις οἰηθείη τὸν ὁρισμὸν τῆς κινήσεως ἀκούων, ὅτι ὡς γένους αὐτῆς ὁ ὁρισμὸς ἀποδίδοται, ἀλλ’ ᾖ δῆλον ὅτι ὡς ὁμωνύμου φωνῆς δι’ ὁμωνύμων ἡ ἀπόδοσις γίνεται. Ἐπειδὴ δὲ ὁ ἐκ τῆς Λυκίας φιλόσοφος3 ἓν τοῦτο καὶ μόνον διάφωνόν φησι τὸ δόγμα περὶ κινήσεως τοῦ Ἀριστοτέλους καὶ τοῦ Πλάτωνος, τοῦ μὲν λέγοντος οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα καὶ ἀναιροῦντος τὸ γένος εἶναι τὴν κίνησιν, τοῦ δὲ γένος ἓν τοῦ ὄντος τὴν κίνησιν λέγοντος ὡς τὴν οὐσίαν ὡς τὸ ταὐτὸν ὡς τὸ ἕτερον, κάλλιον εἴ που δυνατὸν τὴν ἐν τῇ δοκούσῃ διαφωνίᾳ συμφωνίαν ἐπιδεικνύναι. καὶ πρόχειρον μὲν εἰπεῖν, ὅτι ὁ μὲν Πλάτων τὰ παρ’ αὐτῷ λεγόμενα γένη τοῦ ὄντος ἐν τῷ νοερῷ διακόσμῳ θεωρῶν ὡς πρώτας διακεκριμένας τῶν ὄντων αἰτίας, εἰκότως καὶ κίνησιν καὶ στάσιν καὶ ταὐτότητα καὶ ἑτερότητα καὶ τὰ ἄλλα ὡς αὐτὰ ἐφ’ ἑαυτῶν ὄντα ἐμφαίνει. ὥσπερ γὰρ ἕνωσις ἄφραστός ἐστιν ἐν ἐκείνοις, οὕτως καὶ καθαρότης ἀσύγχυτος. ὁ δὲ Ἀριστοτέλης περὶ τῆς φυσικῆς καὶ ἐνύλου κινήσεως ζητῶν εἰκότως ἐν τοῖς κινουμένοις τὴν τοιαύτην κίνησιν θεωρεῖ. οὐ γάρ ἐστιν ἐνταῦθα καθ’ ἑαυτὴν κίνησις. διὸ καὶ ἐπάγει μεταβάλλει γὰρ τὸ μεταβάλλον ἢ κατ’ οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον. ὅτι δὲ ἐν τοῖς γενητοῖς αἱ μεταβολαὶ καὶ αἱ κατηγορίαι κυρίως, δέδεικται σαφῶς τοῖς περὶ αὐτῶν πεφροντικόσι. καὶ ἐκ τούτων δὲ δῆλον, εἴπερ τὴν κίνησιν ἐν τοῖς τὸ δυνάμει ἔχουσιν ἀποτίθεται. Προσεχέστερον δὲ ἔτι καὶ τοῖς προκειμένοις οἰκειότερον δυνατὸν οἶμαι λέγειν, ὅτι πάνυ θαυμαστῶς καὶ κατ’ αὐτὸ τοῦτο τὴν τῆς κινήσεως ἰδιότητα ὁ Ἀριστοτέλης ἐθεάσατο. τιθεὶς γὰρ αὐτὴν ἐνεργείᾳ καὶ πάθει εἰκότως εἶπε μὴ εἶναι κίνησιν παρὰ τὰ πράγματα, τουτέστι παρὰ τὰ γένη τοῦ ὄντος.
” 这些便是亚历山大的论述,他正确地指出:处于同一个属之下并不能使事物成为同名同义的,而是处于由共通名称所指明的同一个种之下才能如此。正因如此,亚里士多德在《范畴篇》中也补充了“依于该名称的定义”一句。因此,人与人是同名同义的,但存在于实体中的运动与存在于性质中的运动则不是同名同义的。然而我认为应当注意:如果诸运动之所以是同名异义的,是因为它们存在于其中的对象没有任何共通的属,那么显而易见,在同一事物属于归于同一个属下的对象的情况下,即使它来自另一个属,也丝毫不能妨碍它们在那一方面是同名同义的。那么,在连续量与离散量中被考察的“相等”(二者皆从属于数量),有什么能妨碍它是同名同义的呢?又为何运动因为存在于多个属中就是同名异义的呢?因为若照此说来,关系者既然在实体、数量和性质中皆被考察,它也将是一个同名异义的语词而非一个属了。 在说过不可能把握不同运动之间的任何共通者之后,他将论述转至运动存在于其中的范畴,通过说“它既非某一特定之物,亦非量,亦非质”,表明了他所否定的共通者究竟是何种共通者。属和种便是这种共通者。因为它们被称为共通者,并不是由于包容了自身之下的所有事物,而是由于自身并非任何个别部分之物,却显现于所有个别部分之物中;正如技艺之所以是个别[技艺]的属,并非因其为理论的、实践的和制作的,而是因其并非任何个别之物,却显现于所有个别部分之物中。但是,如果运动是同名异义的,他又如何去定义它呢?因为同名异义者本无定义;抑或定义对于同名异义者而言本身也成了同名异义的。实际上,既然“始基”是同名异义的,那么称始基为每件事物的第一者的定义也是同名异义的。因此,能运动者作为能运动者的现实态也将是同名异义的。因为同名异义者正是通过同名异义的各项被表述的。因此,他必然地也引入了这一预设命题,以免有人听闻运动的定义时,以为这一定义是将其作为属而表述的,而是为了显明这是作为同名异义的语词通过同名异义者而作出的表述。 既然来自吕基亚的哲学家说亚里士多德与柏拉图关于运动的学说唯有这唯一的相左之处——前者说并不存在独立于事物的某种运动并否定运动是一个属,而后者则称运动是存在的一个属,正如实体、同一与差异那样——那么,若有可能,揭示表面相左之中的一致将是更为妥当的。可以说,现成的解释是:柏拉图在他所谓的理智秩序中考察存在的诸属,将它们视为存在者最初分立的原因,因而理所当然地将运动、静止、同一、差异及其他各项呈现为自身自在的存在者。因为正如在那些事物中存在不可言说的统一,同样也存在不相混淆的纯粹性。而亚里士多德探讨的是自然的、质料中的运动,理所当然地在被运动者之中考察此类运动。因为在此处并不存在自身自在的运动。因此他也接着说:“因为变化者要么依实体,要么依数量,要么依性质,要么依位置而变化。”而变化与范畴严格而言存在于生成物之中,这对于对此深思熟虑的人们来说已被清楚地表明。如果他确实将运动置于具有潜能者之中,从这些也能清楚看出。 但我认为,还可以更紧密、更契合眼前主题地说:亚里士多德在此点上也极其卓越地洞察了运动的特有性质。因为他将运动置于能动与受动之中,故而理所当然地说并不存在独立于事物的运动,即独立于存在的诸属的运动。
- 3.4ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος καλῶς ἐπιστήσας
开头的 ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος 是对上一语块中所引亚历山大论述的收束;该句可视为省略了主要动词(如 ἔλεγε 或 εἶπε)的省略句,或是分词 ἐπιστήσας 悬垂的破格结构(anacoluthon),以与后文的 ἀξιῶ δὲ ἐφιστάνειν 形成对呼。此处按补充谓词理解为“这些便是亚历山大的论述,他正确地指出……”。
- 3.4τῶν γὰρ ὁμωνύμων οὐκ εἰσὶν ὁρισμοί, ἢ καὶ ὁ ὅρος ὁμώνυμος γίνεται τῶν ὁμωνύμων
连词 ἤ 并非简单的并列选择“或者”,而是起到提出修正性解决(“抑或/或者说”)的作用,以回应前文提出的难题(同名异义者无定义)。后半句提出了解决思路:针对同名异义者,定义本身亦可相应地成为同名异义的。
- 3.4ὁ ἐκ τῆς Λυκίας φιλόσοφος
“来自吕基亚的哲学家”是新柏拉图主义文献中指称普罗克洛的标准迂回称谓。在句法上,它是从属因果从句 Ἐπειδὴ ... φησι 的主语,该句并列带出两个属格分词短语(τοῦ μὲν λέγοντος ... τοῦ δὲ ... λέγοντος),分别指代亚里士多德与柏拉图。
