- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:2.27-4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐述了逍遥学派自然哲学著作的体系划分(《论天》、《论生成与毁灭》、《气象学》、《论矿物》及动植物著作),确立了《物理学听友》的旨趣在于探究一般自然事物共有的诸原理、原因及其伴随概念(运动、时间、场所、连续、无限、虚空),并解释了该书标题的由来。
ἐπεὶ δὲ τὰ μὲν σύνθετα πάντα γενητὰ καὶ φθαρτά ἐστι, τῶν δὲ ἁπλῶν τὰ μὲν ἀίδια τὰ δὲ γινόμενα καὶ φθειρόμενα, περὶ μὲν τῶν ἀιδίων ἐν τοῖς πρώτοις εἴρηται τῶν Περὶ οὐρανοῦ, περὶ δὲ τῶν γενητῶν καὶ φθαρτῶν ὡς μὲν ἁπλῶν ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς πραγματείας ἐκείνης· περὶ δὲ τῶν † γενητῶν μέλλων λέγειν πρῶτα συνέγραψε τὰ Περὶ γενέσεως καὶ φθορᾶς δύο βιβλία τὰ κοινῶς πᾶσι τοῖς γινομένοις καὶ φθειρομένοις ἀκολουθοῦντα ᾗ· τοιαῦτα διδάσκων. τούτων δὲ λοιπὸν ἄλλα ἄλλοις ἰδίως πρόσεστι. καὶ τὰ μὲν ὅσα ἐν τῷ προσεχῶς ὑπὲρ ἡμᾶς συνίσταται τόπῳ διὰ τῆς Μετεωρολογικῆς πραγματείας ἐδίδαξε, τῶν δὲ ἐν τῷ καθ’ ἡμᾶς τόπῳ ἐπειδὴ τὰ μέν ἐστιν ἔμψυχα τὰ δὲ ἄψυχα, περὶ μὲν τῶν ἀψύχων ἐν ταῖς Περὶ μετάλλων πραγματείαις διδάσκουσιν· τῶν δὲ ἐμψύχων τὰ μέν ἐστι ζῷα τὰ δὲ φυτὰ τὰ δὲ ζωόφυτα· περὶ μὲν οὖν ζῴων ἐν ταῖς περὶ ζῴων παντοδαπαῖς πραγματείαις διελέχθησαν πῇ μὲν ἱστορικῶς τὰ περὶ αὐτῶν ἀφηγούμενοι ὡς ἐν ταῖς Περὶ ζῴων ἱστορίαις, πῇ δὲ αἰτιολογικῶς διδάσκοντες, ὡς ἐν τοῖς Περὶ ζῴων γενέσεως καὶ μορίων καὶ κινήσεως καὶ ὕπνου καὶ τῶν τοιούτων. ὁμοίως δὲ καὶ περὶ φυτῶν κατὰ τὸν διττὸν τοῦτον ἐδίδαξαν τρόπον. ἡ μὲν οὖν διαίρεσις τοιαύτη τίς ἐστι τοῦ φυσικοῦ τῆς φιλοσοφίας κατὰ τὴν περιπατητικὴν αἵρεσιν ὡς συνελόντι εἰπεῖν. Τῆς δὲ προκειμένης πραγματείας ὁ σκοπὸς περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς πράγμασι καθ’ ὅσον εἰσὶ φυσικά, ταὐτὸν δὲ εἰπεῖν σωματικά, διδάξαι. κοιναὶ δὲ πάντων αἱ ἀρχαὶ καὶ τὰ ταῖς ἀρχαῖς παρακολουθοῦντα. ἀρχαὶ δέ εἰσι τά τε αἴτια κυρίως λεγόμενα καὶ τὰ συναίτια· καὶ αἴτια μὲν τό τε ποιητικόν ἐστι καὶ τὸ τελικὸν κατὰ τούτους, συναίτια δὲ τό τε εἶδος καὶ ἡ ὕλη καὶ ὅλως τὰ στοιχεῖα. Πλάτων δὲ τοῖς μὲν αἰτίοις τὸ παραδειγματικὸν προστίθησι, τοῖς δὲ συναιτίοις τὸ ὀργανικόν. καὶ ὅτι μὲν περὶ τῶν κοινῇ πᾶσιν ὑπαρχόντων τοῖς φυσικοῖς ὁ τῆς πραγματείας ἐστὶ σκοπός, δηλοῖ μὲν εὐθὺς καὶ τὸ προοίμιον ἀναγκαῖον εἶναι λέγων τῷ φυσικῷ “πρῶτον διορίσασθαι τὰ περὶ τὰς ἀρχάς”, δηλοῖ δὲ καὶ ἐν ἀρχῇ τοῦ τρίτου βιβλίου λέγων “δῆλον οὖν ὡς διά τε ταῦτα καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων·1 ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν”. ἐπεὶ δὲ ἡ φύσις ποιητικόν πως προσεχῶς αἴτιον οὖσα τῶν φυσικῶν ἀρχὴ κινήσεως οὖσα δειχθήσεται καὶ πᾶν φυσικὸν σῶμα ὂν ἀρχὴν ἐν ἑαυτῷ κινήσεως ἔχει, ἀναγκαῖος ὁ περὶ κινήσεως λόγος τῷ φυσικῷ. ἐπεὶ δὲ τὸ κινούμενον ὑπὸ χρόνου μετρεῖται κατὰ τὴν κίνησιν καὶ σῶμα ὂν ἐν τόπῳ ἐστί, δεῖ καὶ περὶ χρόνου καὶ περὶ τόπου διδάξαι. ἐπειδὴ δὲ καὶ τὸ σῶμα καὶ ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ κίνησις συνεχῆ ἐστι, καὶ περὶ συνεχοῦς ἀνάγκη διαλαβεῖν. καὶ ταῦτα μὲν παρακολουθεῖ ταῖς φυσικαῖς ἀρχαῖς. ἐμπίπτει δὲ ζητήματα καὶ περὶ ἀπείρου καὶ περὶ κενοῦ, περὶ ἀπείρου μὲν ὅτι ἀνάγκη καὶ τὰ φυσικὰ σώματα καὶ τὴν κίνησιν καὶ τὸν τόπον καὶ τὸν χρόνον συνεχῆ ὄντα καὶ διάστασιν ἔχοντα ἐπ’ ἄπειρον εἶναι διαιρετὰ καὶ ἢ ἄπειρα εἶναι ἢ πεπερασμένα ἢ πῇ μὲν τὸ ἄπειρον ἔχειν πῇ δὲ τὸ πεπερασμένον· ἐπεὶ δὲ ὁ τόπος ἔδοξέ τισι διάστημά τι κενὸν εἶναι σώματος ἐστερημένον, εἰκότως ὁ περὶ κενοῦ λόγος ἐμπίπτει τῷ περὶ τοῦ τόπου, καὶ διότι τινὲς τῶν φυσικῶν καὶ οὐχ οἱ τυχόντες καὶ τὸ κενὸν ἐν ἀρχῆς ἔθεντο λόγῳ. περὶ τούτων οὖν ὁ τῆς φυσικῆς ἀκροάσεως σκοπός, ἃ κοινῇ πᾶσι τοῖς φυσικοῖς ὑπάρχει ἢ δοκεῖ μέν, οὐχ ὑπάρχει δέ. Καὶ ἡ αἰτία τῆς ἐπιγραφῆς λοιπὸν δήλη. περὶ γὰρ τῶν κοινῶς πᾶσι τοῖς φυσικοῖς καθὸ φυσικά ἐστιν ὑπαρχόντων διδάσκουσα εἰκότως τὸ κοινὸν ὄνομα ἀπηνέγκατο ‘Φυσική’ ἐπιγραφεῖσα, ‘ἀκρόασις’ δὲ ὡς εἰς ἀκρίβειαν οὕτως ἠσκημένη ὡς εἰς ἀκρόασιν ἄλλων προτεθεῖσθαι.2
由于一切复合事物都是可生成且可毁灭的,而在简单事物中,一些是永恒的,另一些则是生成和毁灭的,因此关于永恒的事物已在《论天》的前几卷中论及,而关于可生成且可毁灭的事物就其为简单的而言,则在该著作的第三和第四卷中论及。当他将要谈论可生成的事物时,首先撰写了《论生成与毁灭》两卷,教导普遍伴随一切生成与毁灭之物就其为如此而言的共同属性。而在这些事物中,其余则是不同的属性特有地属于不同的对象。凡是在我们紧邻上方空间构成的现象,他通过《气象学》著作作了教导;而在我们所在空间的事物中,由于一些是有灵魂的,另一些是无灵魂的,关于无灵魂的事物,他们在《论矿物》诸著作中进行教导;而在有灵魂的事物中,一些是动物,一些是植物,一些是植形动物。关于动物,他们在各种关于动物的著作中进行了探讨,一方面如在《动物志》中那样历史记叙性地讲述关于它们的事实,另一方面如在《论动物生成》、《论动物部分》、《论动物运动》、《论睡眠》及类似著作中那样进行原因论的教导。同样,关于植物,他们也依循这种双重方式进行了教导。总括而言,这就是逍遥学派对哲学中自然部分的划分。 而本著作的宗旨,是就自然事物作为自然的而言(这等于说是物体的)教导普遍属于一切自然事物的共同特征。对一切事物都是共同的,是诸原理以及伴随诸原理而来的事物。诸原理既包括严格意义上被称为原因的事物,也包括协同原因;而在他们看来,原因是动力因和目的因,协同原因则是形式和质料,以及一般而言的诸元素。然而柏拉图在诸原因中加入了范型因,在协同原因中加入了工具因。本著作的宗旨是关于普遍属于一切自然事物的共同特征,这一点序言随即表明,它指出对于自然哲学家而言“首先界定关于诸原理的事项”是必然的;在第三卷开头他也表明了这一点,他说:“因此显然,既因为这些缘故,又因为这些是为一切事物所共有并且是普遍的,我们必须着手考察其中的每一项;因为关于特殊事物的理论研究是在关于普遍事物的研究之后的”。 由于自然作为自然事物的某种切近的动力因将被证明是运动的原理,而且每一个自然事物身为物体都在自身之内具有运动的原理,因此关于运动的论述对于自然哲学家而言是必然的。又由于运动着的事物在其运动中是由时间来度量的,并且作为物体是在场所之中的,因此必须对时间和场所也进行教导。再者,由于物体、场所、时间和运动都是连续的,所以也有必要对连续的事物加以论述。这些都是伴随自然原理而来的。此外,也涉及关于无限和关于虚空的探究:关于无限,是因为自然物体、运动、场所和时间既然是连续的并具有广延,就必然是可无限分割的,并且要么是无限的要么是有限的,要么在某方面具有无限性而在某方面具有有限性;而场所既然在某些人看来是一种缺乏物体的虚空广延,因而理所当然关于虚空的论述并入了关于场所的论述之中,而且也因为某些自然哲学家——且不是平庸之辈——也将虚空置于原理的地位。因此,《物理学听讲》的宗旨就是关于这些事物的:即普遍属于一切自然事物,或者看似属于实则不属于的事物。 标题的原因自此也是清楚的。因为它教导的是普遍属于一切自然事物就其为自然的而言的共同属性,所以理所当然地获得了这个共同的名称,被题为《物理学》(自然学),而被称为“听讲”(讲义),则是因为它是为了公开展出供他人聆听而如此精细推敲写就的。
- 1.0σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων
动形容词 σκεπτέον(无人称结构,意为“必须考察”)的行为主体通过与格分词 προχειρισαμένοις(“着手/提上日程”)来表达。这是典型的动作主体与格(dative of agent)与动形容词搭配的结构。
- 1.0ὡς εἰς ἀκρίβειαν οὕτως ἠσκημένη ὡς εἰς ἀκρόασιν ἄλλων προτεθεῖσθαι
第一个 ὡς 引导定语说明(“作为……”),修饰与阴性主语一致的完成时被动分词 ἠσκημένη。在该分词短语内部,οὕτως 与后文的 ὡς 及不定式 προτεθεῖσθαι 构成相关结果句结构(“精细推敲以至于被公开展出供他人聆听”)。
