- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:397.25-398.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德在定义运动之前提出的四条公理中的第一条,即将存在者划分为“仅在现实中”与“在潜能与现实中”,探讨了以太物体的地位、“仅在潜能中”的存在者不能独立实存的理由,以及基底与潜能之间的概念区分。
" Ἔστι δή τι τὸ μὲν ἐντελεχείᾳ μόνον ἕως τοῦ καὶ τῶν ἄλλων τῶν τοῦ ὄντος κατηγοριῶν ὁμοίως." Μέλλων δεικνύναι τί ἐστιν ἡ κίνησις καὶ τὸν ὁρισμὸν αὐτῆς ὡς δυνατὸν συνάγειν, καὶ ἐν τίνι ἐστὶν ὅτι ἐν τῷ κινουμένῳ, καὶ τρίτον ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶν ἡ κίνησις, καὶ τέταρτον ὅτι ἕκαστον εἶδος κινήσεως εἰς ἀντίθετα εἴδη διαιρεῖται (οἷον τὸ κατ’ οὐσίαν εἰς γένεσιν καὶ φθοράν, τὸ κατὰ χρῶμα εἰς λεύκανσιν καὶ μέλανσιν, καὶ ὅλως τὸ κατὰ ποιότητα εἰς τὰς ἀντικειμένας ἀλλήλαις ποιότητας, τὸ κατὰ ποσότητα εἰς αὔξησιν καὶ μείωσιν, τὸ κατὰ τόπον εἰς ἀνάβασιν καὶ κατάβασιν καὶ τὰ λοιπά), μέλλων οὖν ταῦτα περὶ κινήσεως διδάσκειν1 ὡς καὶ τῶν ἄλλων εἰς τὸν περὶ τοῦ τί ἐστι λόγον συντελούντων καὶ ὡς αὐτάρκη τέως εἰς τὴν ὁλοσχερῆ περὶ αὐτῆς γνῶσιν ἀξιώματα τέτταρα προλαμβάνει, ὧν ἕκαστον εἰς ἕκαστον τῶν εἰρημένων συντελεῖ κατὰ τάξιν. καὶ τὸ μὲν πρῶτον ἐκ διαιρέσεως εἴληπται τοιοῦτον. τῶν ὄντων τὰ μέν ἐστιν ἐντελεχείᾳ μόνον, τὰ δὲ δυνάμει καὶ ἐντελεχείᾳ, τὸ μὲν τόδε τι, τὸ δὲ τοιόνδε, τὸ δὲ τοσόνδε καὶ τῶν ἄλλων τῶν τοῦ ὄντος κατηγοριῶν. τὸ μὲν οὖν ἐντελεχείᾳ μόνον κατὰ τὰς οὐσίας τῶν ἀγενήτων ὑπάρχει καὶ τὰς οὐσιώδεις αὐτῶν ἐνεργείας, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ κατὰ πάσας τὰς κατηγορίας ἐν τοῖς γενητοῖς. καὶ ἔτι ἁπλῶς μὲν ἐντελεχείᾳ μόνον τὰ ἄυλα καὶ πρῶτα εἴδη (οὐδὲν γὰρ ἄλλο γενέσθαι δύναται παρ’ ὃ ἔστιν ἐξ ἀρχῆς), ἐντελεχείᾳ δὲ καὶ δυνάμει τὰ σύνθετα ἐξ ὕλης καὶ εἴδους, ἐντελεχείᾳ μὲν καθ’ ὅσον ἔχει τινὰ ἤδη μορφὴν καὶ διάθεσιν ἐνεργείᾳ ὥσπερ ὁ χαλκός, δυνάμει δὲ ὅτι καὶ ἑτέραν οἷά τε δέξασθαι τὴν τοῦ ἀνδριάντος. τὸ δὲ αἰθέριον σῶμα κατὰ μὲν τὴν οὐσίαν ἐντελεχείᾳ μόνον ἐστίν (οὐ γὰρ ἄν μεταβάλοι ποτὲ κατ’ οὐσίαν), μετέχει δέ πως καὶ τοῦ δυνάμει διὰ τὴν τοπικὴν κίνησιν καὶ τὰς κατ’ αὐτὴν γινομένας διαφόρους ἀλλήλων μετέξεις· οὐ γὰρ πανταχοῦ ἅμα ἐστὶν οὐδὲ ἀεὶ ὁμοία ἡ πάντων σύγκρασις, ὡς δηλοῖ τὰ ἀπὸ τῶν διαφόρων σχηματισμῶν ἀποτελούμενα διάφορα ὄντα. καὶ ἔστιν ἄφυκτος ἡ διαίρεσις. τὸ μὲν γὰρ τέλειον ἦν ὅτι τῶν ὄντων τὰ μὲν ἐντελεχείᾳ μόνον, τὰ δὲ δυνάμει μόνον, τὰ δὲ δυνάμει καὶ ἐντελεχείᾳ. ἀλλ’ οὐδέν ἐστιν ὃ δυνάμει μόνον ἐστὶ κατὰ ὑπόστασιν. πᾶν γὰρ τὸ δυνάμει ἐνεργείᾳ τι ὄν ἐστιν ἐν αὑτῷ δύναμιν ἔχον ἀτελῆ, καθ’ ἣν δύναταί τι ἄλλο παρ’ ἑαυτὸ προσλαβεῖν, ὥσπερ τὸ δυνάμει λευκὸν ἐνεργείᾳ σῶμα ὂν δυνάμει λευκόν ἐστιν, ὡς μήπω μὲν ὂν λευκόν, πεφυκὸς δὲ μεταβάλλειν εἰς τὸ λευκὸν καὶ διὰ τοῦτο δυνάμει λεγόμενον λευκόν, κἂν τῇ ὑποστάσει δὲ ἓν τὸ τοιοῦτόν ἐστιν, ἀλλὰ τῷ γε λόγῳ ἄλλο μέν ἐστι τὸ ὑποκείμενον, ὃ λέγομεν δύνασθαι καὶ πεφυκέναι οἷον τὸ χρῶμα, ἄλλο δὲ ἡ ἀτελὴς ἐν αὐτῷ δύναμις, ὅπερ ἐστὶν αὐτὸ τὸ δυνάμει ὥσπερ τὸ ὁρατὸν εἶναι, εἴπερ τὸ μέν ἐστι ποιόν, τὸ δὲ πρός τι. οὕτως δὲ ἄλλο μὲν τὸ χιόνι εἶναι,2 ἄλλο δὲ τὸ τηκτῷ εἶναι. εἰ γὰρ ταὐτόν ἐστι ταῦτα, εἴη ἂν ταὐτὸν καὶ τὸ χιόνι εἶναι καὶ τηκτῷ εἶναι. τὰ δὲ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά, ὥστε καὶ τὸ τμητῷ εἶναι τῷ τηκτῷ εἶναι ταὐτὸν ἂν εἴη, ὥστε καὶ τὸ τετμῆσθαι τῷ τετῆχθαι ταὐτὸν ἄν εἴη.
“确实,有一类事物仅在现实中存在”直至“对于存在的其他范畴也是如此”。 他既将阐明运动是什么,并尽可能推导出它的定义;其次阐明它在何物之中,即在被运动之物中;第三阐明运动属于以多种方式被述说的事物之一;第四阐明运动的每个种都划分为对立的诸种(例如按实体划分的是生成和毁灭,按颜色划分的是变白和变黑,通常按性质划分的是相互对立的诸性质,按数量划分的是增加和减少,按位置划分的是上升和下降等等)——因此,由于他打算讲授关于运动的这些内容,并且鉴于其他要点也对关于“是什么”的论述有所贡献,而且就目前而言对于关于运动的概括性认识也是充分的,他预先提出了四条公理,其中每一条都依次对上述的每个要点有所贡献。第一条公理是从如下的划分中得出的:在存在者中,有些仅在现实中存在,有些在潜能和现实中存在,一者是“这个”,另一者是“如此的”,再一者是“这般多的”,对于存在的其他范畴也是如此。因此,仅在现实中存在者,属于非生成之物的实体及其本质的现实活动;而在潜能和现实中存在者,则按所有范畴属于生成之物。再者,严格说来,仅在现实中存在者是非质料的和第一位的形式(因为它们不可能变成除最初所是之外的任何其他事物);而在现实和潜能中存在者,是由质料和形式构成的复合物,在现实中,就其已经在现实活动中具有某种形态和状态而言(如同青铜那样),而在潜能中,则因为它也能够接受另一种形式(即雕像的形式)。然而以太物体按实体而言仅在现实中存在(因为它绝不会按实体发生变化),但由于其位置运动以及依照这种运动所产生的相互之间的各种参与,它在某种意义上也分有了潜能;因为它并不是同时无处不在,万物的混合也并非始终如一,从各种不同构型中所产生的各不相同的存在者表明了这一点。而这种划分是必然不可避免的。因为原本完备的划分应当是:存在者中,有些仅在现实中,有些仅在潜能中,有些在潜能和现实中。但是,在实存上绝没有任何事物是仅在潜能中的。因为一切处于潜能中的事物,在现实中作为某种存在者,其自身之内都具有一种不完全的潜能,依照这种潜能它能够获得自身之外的别的东西;正如潜能上白的事物在现实中作为一个物体,在潜能上是白的,因为尚未是白的,却具有变化为白色的自然本性,并且因此被称为潜能上白的。即便此类事物在实存上是一,但在定义上,我们称之为有能力和具有自然本性的基底(例如颜色)是一回事,而存在于它之中的不完全潜能——即潜能本身(如同可被看见一般)——则是另一回事,如果确实前者是性质,而后者是关系。因此,作为雪的存在是一回事,作为可融化者的存在则是另一回事。因为如果这些是同一的,那么作为雪的存在与作为可融化者的存在就将是同一的,而凡与同一事物相同的,彼此也相同,从而作为可分割者的存在与作为可融化者的存在也将是同一的,进而已经被分割与已经被融化也将是同一的。
- 3.2Μέλλων δεικνύναι ... μέλλων οὖν ταῦτα περὶ κινήσεως διδάσκειν
句首的分词短语 Μέλλων δεικνύναι... 因列举四个要点的长并列结构而与主句动词大幅隔开。因此,通过带有复指/恢复功能的连词 οὖν 的 μέλλων οὖν... 重新唤起主题(复取结构),进而引出主句的主动词 προλαμβάνει(“预先提出”)。
- 3.2τὸ χιόνι εἶναι
由中性单数定冠词 τὸ、名词与格(χιόνι)与不定式 εἶναι 结合而成的亚里士多德式本质表达法(“作为雪的存在/雪的本质”)。随后的 τὸ τηκτῷ εἶναι(“作为可融化者的存在”)与 τὸ τμητῷ εἶναι(“作为可分割者的存在”)亦属于完全相同的构词句法。
