- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:402.6-403.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于“不存在独立于事物的运动”这一预设命题,解释了运动并非自立的实体或相,而是依赖于四个范畴且具有同名异义性的偶性,并引介了亚历山大关于运动何以同属关系者却依然是同名异义者的解释。
" Οὐκ ἔστι δέ τις κίνησις παρὰ τὰ πράγματα ἕως τοῦ ὥστε οὐδὲ [ἡ] κίνησις οὐδὲ μεταβολὴ οὐδενὸς ἔσται παρὰ τὰ εἰρημένα." Τρίτον τοῦτο λῆμμα προσλαμβάνει, ὅτι οὐκ ἔστι τις κίνησις παρὰ τὰ κινούμενα πράγματα, δι’ οὗ συνίστησι μὲν καὶ τὸ προειρημένον, ὅτι ἐν τοῖς κινητοῖς ἢ κινητικοῖς ἡ κίνησις. εἰ γὰρ μὴ ἔστι κίνησις παρὰ τὰ πράγματα, ἐν τοῖς κινουμένοις ἢ κινοῦσίν ἐστιν ἡ κίνησις καὶ οὐκ ἂν εἴη κίνησις καθ’ ἑαυτὴν οὔτε ὡς ἰδέα κινήσεως αὐτὸ τοῦτο κίνησις οὖσα, μηδενὸς δὲ κίνησις (ὡς δοκεῖ λέγειν ὁ Πλάτων καὶ ἐν Σοφιστῇ καὶ ἐν Παρμενίδῃ) οὔτε οὐσία τις κίνησις αὐτὸ τοῦτο οὖσα, ὡς ὁ Πλάτων ὁρίζεται τὴν ψυχὴν κίνησιν αὐτοκίνητον λέγων. εἰ γὰρ ἐν τοῖς κινουμένοις πράγμασιν ἢ τοῖς κινοῦσίν ἐστιν ἡ κίνησις, συμβεβηκός τί ἐστιν ἡ κίνησις καὶ οὐχὶ οὐσία καθ’ ἑαυτὴν θεωρουμένη· δείξει δὲ ὅτι ἐν τοῖς κινουμένοις. καὶ ταῦτα οὖν διὰ τοῦ εἰρημένου λήμματος συνίστησι, καὶ ἔτι προφανέστερον καὶ εἰδικώτερον, ὅτι ὁμώνυμός ἐστιν ἡ κίνησις. καὶ οὐκ ἔστι κοινὸν γένος παρὰ τὰ καθ’ ἕκαστον ἢ αὐτὸ τοῦτο γενικὴ κίνησις, εἴπερ ἐν αὐτοῖς μόνοις τοῖς πράγμασίν ἐστιν ἡ κίνησις τετραχῶς ὑφεστῶσα κατὰ οὐσίαν κατὰ ποιότητα κατὰ ποσότητα κατὰ τόπον. τούτων δὲ οὐδέν ἐστι κοινὸν γένος, εἴπερ αὐτὰ ταῦτα πρῶτα γένη νενόμισται. καὶ διὰ τούτου δέ, ὡς ἔφαμεν, ὑπομιμνήσκει τοῦ δεδεῖχθαι μὴ εἶναι κοινὸν γένος τῶν δέκα κατηγορημάτων τὸ ὄν. εἰ γὰρ ἦν τι κοινὸν ἐκείνων ἐν οἷς ἡ κίνησις, ἦν ἂν καὶ ἡ κίνησις πρῶτον ἐν ἐκείνῳ τῷ κοινῷ καὶ αὐτὴ γένος ἂν ἦν τῶν ὑπ’ αὐτὴν κινήσεων καὶ οὐκέτι τῶν πολλαχῶς λεγομένων ἡ κίνησις ἦν. οὕτως γὰρ ἂν ἔχοι ἡ κίνησις ὡς καὶ τὰ ἐν οἷς ἐστιν, ἐπεὶ μὴ ἔστιν ἔξω τῶν πραγμάτων. Ὅτι δὲ οὐκ ἔστι παρὰ τὰ πράγματα ἡ κίνησις οὐδὲ ἔξω αὐτῶν θεωρουμένη, δείκνυσιν ἐκ τῆς ἐπαγωγῆς. μεταβάλλει γάρ, φησί, τὸ μεταβάλλον ἢ κατ’ οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον. καὶ οὐδὲν οἷόν τε ἐπινοῆσαι μεταβάλλον μέν, μὴ κατά τι δὲ τούτων. ἀλλ’ ὅτι μὲν οὐ πρὸς τὸν ὁρισμὸν ἀποτείνεται νῦν τῆς ψυχῆς ὁ Ἀριστοτέλης τὸν κίνησιν αὐτὴν αὐτοκίνητον λέγοντα οὐδὲ πρὸς τὴν ἰδέαν τῆς κινήσεως, δῆλον ἂν γένοιτο τῷ ἐφιστάνοντι, ὅτι1 τὴν ὡς γένος κίνησιν ἀναιρῶν δείκνυσι τῶν πολλαχῶς λεγομένων εἶναι τὴν κίνησιν. οὔτε δὲ ἡ ἰδέα τῆς κινήσεως οὔτε ἡ ψυχὴ γένος ἐστὶ κινήσεως κατὰ τὸ Περιπατητικὸν σημαινόμενον τοῦ γένους, εἴπερ τὰ γένη συμπληρωτικὰ τῶν εἰδῶν ἐστι καὶ εἴπερ ἐπ’ ἴσης αὐτοῖς ὑπάρχει. μήποτε δέ τινων ᾐσθάνετο καὶ τότε2 τὴν κίνησιν ἡδέως ταῖς κατηγορίαις συναριθμούντων, ὥσπερ ὁ Πλωτῖνος ὕστερον. καὶ διὰ τούτους λέγει μὴ εἶναι γένος τὴν κίνησιν. εἰ δὲ πᾶσα κίνησις ὑπὸ τὸ πρός τι ἐν τῷ κινητικῷ καὶ κινητῷ θεωρουμένη, πῶς ὑφ’ ἓν γένος αἱ κινήσεις οὖσαι οὐχὶ συνώνυμοί εἰσιν, ἀλλ’ ὁμώνυμοι; “ἢ οὐδὲν κωλύει, φησὶν Ἀλέξανδρος, τινὰ ὑπὸ ἕν τι γένος ὄντα ὁμώνυμα ἀλλήλοις εἶναι. οἱ γοῦν Ἀλέξανδροι ὄντες ὑπὸ τὴν οὐσίαν καὶ τὸ ζῷον καὶ τὸν ἄνθρωπον ὅμως ὁμώνυμοί εἰσιν ἀλλήλοις. καὶ τὸ ἴσον ὑπὸ τὸ πρός τι ὂν ὁμώνυμόν ἐστι τὸ ἐν τῷ συνεχεῖ τῷ ἐν τῷ διωρισμένῳ. οὕτως δὲ καὶ ἡ κίνησις ἔστι μὲν ὑπὸ τὸ πρός τι τῷ ἑκάστην αὐτῶν πρὸς ἄλλο εἶναι. ὁμώνυμοι μέντοι αἱ κινήσεις τῷ μηδὲ ἔχειν κοινὸν3 ὡς γένος τὰ ἐν οἷς εἰσιν, ἀλλ’ εἶναι διαφέροντα γένη. ἄλλο γὰρ οὐσία, ἐν ᾗ γένεσις καὶ φθορά, καὶ ἄλλο ποιότης, ἐν ᾗ ἀλλοίωσις, καὶ ἄλλο ποσότης, ἐν ᾗ αὔξησις καὶ μείωσις, καὶ ἄλλο ἡ ποῦ κατηγορία, ὑφ’ ἣν ἡ κατὰ τόπον μεταβολή. ὥστε καὶ τῶν κινήσεων τῶν ἐν αὐτοῖς διαφέροντες οἱ λόγοι γενήσονται.
“然而并不存在独立于事物的某种运动……”直至“因此,独立于上述各项,将不存在任何事物的运动或变化。” 他引入这第三个预设命题,即并不存在独立于被运动的事物的某种运动;通过该命题,他也确立了前述之点,即运动存在于能被运动者或能运动者之中。因为如果不存在独立于事物的运动,那么运动就存在于被运动者或运动者之中,并且也就不可能存在自身自在的运动,它既不作为运动的相(是其自身且为运动,却不是任何事物的运动,正如柏拉图在《智者》和《巴曼尼得斯》中似乎所说的那样),也不作为本身就是运动的某种实体(正如柏拉图定义灵魂时称其为自身运动的运动那样)。因为如果运动存在于被运动的事物或运动者之中,运动就是某种偶性,而非自身被考察的实体;并且他将表明运动存在于被运动者之中。因此,通过所说的预设命题,他确立了这些结论,而且更明显、更具体地确立了运动是同名异义的。并不存在独立于个别事物的共通属,也不存在本身作为属的普遍运动,如果运动确实仅存在于事物本身之中,并以四种方式持存:依实体、依性质、依数量、依位置。而这些[范畴]并不存在共通的属,如果这些本身就被认定为最原始的属的话。正如我们所说,通过这一点,他也使人想起已经表明过的事情,即“存在”并非十个范畴的共通属。因为如果在运动存在于其中的那些事物中存在某种共通者,运动首先也会存在于那一共通者之中,而它自身也将成为其属下诸运动的属,运动也就不再属于依多种方式被述说的事物了。因为既然运动不存在于事物之外,运动的状况就会与其存在于其中的事物相同。至于运动并不独立于事物而存在,也不在事物之外被考察,他通过归纳法予以表明。因为他说,变化者要么依实体,要么依数量,要么依性质,要么依位置而变化;并且根本无法设想有任何事物虽在变化,却不依据这些之中的某一项。不过,亚里士多德此刻既非针对将灵魂称为自身运动的运动的那一灵魂定义,亦非针对运动的相,这一点对于留意者而言将变得显明:他通过否定作为属的运动,表明运动属于依多种方式被述说者。但无论运动的相还是灵魂,按照逍遥学派对属的意义而言,都不是运动的属,如果属确实补充构成种并且均等地属于种的话。或者,他当时大概也察觉到某些人乐于将运动一并列入范畴之中,正如普罗提诺后来所做的那样;正是因这些人,他才说运动不是属。但是,如果一切运动都在能运动者与能被运动者之中被考察而归于关系者之下,那么诸运动既然处于同一个属之下,为何不是同名同义的,而是同名异义的呢?“或者正如亚历山大所说,没有任何事情妨碍处于同一个属下的某些事物彼此之间是同名异义的。例如,同处于实体、动物和人这一[属]之下的诸位亚历山大,彼此之间依然是同名异义的。又如处于关系者之下的‘相等’,在连续量中与在离散量中是同名异义的。同样,运动诚然因它们每一者都相对于另一者而处于关系者之下;然而诸运动是同名异义的,则是因为它们存在于其中的对象并不具有作为属的共通性,而是互不相同的属。因为有生成与毁灭存在于其中的实体是其一,有变质存在于其中的性质是另一者,有增多与减少存在于其中的数量是另一者,而位置变化从属于其下的‘何处’这一范畴又是另一者。因此,存在于它们之中的诸运动的定义也必将互不相同。”
- 3.4δῆλον ἂν γένοιτο τῷ ἐφιστάνοντι, ὅτι
τῷ ἐφιστάνοντι是表示判断者或关涉对象的与格(“对留意者而言”)。ὅτι从句并非主语从句,而是作为阐明判断依据的原因/解释从句(“鉴于……/从……显明”)。
- 3.4μήποτε δέ τινων ᾐσθάνετο καὶ τότε
μήποτε搭配直陈式未完成过去时(ᾐσθάνετο)是表示对过去事实作委婉推测的惯用句式(“或许他当时注意到了……”)。它并不表示否定,而是提出一种温和的、具有盖然性的肯定推断。
- 3.4τῷ ἑκάστην αὐτῶν πρὸς ἄλλο εἶναι. ὁμώνυμοι μέντοι αἱ κινήσεις τῷ μηδὲ ἔχειν κοινὸν
带冠词的与格不定式(τῷ ... εἶναι 与 τῷ ... ἔχειν)均用作表示原因或根据的与格(“因……”,“由于……”)。前者说明运动从属于关系者的原因,后者(μέντοι之后)则说明诸运动尽管如此却依然是同名异义者的原因,两相形成对照。
