← 辛普里丘

亚里士多德《物理学》注释

§39.1-40.22

巴门尼德与麦里梭论不动之存在

辛普里丘引用巴门尼德的诗句,阐明其物理学学说乃是从可知真理向下的退落,并借助虚空的否定和充实性论证了巴门尼德与麦里梭主张存在不动的原因,同时对亚历山大的诠释进行了批判与纠正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3#2

μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν. τῶν μίαν οὐ χρεών ἐστιν,1 ἐν ᾧ πεπλανημένοι εἰσίν. ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑωυτῷ πάντοσε τωυτόν, τῷ δ’ ἑτέρῳ μὴ τωυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε. τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω, ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσῃ. δοξαστὸν οὖν καὶ ἀπατηλὸν τοῦτον καλεῖ τὸν λόγον οὐχ ὡς ψευδῆ ἁπλῶς, ἀλλ’ ὡς ἀπὸ τῆς νοητῆς ἀληθείας εἰς τὸ φαινόμενον καὶ δοκοῦν τὸ αἰσθητὸν ἐκπεπτωκότα. μετ’ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο, αἱ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα. ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾷ. ταύτην καὶ θεῶν αἰτίαν εἶναί φησι λέγων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσσατο πάντων καὶ τὰ ἑξῆς. καὶ τὰς ψυχὰς πέμπειν ποτὲ μὲν ἐκ τοῦ ἐμφανοῦς εἰς τὸ ἀειδές, ποτὲ δὲ ἀνάπαλίν φησιν. ἀλλὰ ταῦτα μὲν διὰ τὴν πολλὴν νῦν ἄγνοιαν τῶν παλαιῶν γραμμάτων μηκύνειν ἀναγκάζομαι. εἰκότως δὲ ἓν λέγοντες τὸ ὂν καὶ ἀκίνητον ἔλεγον, εἴπερ περὶ φυσικῶν διελέγοντο.2 συνεισήγετο γὰρ τῇ κινήσει καὶ τὸ καθ’ ὃ ἡ κίνησις, εἴτε κατὰ ποιότητα εἴτε κατὰ ποσότητα ἢ κατ’ ἄλλο τι, συνεισήγετο δὲ καὶ ὁ τόπος, εἴπερ ἦν φυσικὴ κίνησις, ἄλλος ὢν παρὰ τὸ κινούμενον. ἀλλ’ ὁ μὲν Παρμενίδης περὶ τοῦ νοητοῦ λέγων ὄντος· αὐτὰρ ἀκίνητον, φησί, μεγάλων ἐν πείρασι δεσμῶν ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής. καὶ τὴν αἰτίαν δὲ τῆς ἀκινησίας ἐπάγει οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει, οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἔστι γὰρ οὐκ ἐπιδευές, † μὴ ἐὸν δὲ ἂν παντὸς ἐδεῖτο. ὡς γὰρ τὸ μὴ ὄν, φησίν, ἐνδεὲς πάντων ἐστίν, οὕτως τὸ ὂν ἀνενδεὲς καὶ τέλειον. τὸ δὲ κινούμενον ἐνδεὲς ἐκείνου δι’ ὃ κινεῖται· τὸ ἄρα ὂν οὐ κινεῖται. καὶ Μέλισσος δὲ ἀκίνητον αὐτὸ ἀπέδειξε κατὰ τὴν αὐτὴν πάλιν ἔννοιαν διὰ τοῦ δεῖν, εἰ κινοῖτο τὸ ὄν, εἶναί τι κενὸν τοῦ ὄντος εἰς ὃ ὑποχωρήσει τὸ ὄν· κενὸν δὲ προαπέδειξε μὴ εἶναι. λέγει δὲ οὕτως ἐν τῷ ἑαυτοῦ συγγράμματι “οὐδὲ κενεόν ἐστιν οὐδέν· τὸ γὰρ κενεὸν οὐδέν ἐστιν· οὐκ ἂν οὖν εἴη τό γε μηδέν. οὐδὲ κινεῖται· ὑποχωρῆσαι γὰρ οὐκ ἔχει οὐδαμῇ· ἀλλὰ πλέων ἐστίν· εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἂν εἰς τὸ κενεόν. κενεοῦ δὲ μὴ ἐόντος, οὐκ ἔχει ὅκῃ ὑποχωρήσει”. πλέων οὖν ὂν οὐ κινεῖται οὐχ ὅτι διὰ πλήρους οὐκ ἔστι κινηθῆναι, ὡς ὁ Ἀλέξανδρος ἐνόησε τὸ Μελίσσου ῥητόν, ἀλλ’ ὅτι αὐτὸ τὸ ὂν πλέων ἐστίν,3 ὡς μηδὲν ἄλλο εἶναι παρ’ αὐτό. “κρίσιν, γοῦν φησιν ὁ Μέλισσος, ταύτην χρὴ ποιήσασθαι τοῦ πλέω καὶ τοῦ μὴ πλέω. εἰ μὲν οὖν χωρεῖ τι ἢ εἰσδέχεται, οὐ πλέων· εἰ δὲ μήτε χωρεῖ μήτε εἰσδέχεται, πλέων. ἀνάγκη τοίνυν πλέων εἶναι, εἰ κενὸν μὴ ἔστιν· εἰ τοίνυν πλέων ἐστίν, οὐ κινεῖται.” f. 184 b 16 Ἢ κινουμένην ὥσπερ οἱ φυσικοί.

“因为他们裁定在判断中命名两个形相,其中命名一个是不可取的,在此点上他们误入了迷途;他们将形体区分为对立的,并在彼此之间设立了标志:其一为火焰的以太之火,温和、稀疏、轻盈,在各处都与自身同一,但与另一者不同一;然而那另一者自身亦同样是对立的,是无知的黑夜,是致密而沉重的形体。 我向你宣示这整个看似合理的宇宙建构, 以使凡人的任何见识永远不能超越你。” 因此,他称这篇言说为可意见的与欺罔的,并非由于它完全是虚妄的,而是因为它从可知真理堕入了显现和看似的事物,即感觉之物。在稍后谈及这两个元素之后,他又引入了动力因,如此说道: “较狭窄的环圈充满了纯粹的火, 紧邻其后的则充满了夜,其间注入了火焰的配额; 而在它们中间,则是统御万物的女神。” 他说她亦是诸神的原因,说道: “在所有神祇之前,她最先谋划了厄洛斯”,等等。他还说,她有时将灵魂从显见之所送入隐匿之所,有时则相反。但由于当今对古代文献的极大无知,我不得不将这些内容拉长叙述。不过,假若他们探讨的是自然之物,那么在称存在为一时亦称其为不动,乃是合理的。因为伴随着运动,运动所依据者亦被一同引入,不论是按照质、量还是别的什么;而假若是自然运动,处所亦被一同引入,它与运动之物是相异的。 然而巴门尼德在谈论可知存在时说: “然而它是不动的,处于巨大羁绊的限度之中, 无始亦无终,因为生成与毁灭 已被放逐至极远处,而真正的信实将它们驱离。” 他又如此补充了不动的因由: “它坚定地留在原地;因为强大的必然 将其维系在极限的羁绊中,从四周围困着它, 因为存在者不完满是不合天道的; 因为它绝无匮乏,[若为非存在,则将匮乏一切]。” 他说,因为正如非存在匮乏一切事物,同样,存在者亦毫无匮乏且完满。而运动之物则匮乏它因之而运动的对象;因此存在者不运动。麦里梭亦同样根据这一思想证明了它是不可动的,理由是:如果存在者运动,就必然存在某种脱离存在者的虚空,以便存在者退入其中;而他事先已经证明了虚空并不存在。他在自己的著作中这样说:“没有任何东西是空的;因为空就是无;因此,无是不可能存在的。它亦不运动;因为它无处可退;相反,它是充实的。如果有虚空,它便会退入虚空之中;但既然虚空不存在,它便没有可退之处。”因此,它作为充实之物并不运动,并非如亚历山大所理解的麦里梭文句那样是因为不能穿过充实之物而运动,而是因为存在者本身即是充实的,以致于在它之外别无他物。麦里梭说:“无论如何,应当对充实与不充实作出如下判定:如果它有所退让或接纳某物,它便不是充实的;如果它既不退让亦不接纳,它便是充实的。因此,如果虚空不存在,它必然是充实的;如果它是充实的,它便不运动。” “要么如自然学家们那样,是运动的。”

语法注3 条
  1. 1.3τῶν μίαν οὐ χρεών ἐστιν

    引自巴门尼德残篇(B8.54)。否定词 οὐ 既可直接修饰 μίαν(“不应仅指明其中之一”),亦可修饰整个谓述 χρεών ἐστιν(“指明其中之一是不可取的”)。无论哪种解法,均指凡人在以两种对立的物理形相(火与夜)解释现象界时脱离了单一可知存在的谬误。

  2. 1.3εἰκότως δὲ ἓν λέγοντες τὸ ὂν καὶ ἀκίνητον ἔλεγον, εἴπερ περὶ φυσικῶν διελέγοντο

    由 εἴπερ 引导的假设性让步结构:“假若他们确实在探讨自然之物,那么在主张存在是一的同时亦主张其不动,乃是理所当然的”。后文以 συνεισήγετο 说明其根据:因为运动必然会连带引入运动所依据的范畴及与运动者相异的处所等复多性。

  3. 1.3οὐχ ὅτι διὰ πλήρους οὐκ ἔστι κινηθῆναι ... ἀλλ’ ὅτι αὐτὸ τὸ ὂν πλέων ἐστίν

    由 οὐχ ὅτι... ἀλλ’ ὅτι...(“不是因为……而是因为……”)构成的对比结构。辛普里丘纠正了亚历山大的机械论解释(认为不可穿过充满的媒质运动),指出麦里梭的原意是本体论上的:存在者本身即是完满充实的,因而在它之外再无任何别的东西或空间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:39.1-40.22