- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:396.23-397.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘对比了连续体分割中的无限与分离数量增长中的无限,阐明了为何必须在空间、空虚、时间和无限之前探讨运动,并说明了所有存在者如何依与运动的关系而被分类。
ἡ γὰρ εἰς ἄπειρον τοῦ συνεχοῦς τομὴ τὴν εἰς ἄπειρον αὔξησιν τῷ διωρισμένῳ παρέχεται, οὐκέτι μέντοι τὸ συνεχὲς ἐκ τοῦ διωρισμένου τὸ ἄπειρον 〈ἔχει〉. οὐ γὰρ ἄπειρόν ἐστι τὸ διωρισμένον τῷ ἐξ ἀπείρων συγκεῖσθαι, ἐπεὶ οὐδὲ ἔστιν ἄπειρα ἐνεργείᾳ διωρισμένα, ἀλλὰ τῇ ἀεὶ προσθέσει τὸ ἄπειρον ἔχει. ἡ δὲ ἀεὶ πρόσθεσις ἐκ τοῦ ἀνεκλείπτου τῆς τοῦ συνεχοῦς τομῆς γίνεται. οὐδὲ γὰρ τὸ συνεχὲς ἐνεργείᾳ τὸ ἄπειρον ἔχει, ἀλλὰ τῇ ἐπ’ ἄπειρον διαιρέσει. οὐδὲν γὰρ ἄπειρον ἐνεργείᾳ ἐστίν, ἀλλὰ τὸ ἐπ’ ἄπειρον. διὰ τί οὖν τὸ μὲν διωρισμένον ἐκ τοῦ συνεχοῦς τὸ ἄπειρον ἔχει, τὸ δὲ συνεχὲς οὐκέτι ἐκ τοῦ διωρισμένου; ἢ ὅτι τὸ μὲν διαιρούμενον ἐπ’ ἄπειρον τοῦτο δύναται παρέχειν τῷ διωρισμένῳ τὴν ἐπ’ ἄπειρον αὔξησιν, τὸ δὲ αὐξόμενον ἐπ’ ἄπειρον ἐν διορισμῷ οὐκέτι τῷ συνεχεῖ τὸ ἐπ’ ἄπειρον δίδωσιν. ὅταν δὲ λέγῃ πρὸς δὲ τούτοις ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι, οὐχ ὡς αὐτῷ δοκοῦν τοῦτο λέγει, ἀλλ’ ὡς τῶν πρὸ αὐτοῦ φυσιολόγων τοῖς περὶ Δημόκριτον ἀρέσαν1 τὸ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι καὶ τὸ κενὸν εἶναι τόπον ἐστερημένον σώματος. ὥστε καὶ τῷ περὶ τόπου λόγῳ ἀναγκαῖος ὁ περὶ κενοῦ. τοῖς τε οὖν εἶναι τὸ κενὸν λέγουσι καὶ τοῖς μὴ εἶναι ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος. Εἰκότως δὲ πρῶτον περὶ κινήσεως διαλαμβάνει, διότι μετὰ τὴν φύσιν ὁ περὶ τῆς κινήσεως ἐκδέχεται λόγος ἐν τῷ ὁρισμῷ τῆς φύσεως παρειλημμένος, καὶ ὅτι χρόνος καὶ τόπος διὰ τὴν κίνησιν. δεῖ γὰρ εἶναι χρόνον, ἐπεὶ τὸ κινούμενον ποτὲ κινεῖται, καὶ τόπον, ἐπεὶ τὸ κινούμενον ποῦ κινεῖται· οὐ μέντοι ἀνάγκη κίνησιν εἶναι, ἐπειδὴ χρόνος ἐστὶν ἢ τόπος. τὸ δὲ κενὸν οὐδὲ ὂν ὅλως δειχθήσεται. τὸ δὲ ἄπειρον ἅμα μὲν οὐδὲ ὑφέστηκε, τῷ δὲ γίνεσθαι ὑφεστὼς περὶ τὴν κίνησιν καὶ αὐτὸ τὸ εἶναι ἔχει. ἔτι δὲ σπουδῆς ἄξιος ὁ περὶ κινήσεως λόγος, καὶ ὅτι ἠμέληται τοῖς παλαιοτέροις, ὀλίγα περὶ αὐτῆς τοῦ Πλάτωνος εἰρηκότος. ἔτι δὲ πάντα τὰ ὄντα ἢ κινήσεις εἰσὶν ὡς γένεσις καὶ ἀλλοίωσις, ἢ ἀρχαὶ κινήσεως ὡς θεὸς ψυχὴ φύσις, ἢ κινούμενα ὡς τὰ σώματα τά τε ἁπλᾶ καὶ τὰ σύνθετα, ἢ δι’ ἃ τὰ κινούμενα2 ὡς χρόνος καὶ τόπος. ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ ἀνάγκη3 ὥσπερ κινήσεως οὔσης ἔστι χρόνος, οὕτως χρόνου ὄντος εἶναι κίνησιν, εἴπερ ἀριθμὸς κινήσεώς ἐστιν ὁ χρόνος. ἀλλ’ οὐ διὰ τὸν χρόνον ἡ κίνησις, ἀλλ’ ὁ χρόνος διὰ τὴν κίνησιν. καὶ νῦν μὲν τὴν οὐσίαν τῆς κινήσεως ἥτις ποτέ ἐστιν ὑπογράφει. ὅσα δὲ ἀκολουθεῖ τῷ λόγῳ τῆς κινήσεως θεωρήματα πολλὰ ὄντα καὶ ποικίλα ἐν τοῖς τέτρασι τοῖς τελευταίοις βιβλίοις διαπεραίνεται.
因为连续体向无限的分割,为分离之物提供了向无限的增长,而连续体绝不是从分离之物中[拥有]无限的。因为分离之物并不是通过由无限之物构成而成为无限的(既然在现实中甚至根本不存在无限的分离之物),而是通过不断添加而拥有无限的。而不断添加则是由连续体分割的无穷尽性所产生的。因为连续体同样不是在现实中拥有无限,而是通过向无限的分割[拥有无限];因为没有任何事物在现实中是无限的,而只有趋向于无限。那么,为什么分离之物是从连续体中拥有无限,而连续体却不再从分离之物中拥有[无限]呢?难道不是因为,向无限分割之物能够为分离之物提供这种向无限的增长,而在区分中向无限增长之物却不再向连续体提供无限吗?当他说“此外,没有空间、空虚和时间,运动是不可能的”时,他这样说并非因为这是他自己的看法,而是因为在他之前的自然哲学家中,德谟克利特派接受了运动是通过空虚发生的,且空虚是匮乏物体的空间。因此,关于空虚的论述对于关于空间的论述也是必要的。所以,无论是对于主张空虚存在的人,还是对于主张空虚不存在的人,关于它的论述都是必要的。他首先探讨运动是合情合理的,因为在自然之后,关于运动的论述便随之而来,并且它已被包含在自然的定义中,而且时间和空间是因运动而存在的。因为必须有时间,既然被运动之物是在某一时间运动的,也必须有空间,既然被运动之物是在某一处所运动的;然而并不必然因为有时间或空间就必须有运动。而空虚将被表明甚至根本就不存在。无限一方面甚至并不同时实存,而是通过生成而实存,它本身也是在与运动的关联中拥有其存在的。此外,关于运动的论述值得认真探究,也因为早期的思想家忽视了它,柏拉图关于它所说的也很少。不仅如此,一切存在者要么是运动(如生成和变质),要么是运动的本原(如神、灵魂、自然),要么是被运动之物(如简单物体和复合物体),要么是被运动之物赖以[运动]的条件(如时间和空间)。但是值得注意的是,正如运动存在时便有时间一样,若时间确实是运动的数目,那么时间存在时是否也必然有运动。然而运动并不是因时间而存在,而是时间因运动而存在。现在他正在概括运动的本质究竟是什么;至于依随于运动论述的定理,虽然数量众多且各不相同,则将在最后的四卷中予以完成。
- 3.1ὡς τῶν πρὸ αὐτοῦ φυσιολόγων τοῖς περὶ Δημόκριτον ἀρέσαν
ἀρέσαν 是无人称动词 ἤρεσε(受……欢迎/被……接受)的中性单数宾格分词,构成独立宾格(accusative absolute)。连同 ὡς 一起使用,表示所引述的他人的理由或观点(“基于……被接受”)。与格短语 τοῖς περὶ Δημόκριτον(德谟克利特学派的人们)充当其意义上的接受者,随后的冠词不定词从句 τὸ ... γίνεσθαι 和 τὸ ... εἶναι 则构成其实质主语。
- 3.1ἢ δι’ ἃ τὰ κινούμενα
紧接之前的分类(κινήσεις、ἀρχαὶ κινήσεως、κινούμενα),此处作为第四类存在者,在关系代词从句 δι’ ἃ(借其/通过其)之后省略了动词 κινεῖται([被运动者]运动)或 ἐστίν。这是一种压缩表达,指时间和空间作为被运动之物赖以发生运动的条件或媒介。
- 3.1ἐπιστῆσαι δὲ ἄξιον, εἰ μὴ ἀνάγκη
在 ἐπιστῆσαι ἄξιον(值得关注/考察)之后由 εἰ μή 引导的从句充当间接疑问句,带有推测性或反问的语气(“是否并非必然……”或“难道不必然是……”)。它提出了一个表面上合乎情理的质疑,即时间的存在是否必然要求运动的存在,作者随后对此作出了反驳。
