← 辛普里丘

亚里士多德《物理学》注释

§401.5-402.5

关系的两种分类与运动的归属之辩

注解亚里士多德《物理学》200b28,阐明为何为了准备运动的定义而引入关系者的两个种(过度与不及、能动与受动),并指出了针对将运动归于前者的柏拉图的批判意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3

" Τοῦ δὲ πρός τι τὸ μὲν καθ’ ὑπεροχὴν λέγεται καὶ ἔλλειψιν ἕως τοῦ καὶ τὸ κινητὸν 〈κινητὸν〉 ὑπὸ τοῦ κινητικοῦ." Δεύτερον τοῦτο λῆμμα προσλαμβάνει χρήσιμον ὑπάρχον αὐτῷ πρὸς τὸ δεῖξαι ἐν τίσιν ἐστὶν ἡ κίνησις, ὅτι ἐν τοῖς κινητοῖς. διαίρεσιν δὲ ἐν αὐτῷ τοῦ πρός τι ποιεῖται, οὐ πάντα τὰ εἴδη τοῦ πρός τι διαιρούμενος, ἀλλὰ τούτων μόνων μνημονεύων τοῦ τε κατὰ ὑπεροχὴν καὶ ἔλλειψιν καὶ τοῦ κατὰ τὸ ποιητικὸν καὶ παθητικόν, διότι αὐτὸς μὲν ἐν τῷ ποιητικῷ καὶ παθητικῷ τὴν κίνησιν οἴεται εἶναι, ἄλλοι δέ τινες ἐν ὑπεροχῇ καὶ ἐλλείψει, οὓς προϊὼν διελέγχειν πειράσεται. καὶ γὰρ ἔστι μὲν ἡ κίνησις ἐν τῷ πρός τι, ἀλλ’ ὁ μὲν Πλάτων ἐν ὑπεροχῇ καὶ ἐλλείψει αὐτὴν ἐτίθετο ἀνισότητα λέγων καὶ ἀνομοιότητα καὶ ἑτερότητα τοῦ κινοῦντος πρὸς τὸ κινούμενον τὰ τῆς κινήσεως αἴτια. ὁ δὲ Ἀριστοτέλης οὐκ ἐν τούτῳ τῷ εἴδει, ἀλλ’ ἐν τῷ ποιητικῷ καὶ παθητικῷ καὶ ὅλως τῷ κινητικῷ καὶ κινητῷ. ἐν πολλοῖς γὰρ ἡ τοῦ κινοῦντος ἐνέργεια ποίησις οὖσα πάθησις ἔσται, εἰς ὃ ἡ ἐνέργεια δρᾶται,1 οἷον ἡ τοῦ τύπτοντος ἐνέργεια ἡ κατὰ τὸ τύπτειν ἐν τῷ τυπτομένῳ ἐστὶ πάθος τὸ τύπτεσθαι. πρός τι δὲ καὶ ταῦτα· καὶ ἔστι τὸ τύπτειν πρὸς τὸ τύπτεσθαι καὶ τὸ ποιητικὸν πρὸς τὸ παθητικὸν καὶ τὸ κινητικὸν πρὸς τὸ κινητόν. τὰ δὲ δυνάμει ἔλαβεν ἐν οἷς ἡ κίνησις,2 ὅτι ἡ τούτων ἐντελέχεια καθὸ κινητὰ ἡ κίνησίς ἐστιν, ὡς δειχθήσεται. ἀντιθεὶς δὲ τῷ ποιητικῷ τὸ παθητικὸν κατὰ τὴν συνήθειαν τῶν ὀνομάτων, ἐπειδὴ κατὰ τὸ σχῆμα τῆς λέξεως τῷ μὲν ποιητικῷ τὸ ποιητὸν ἀντίκειται, τῷ δὲ παθητικῷ τὸ παθητόν, οὐκ ὠνόμασται δὲ τὸ παθητικὸν ἐπὶ τοῦ πάθος ἐμποιοῦντος, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ τῷ παθητῷ, ἐπὶ τὰ σαφέστερα καὶ τοῖς προκειμένοις οἰκειότερα μετῆλθεν ἐπὶ τὸ κινητικὸν τοῦ κινητοῦ,3 ἐν οἷς τὸ μὲν ἐνεργητικόν ἐστι σαφῶς, τὸ δὲ παθητικὸν καὶ κατὰ τὴν λέξιν. ὅτι δὲ τὸ καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τῶν πρός τι ἐστί, δηλοῖ τὸ μέγα καὶ τὸ μικρόν. καὶ ἄλλα δὲ εἴδη πολλὰ τοῦ πρός τι ἐστί, τὰ μὲν ἐν ἰσότητι, τὰ δὲ ἐν ὁμοιότητι, τὰ δὲ κατὰ κρίσιν, ὡς τὸ ὁρατικὸν καὶ ὁρατὸν καὶ ἐπιστήμη καὶ ἐπιστητόν. αὐτὸς δὲ ταῦτα μόνον τοῦ πρός τι εἴδη τὰ νῦν αὐτῷ χρειώδη πρὸς τὴν κίνησιν παρέλαβεν, ἐξ ὧν δείκνυσιν, ὅτι οὐκ ἐν ὑπεροχῇ καὶ ἐλλείψει ἐστὶν ἡ κίνησις, ὡς τισιν ἐδόκει, ἀλλ’ ἐν τῷ κινητικῷ καὶ κινητῷ, ἢ τῷ ποιητικῷ καὶ παθητικῷ, καὶ ὅλως ἐν τοῖς ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος μεταβάλλουσιν. ὅτι δὲ τῶν πρός τι ἐστὶ τὸ κινητικὸν καὶ τὸ κινητόν, διὰ τῆς ἀντιστροφῆς ἔδειξεν εἰπών· τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ καὶ τὸ κινητὸν κινητὸν ὑπὸ τοῦ κινητικοῦ.

“而在关系者中,一类依据过度与不及而被述说……”直至“且能被运动者由能运动者而〈能被运动〉。” 他引入这第二个预设命题,是为了有助于他表明运动存在于何物之中,即存在于能被运动者之中。他在其中对关系者进行了划分,并非划分关系者的所有种,而是仅提及了这些:即依据过度与不及的种,以及依据能动与受动的种;这是因为他自己认为运动存在于能动与受动之中,而另一些人则认为在过度与不及之中,随着讨论的推进他将试图反驳这些人。因为运动确实属于关系者,但柏拉图将其置于过度与不及之中,称运动者相对于被运动者的不均等、不相似以及差异性为运动的原因;而亚里士多德则不是将其置于这一种之中,而是置于能动与受动之中,总括地说是置于能运动者与能被运动者之中。因为在许多情况下,运动者的现实活动作为作用,在承受该活动的对象之中将是承受;例如击打者依击打而产生的活动,在被击打者之中则是被击打这一承受。而这些也是关系者:击打相对于被击打,能动者相对于受动者,能运动者相对于能被运动者。而他之所以把处在潜能中的事物取为运动存在于其中的对象,是因为正如随后将被表明的那样,这些事物作为能被运动者时的完全现实态就是运动。他按照日常用语习惯将受动者与能动者相对立,但由于按照语词的形式,与能动者相对立的是被制作物,与受动者相对立的是能受动者,然而“受动者”一词并没有被用来指产生承受之物,而是用来指与能受动者相同之物,因此他转向了更明晰且与当前主题更切合的表述,即转向了相对于能被运动者的能运动者;在这些表述中,一者显然是能动的,而另一者即便在字面上也是受动的。至于依据过度与不及者属于关系者,由“大”与“小”便可说明。此外关系者还有许多其他的种,有的在于均等,有的在于相似,有的在于判定,例如视觉能力与可见物,知识与可知物。但他自己仅引入了关系者的这些此刻对他关于运动而言必需的种;基于这些种他表明,运动并不如某些人所认为的那样存在于过度与不及之中,而是存在于能运动者与能被运动者之中,或者说存在于能动与受动之中,总括地说是存在于那些由处于现实中的事物而从潜能向现实转变的事物之中。至于能运动者与能被运动者属于关系者,他通过换位予以表明,他说道:“因为能运动者是能运动那能被运动者的,而能被运动者是能被能运动者所运动的。”

语法注3 条
  1. 3.3εἰς ὃ ἡ ἐνέργεια δρᾶται

    带介词的关系词短语 εἰς ὅ 表示动作所指向的归宿或对象,与被动动词 δρᾶται 及主语 ἡ ἐνέργεια 一道构成关系从句,意为“在该活动对其施加的对象之中”,用以限定主句表语 πάθησις ἔσται 的处所与对象。

  2. 3.3τὰ δὲ δυνάμει ἔλαβεν ἐν οἷς ἡ κίνησις

    τὰ δυνάμει(处于潜能中的事物)是动词 ἔλαβεν 的直接宾语,关系代词从句 ἐν οἷς ἡ κίνησις [ἐστιν](运动存在于其中的事物)作补足性的说明,全句意为“他把处在潜能中的事物取为运动存在于其中的那些对象”。

  3. 3.3ἀντιθεὶς δὲ τῷ ποιητικῷ τὸ παθητικὸν κατὰ τὴν συνήθειαν τῶν ὀνομάτων, ἐπειδὴ ... μετῆλθεν ἐπὶ τὸ κινητικὸν τοῦ κινητοῦ

    全句句构以分词短语 ἀντιθεὶς ...(尽管按照习惯将受动者与能动者相对立)开始,插入由 ἐπειδή 引导的较长原因从句,最终落到主句动词 μετῆλθεν(转向了……)之上;分词 ἀντιθείς 作让步解,主语承前省略(亚里士多德)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:401.5-402.5