- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:400.1-401.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘针对亚里士多德在《物理学》200b26中对存在的划分,指出波菲利解释的疑难,为亚历山大等人的读法(区分为“仅在完全现实态中者”与“兼具现实与潜能者”)辩护,阐明范畴划分所适用的对象,并厘清了“潜能/在潜能中”与“现实活动/在现实中”的概念区别。
εἰ γὰρ τῷ ἐντελεχείᾳ τὸ δυνάμει μόνον ἀντετίθει, μηδαμοῦ τὸ συναμφότερον παραλαμβάνων, διὰ τί προσετίθει τὸ μόνον ἐπὶ τοῦ ἐντελεχείᾳ; πῶς δὲ κατάλληλος ἂν ἦν ἡ ἑρμηνεία μετὰ ἀποστάσεως1 λέγουσα, τὸ μὲν τόδε τι, τὸ δὲ τοσόνδε; εἰ μέντοι ὥς τινα τῶν βιβλίων γέγραπται οὕτως ἔχει τὸ ῥητόν· ἔστι δή τι τὸ μὲν ἐντελεχείᾳ τὸ δὲ δυνάμει, καὶ ἐντελεχείᾳ τὸ μὲν τόδε τι, τὸ δὲ τοσόνδε, δύναται μὲν καὶ οὕτως στίζεσθαι ὡς ὁ Πορφύριος ἐξεδέξατο. Διὰ τί δὲ τὸ ἐντελεχείᾳ μόνον εἰς τὰς δέκα διαιρεῖ κατηγορίας, καίτοι καὶ τοῦ δυνάμει ἐν πάσαις θεωρουμένου, ὡς καὶ αὐτὸς ὁ Πορφύριος ὡμολόγησε, καὶ τὴν Ἀριστοτέλους παραθέμενος ῥῆσιν τὴν λέγουσαν “διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει”; μήποτε οὖν2 ἡ μὲν ἐξ ἀρχῆς διαίρεσις εἰς τὸ ἐντελεχείᾳ μόνον γέγονε καὶ τὸ ἐντελεχείᾳ καὶ δυνάμει, καὶ τοῦτο διῃρῆσθαί φησιν εἰς τὰς δέκα κατηγορίας. τῷ γὰρ ἐντελεχείᾳ μόνον, ὅπερ ἐστὶ τὸ ἄυλον καὶ νοητὸν εἶδος, οὔτε τὸ ποῦ οὔτε τὸ ποτὲ οὔτε τὸ κεῖσθαι συναρμόττει, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ καθ’ ἕκαστον γένος θεωρούμενον, οἷον ἐν ποιότητι ποτὲ μὲν ἐνεργείᾳ λευκόν ἐστιν ἢ θερμόν, ὅτε ἤδη τὸ εἶδος ἀπέλαβε, ποτὲ δὲ δυνάμει, ὅτε οὔπω μὲν ἔστι, δύναται δὲ γενέσθαι. τούτου οὖν οὕτως ἔχοντος εἰκότως εἶπε “διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει”. διὰ τοῦτο γὰρ καὶ ἐν ἀρχῇ τῆς διαιρέσεως τὸ ἐνεργείᾳ ἅμα καὶ δυνάμει ἐν πάσαις ἔλεγε θεωρεῖσθαι ταῖς κατηγορίαις, τὸ ἐνεργείᾳ μόνον οὐ λέγων εἰς τὰς δέκα διῃρεῖσθαι κατηγορίας οὐδὲ παραλαμβάνων αὐτὸ νῦν πλὴν τοῦ τελείου τῆς διαιρέσεως ἕνεκεν. ἰστέον δὲ ὅτι οὐχ ὡς γένος τὸ ὂν διαιρεῖ εἰς τὸ ἐντελεχείᾳ καὶ εἰς τὸ δυνάμει καὶ ἐντελεχείᾳ, ἀλλ’ ὡς ὁμώνυμον φωνήν, καὶ ὅτι ἄλλο μέν ἐστι τὸ δυνάμει, ἄλλο δὲ ἡ δύναμις. καὶ τῷ μὲν δυνάμει ἀντίκειται τὸ ἐνεργείᾳ, τῇ δὲ δυνάμει ἡ ἐνέργεια. καὶ δύναμις μέν ἐστι παρασκευὴ τελεία τῆς οὐσίας καὶ ἑτοιμότης ἀκώλυτος πρὸς τὸ ἐνεργεῖν οἰστικὴ τῆς ἐνεργείας, τὸ δυνάμει δὲ ἐπιτηδειότης ἀτελὴς πρὸς ὃ λέγεται δυνάμει τὸ ἐνεργείᾳ παρ’ ἄλλου δεχομένη3 καὶ οὐκ ἀφ’ ἑαυτῆς προβάλλουσα· τὸ δὲ ἐνεργείᾳ τοῦτό ἐστιν, ὃ ἐνεργεῖν ἤδη δύναται κατ’ ἐκεῖνο καθ’ ὃ λέγεται. ἐνεργείᾳ γὰρ ἄνθρωπος ὁ ἤδη κατὰ τὸ ἀνθρώπινον εἶδος ἐνεργῶν. ἐνέργεια δέ ἐστιν ἡ τῇ δυνάμει ἀντικειμένη καὶ ἡ ἀπὸ τῆς δυνάμεως προβαλλομένη ἐνεργὸς κίνησις· ἐνεργὸς δὲ καὶ ἡ ἐν τῷ ἔργῳ· ἔργον δὲ ἥ τε ποίησίς ἐστι καὶ ἡ πρᾶξις. καὶ ἀπὸ μὲν τῆς δυνάμεως τῆς ἔνδον μενούσης καὶ μὴ ἐκφανοῦς τὸ τοῦ δυνάμει ὄνομα παρήχθη ἐν ἐπιτηδειότητι μόνῃ τῆς οὐσίας θεωρούμενον, αὐτῆς ὂν τῆς οὐσίας οἷον διάθεσις· ἀπὸ δὲ τῆς ἐνεργείας τὸ ἐνεργείᾳ κατὰ τῆς οὐσίας πάλιν ὡς ἐνεργοῦ θεωρουμένης. χρησιμεύει δὲ αὐτῷ, ὡς εἶπον, τὸ λῆμμα τοῦτο τὸ διαιροῦν τὰ ὄντα εἴς τε τὰ ἐντελεχείᾳ καὶ εἰς τὰ δυνάμει καὶ ἐντελεχείᾳ πρὸς τὴν ἀπόδοσιν τοῦ τῆς κινήσεως ὁρισμοῦ, ὡς προϊόντες εἰσόμεθα.
因为如果他是将仅在潜能中者与在完全现实态中者相对立,而根本不引入兼具两者之物,那么他为何要对在完全现实态中者加上“仅”字?而且,隔开一段距离说“一者是‘这个’,另一者是‘这般多的’”的表述又怎能前后相谐呢?然而,如果文句正如某些书卷中所写的那样,即“确实,有一类事物在完全现实态中,另一类事物在潜能中;且在完全现实态中,一者是‘这个’,另一者是‘这般多的’”,那么确实可以像波菲利理解的那样来断句。但是,他为什么只将在完全现实态中者划分为十个范畴呢?要知道,潜能中的事物同样见于所有范畴之中,正如波菲利自己也承认的那样,并援引了亚里士多德那句说“由于在各个类中,一者在完全现实态中,另一者在潜能中被划分”的话。因此,最初的划分或许正是划分为“仅在完全现实态中者”与“在完全现实态与潜能中者”,而他说被划分为十个范畴的正是后者。因为对于仅在完全现实态中者——即非质料的和可理知的形式——而言,“在何处”、“在何时”和“姿态”都与之不合;而兼具潜能与完全现实态者,则在各个类中被考察,例如在性质中,有时当它已经接受了形式时在现实中是白或热的,而有时当它尚不是、却能够成为如此时,则在潜能中是如此。因此,既然情况是这样,他合理地说道:“由于在各个类中,一者在完全现实态中,另一者在潜能中被划分”。正因如此,在划分的开头他也曾说过,同时在现实与潜能中者见于所有范畴之中,而并没有说仅在现实中者被划分为十个范畴,此刻引入它也仅仅是为了划分的完备性而已。此外必须知晓的是,他将存在划分为“在完全现实态中者”以及“在潜能与完全现实态中者”,并非将其作为类来划分,而是作为同名异义的语词;而且,“在潜能中”是一回事,“潜能”则是另一回事。与“在潜能中”相对立的是“在现实中”,与“潜能”相对立的则是“现实活动”。潜能是实体的完满准备,以及带来现实活动的、朝向行动的无阻碍的就绪状态;而“在潜能中”则是朝向它被称为在潜能中所是之物的一种不完满的适宜性,它从他者那里接受在现实中的状态,而不是从自身出发产生出来。而在现实中者则是指,已经能够按照它被述说所依据的那种规定来行动之物。因为在现实中的人,是指已经按照人的形式在活动的人。另一方面,现实活动则是与潜能相对立的、由潜能所产生的活动性运动;而活动性的东西也是在工作之中的东西,工作既包括制作也包括实践。从留在内部且不显露的潜能中,引出了“在潜能中”这一名称,它仅在实体的适宜性中被考察,乃是实体自身的一种状态;而从现实活动中,则引出了“在现实中”这一名称,再次用来述说被考察为处于活动中的实体。正如我说过的,这个将存在者划分为完全现实态中的事物以及潜能与完全现实态中的事物的预设命题,正如我们随后将知晓的那样,有助于他给出运动的定义。
- 3.2μετὰ ἀποστάσεως
该介词短语充当状语修饰 λέγουσα,意为“隔开距离地”或“相隔一段”。它指出了在受审视的文本读法中,相隔较远却强行以“一者……另一者……”相互承接在句法上的不自然。
- 3.2μήποτε οὖν
μήποτε 在此并非表示疑问或担忧,而是与后接的直陈式动词(γέγονε, φησιν)连用,引导一种委婉而审慎的肯定判断,意为“或许……”。
- 3.2τὸ δυνάμει δὲ ἐπιτηδειότης ἀτελὴς πρὸς ὃ λέγεται δυνάμει τὸ ἐνεργείᾳ παρ’ ἄλλου δεχομένη
主语是由中性冠词名词化的副词短语 τὸ δυνάμει(“在潜能中者”)。表语名词 ἐπιτηδειότης ἀτελής 由阴性分词 δεχομένη(以及 οὐκ... προβάλλουσα)修饰,该分词的宾语同样是名词化短语 τὸ ἐνεργείᾳ(“在现实中者”)。从句 πρὸς ὃ λέγεται δυνάμει(“朝向它被称为在潜能中所是之物”)作 ἐπιτηδειότης 的补充说明。
