← 辛普里丘

亚里士多德《物理学》注释

§398.31-400.1

否定纯粹潜能与文本解释之争

辛普里丘引用普罗提诺的论述否定纯粹潜能的实存并考察了质料的疑难,随后评述了波菲利与亚历山大等人关于标点以及潜能与完全现实态划分的争论,捍卫了传统抄本的文本读法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

ὡς γὰρ τὰ δυνάμει, οὕτως καὶ τὰ ἐνεργείᾳ. Καὶ ὁ Πλωτῖνος δὲ ἐν ἀρχῇ τοῦ βιβλίου ὃ Περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ ἐπέγραψε τὸ αὐτὸ δείκνυσι λέγων· “δεῖ τοίνυν τὸ δυνάμει τι ὂν ἄλλο μεθ’ αὑτὸ δύνασθαι, ἤτοι μένον μετὰ τοῦ ἐκεῖνο ποιεῖν ἢ παρέχον ἑαυτὸ ἐκείνῳ ὃ δύναται, καὶ φθαρὲν αὐτὸ δυνάμει λέγεσθαι. ἄλλως γὰρ δυνάμει ἀνδριὰς ὁ χαλκός, ἄλλως τὸ ὕδωρ δυνάμει χιὼν καὶ ὁ ἀὴρ πῦρ. καὶ ὅλως, ὡς αὐτός φησι, τὸ δυνάμει δεῖ μὴ ἁπλῶς λέγεσθαι. οὐ γὰρ ἔστι τὸ δυνάμει μηδενὸς εἶναι οἷον δυνάμει ἀνδριὰς ὁ χαλκός. εἰ γὰρ μηδὲν ἐξ αὐτοῦ μηδὲ ἐπ’ αὐτῷ μηδὲ ἔμελλε μηδὲν ἔσεσθαι μεθ’ ὃ ἦν μηδὲ ἐνεδέχετό τι γίνεσθαι, ἦν ἂν ὃ ἦν μόνον. ὃ δὲ ἦν, ἤδη παρῆν καὶ οὐκ ἔμελλε. τί οὖν ἐδύνατο ἄλλο μετὰ τὸ παρὸν αὐτό; τί οὖν ἂν ἦν μόνον δυνάμει;” ὁ δὲ ταῦτα εἰπὼν ἐπὶ τέλει τοῦ βιβλίου τὴν ὕλην δυνάμει μόνον εἶναί φησι μηδὲν οὖσαν ἐνεργείᾳ τῶν ὄντων. μήποτε δὲ τὸ πρῶτον ὂν εἶδος εἶναι βουλόμενος1 μέχρι τῶν εἰδῶν βούλεται φθάνειν τὸ ὄν, διὸ τὴν ὕλην τῶν εἰδῶν ἐκπεπτωκυῖαν ἐκριφῆναι καὶ τοῦ ὄντος, καὶ διὰ τοῦτο μὴ ὂν οὖσαν δυνάμει μόνον εἶναι ὅ ἐστι. καίτοι καὶ τὸ δυνάμει καὶ τὸ οὕτως μὴ ὂν οὔπω τελέως τοῦ ὄντος ἐκπέπτωκεν. ὅλως δὲ εἰ μὲν οὕτως δυνάμει ὡς μεταβάλλειν εἰς τὸ ἐνεργείᾳ ὡς τὸ ὕδωρ εἰς ἀέρα, φθείροιτο ἂν ἡ ὕλη, ὅπερ οὐ βούλεται· εἰ δὲ ὡς μένον δέχεσθαι τὸ ἐνεργείᾳ ὡς ὁ χαλκὸς τὸ τοῦ ἀνδριάντος σχῆμα, ἄλλο τι οὖσα ἐνεργείᾳ πέφυκε δέχεσθαι τὰ εἴδη. εἰ δὲ μηδὲν ἄλλο οὖσα δέχοιτο τὸ ἐνεργείᾳ, ταὐτὸν ἂν εἴη τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὅπερ οὐ βούλεται. καὶ γὰρ οὐδὲ δυνάμει εἶδός ἐστιν ἡ ὕλη, ἀλλὰ μένουσα ὅ ἐστιν ἐνεργείᾳ πέφυκε δέχεσθαι τὰ εἴδη. Ὁ δὲ Πορφύριος οὐκ ἀποδέχεται τὸν Ἀλέξανδρον οὕτω στίξαντα ὡς τῷ ἐντελεχείᾳ μόνον ἀντιδιῃρῆσθαι τὸ δυνάμει καὶ ἐντελεχείᾳ.2 “εἰπὼν γάρ, φησίν, ὅτι τὰ μὲν ἐντελεχείᾳ τὰ δὲ δυνάμει, ἀναλαβὼν τὰ ἐντελεχείᾳ, καὶ ἐντελεχείᾳ φησὶ τὸ μὲν τόδε τι τὸ δὲ τοσόνδε καὶ τὰ ἑξῆς. τὸ δὲ δυνάμει οὐ διαιρεῖται εἰς τὰς κατηγορίας· οὐ γάρ ἐστι τὸ δυνάμει δεκαχῶς ἀλλ’ ἑνιαχῶς· ἡ γὰρ ἀνωτάτω ὕλη, ἥπερ ἐστὶ τὸ δυνάμει, μία. εἴτε δὲ τὸ ἐντελεχείᾳ λαμβάνει, ὅπερ ἐστὶ τὸ σύνθετον οἷον ἀνδριάντα, εἴτε τὴν ἐντελέχειαν, ὅπερ ἐστὶ τὸ ἁπλοῦν οἷον τὸ εἶδος, δεκαχῶς ἑκάτερον. καὶ μήποτε φησὶ καὶ τὸ δυνάμει δεκαχῶς. προελθὼν γὰρ αὐτὸς ὁ Ἀριστοτέλης οὕτως εἶπε· “διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει,,.” ταῦτα μὲν οὖν ὁ Πορφύριος τῷ δυνάμει τὸ ἐντελεχείᾳ μόνον βουλόμενος ἀντιτεθῆναι παρὰ τοῦ Ἀριστοτέλους,3 ἀλλ’ οὐχὶ τῷ δυνάμει καὶ ἐντελεχείᾳ. καὶ ἴσως ἐκ τούτου τοῦ ῥητοῦ ταύτην ἔσχε τὴν ὑπόνοιαν τοῦ λέγοντος “διῃρημένου δὲ καθ’ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει”. ἀλλ’ εἰ μὲν ὡς τὰ πολλὰ τῶν ἀντιγράφων φέρεται, οὕτως ἔχει καὶ ἡ ἀρχαία γραφή· ἔστι δή τι τὸ μὲν ἐντελεχείᾳ μόνον τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ, τὸ μὲν τόδε τι, τὸ τοσόνδε καὶ τὰ ἑξῆς, σαφῶς τὸ μόνον προσκείμενον δηλοῖ τὴν διαίρεσιν τοῦ ἐντελεχείᾳ μόνως πρὸς τὸ ἐντελεχείᾳ ἅμα καὶ δυνάμει γεγενῆσθαι, ὡς ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος ἐξεδέξαντο.

因为潜能中的事物如何,现实中的事物亦是如何。普罗提诺在题为《论潜能与现实》一书的开头也阐明了同样的道理,他说:“因此,在潜能中的事物,作为某种存在者,必定能够在其自身之后成为另一事物,或者在产生该事物的同时保持自身,或者将自身提供给它所能够成为的事物,并在自身毁灭后被称为在潜能中[是该事物]。因为青铜在一种意义上是潜能的雕像,而水在另一种意义上是潜能的雪、空气是潜能的火。正如他自己所言,总的来说,潜能决不可被简单地述说。因为潜能绝不可能不属于任何事物,如同青铜在潜能上是雕像一般。因为如果既没有任何事物由它产生,也没有任何事物依附于它,在它原本所是之后既不会有任何事物产生,也不可能生成任何事物,那么它就仅是它原本所是之物而已。但它原本所是之物已经现存,而不是将要存在。那么在现存的它自身之后,它还能成为什么别的事物呢?又有什么会仅在潜能中存在呢?”然而,说过这些话的[普罗提诺]在该书的末尾却说质料仅在潜能中存在,在现实中不属于存在者中的任何事物。但或许他是因为想要第一存在是形式,从而想要存在仅达及形式为止;因此质料由于从形式中脱落,便也被抛弃于存在之外,正因如此,它作为非存在,其所是之物仅在潜能中存在。然而,在潜能中的事物以及以这种方式作为非存在的事物,尚未完全从存在中脱落。一般而言,如果质料在潜能中是以转变为现实中的事物这种方式存在(如同水转变为空气),那么质料就会毁灭,但这并不是他想要的;而如果是以保持自身并接受现实中的事物这种方式存在(如同青铜接受雕像的形态),那么它在现实中作为某种别的事物,便具有接受各种形式的自然本性。然而,如果它在不作为任何其他事物的情况下接受现实中的事物,那么潜能与现实就将是同一的,而这也不是他想要的。事实上,质料甚至根本不是潜能的形式,而是在现实中保持其所是的同时,具有接受各种形式的自然本性。  然而,波菲利并不赞同亚历山大将标点断成使“在潜能与完全现实态中存在者”与“仅在完全现实态中存在者”相对立划分的做法。他说:“因为亚里士多德在说过‘有些在完全现实态中,有些在潜能中’之后,接续完全现实态中的事物,说道在完全现实态中,一者是‘这个’,另一者是‘这般多的’等等。然而在潜能中的事物并不划分进各个范畴;因为在潜能中的事物并非有十种方式,而只有一种方式;因为至上的质料,即潜能本身,是一。无论他是指完全现实态中的事物——即复合物,如雕像,还是指完全现实态——即单纯者,如形式,两者各自都有十种方式。或许,”他说,“在潜能中的事物也有十种方式。因为亚里士多德自己在后文中正是这样说的:‘由于在各个类中,一者在完全现实态中,另一者在潜能中被划分……’”。因此,波菲利说这些话,是想要亚里士多德将“仅在完全现实态中存在者”与“在潜能中存在者”相对立,而不是与“在潜能与完全现实态中存在者”相对立。或许他正是从这句话——即那句说“由于在各个类中,一者在完全现实态中,另一者在潜能中被划分”的话——中产生了这种推测。但是,如果古老文本确实如大多数抄本所载的那样——即“确实,有一类事物仅在完全现实态中,另一类事物在潜能与完全现实态中,一者是‘这个’,另一者是‘这般多的’等等”,那么附加的“仅”字就清楚地表明,正如亚历山大和忒弥斯提乌所理解的那样,这种划分是在“仅在完全现实态中者”与“同时在完全现实态与潜能中者”之间进行的。

语法注3 条
  1. 3.2μήποτε δὲ τὸ πρῶτον ὂν εἶδος εἶναι βουλόμενος

    μήποτε 在此并非表示否定时间副词(“绝不”),而是用作一种委婉审慎的推测表达(“或许”、“恐怕是”),这在注疏文献中常用于推测作者未明言的意图。它引出了位于主句谓语动词 βούλεται 之前的分词结构。

  2. 3.2τὸν Ἀλέξανδρον οὕτω στίξαντα ὡς τῷ ἐντελεχείᾳ μόνον ἀντιδιῃρῆσθαι τὸ δυνάμει καὶ ἐντελεχείᾳ

    在 οὐκ ἀποδέχεται 的宾语(宾格分词短语 τὸν Ἀλέξανδρον στίξαντα)之后,连词 ὡς 搭配完成时被动态不定式 ἀντιδιῃρῆσθαι(被对置划分),用以表明该断句所导向的逻辑解释。不定式的逻辑主语为宾格的 τὸ δυνάμει καὶ ἐντελεχείᾳ,而与格的 τῷ ἐντελεχείᾳ μόνον 则表示与之相对立的另一方。

  3. 3.2τῷ δυνάμει τὸ ἐντελεχείᾳ μόνον βουλόμενος ἀντιτεθῆναι παρὰ τοῦ Ἀριστοτέλους

    受分词 βουλόμενος 支配的被动态不定式 ἀντιτεθῆναι(被置于对立地位),以宾格的 τὸ ἐντελεχείᾳ μόνον 作为其逻辑主语,以与格的 τῷ δυνάμει 作为对立项,并由 παρὰ τοῦ Ἀριστοτέλους 表示施动者(“被亚里士多德……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:398.31-400.1