← 辛普里丘

亚里士多德《物理学》注释

§395.23-396.23

运动与变化的区分及连续体与无限的关联

辛普里丘探讨了亚里士多德在《物理学》卷三第一章开头(200b12)中将自然规定为运动和变化的本原这一说法,介绍了亚历山大关于运动在范畴归属上的见解,并依据“自身”的两种模式论证了无限何以首先且自身地显现于连续体之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

" Ἐπεὶ δὲ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς." Κίνησιν οὖν καὶ μεταβολὴν ἐκ παραλλήλου1 νῦν τέθεικε καὶ διὰ τὸ μήπω διῃρῆσθαι τί διαφέρει κίνησις μεταβολῆς, καὶ ὅτι κοινότερον μὲν ἡ κίνησις, εἰδικώτερον δὲ ἡ μεταβολή, ὅπερ ἀρχόμενος τοῦ πέμπτου βιβλίου 〈φανερὸν〉 ποιεῖ. μήποτε δὲ κίνησιν καὶ μεταβολὴν οἰκείως τοῖς ὕστερον διαιρεθησομένοις προήγαγεν· ἐρεῖ γὰρ τὴν μὲν κατ’ οὐσίαν μεταβολὴν εἶναι καὶ οὐ κίνησιν, τὴν δὲ κατὰ ποσότητα καὶ ποιότητα καὶ τόπον ταύτας κινήσεις εἶναι. κυρίως οὖν τὴν φύσιν ἀρχὴν κινήσεως καὶ μεταβολῆς εἶπεν, ἐπειδὴ καὶ τῆς κατ’ οὐσίαν καὶ τῶν ἄλλων αἰτία ἐστί. σημειοῦται δὲ ὁ Ἀλέξανδρος ὅτι “τὴν κίνησιν συνεχῆ λέγων ἐν τῷ ποσῷ πάντως αὐτὴν τίθησι (τοῦ γὰρ ποσοῦ ἐστιν εἴδη τὸ συνεχὲς καὶ τὸ διωρισμένον), ἐν μέντοι ταῖς Κατηγορίαις οὐ τίθησιν αὐτὴν ἐν τῷ ποσῷ, καὶ ἐνταῦθα δὲ μετ’ ὀλίγον ὑπὸ τὸ πρός τι τὴν κίνησιν ὑπάξει. ἤτοι οὖν, φησί, διὰ τοῦτο οὕτως εἶπε δοκεῖ δὲ ἡ κίνησις εἶναι τῶν συνεχῶν, ὡς οὐκ ἀρεσκόμενος τούτῳ, ἢ μᾶλλον ἡ κίνησις πῶς μὲν καὶ ποσόν ἐστι καὶ συνεχές, πῶς δὲ πρός τι, κατ’ ἄλλο καὶ ἄλλο λαμβανομένη, αὐτὴ μὲν ἡ κίνησις ποσόν, τὸ δ’ ἐν κινήσει πρός τι ἅτε ἐν σχέσει τινὶ ὑπάρχον τῇ πρὸς τὸ κινοῦν. τὸ δὲ δοκεῖ, φησί, σημεῖόν ἐστι τοῦ ἀπὸ τῶν φαινομένων καὶ ἐναργῶν ἄρχεσθαι.” εἰπὼν δὲ τὸ ἄπειρον ἐμφαίνεσθαι πρῶτον ἐν τοῖς συνεχέσι δηλοῖ διὰ τοῦ πρῶτον, ὅτι κυρίως καὶ καθ’ αὑτὸ καὶ οὐ δι’ ἄλλου μέσου τὸ ἄπειρον ἐμφαίνεται ἐν τῷ συνεχεῖ. καθ’ αὑτὰ γὰρ ὑπάρχει ταῦτα, ὅσα τε ἐν τῷ ὁρισμῷ αὐτὰ παραλαμβάνεταί τινων καὶ ὧν αὐτὰ τὸν ἐκείνων ὅρον συμπληροῖ.2 ἀλλὰ καὶ ὅσα κατὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν ἀποτέμνεταί τι οἰκεῖον τῶν κοινῶς ὑπαρχόντων τῷ γένει παντί, πρώτως τοῦτο καθ’ αὑτό τε ὑπάρχει τούτων ἑκάστῳ, καὶ ἔστιν ἄλλος οὗτος ὁ τρόπος τοῦ καθ’ αὑτό. οὕτω τῷ πυρὶ καθ’ αὑτὸ τὸ ποιητικὸν ὑπάρχει, ἐπειδὴ παντὶ σώματι φυσικῷ τὸ ποιεῖν ἢ τὸ πάσχειν. τὸ δὲ πολλάκις προσέθηκεν,3 ὅτι οὐκ ἀεὶ τὸ συνεχὲς οὕτως ὁριζόμεθα συνεχὲς λέγοντες τὸ εἰς ἄπειρον διαιρετόν, ἀλλὰ καὶ ἄλλος τίς ἐστιν ὁρισμός, ὃν αὐτὸς τέθεικεν ἐν Κατηγορίαις συνεχὲς λέγων οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει. “οὐκέτι δέ, φησὶν Ἀλέξανδρος, καὶ τὸ διωρισμένον ποσὸν ὁριζόμενοι προσχρώμεθα τῷ ἀπείρῳ.” ὥστε καὶ κατὰ τοῦτο πρῶτον εὐλόγως εἶπεν ἐν τῷ συνεχεῖ αὐτὸ ἐμφαίνεσθαι, ἢ ὅτι καὶ τὸ ἐν τῷ διωρισμένῳ ἄπειρον ἀπὸ τοῦ συνεχοῦς ἔχει τὴν γένεσιν.

“既然自然是运动和变化的本原。” 于是他现在把运动和变化并列提出,既是因为运动与变化有何不同尚未被区分,也是因为运动更为普遍,而变化更为特殊,这一点他在第五卷开头使其明白。或许他是根据后来将被区分的情况而适当地提出了运动和变化;因为他将要说,关于实体的变化是变化而不是运动,而关于数量、性质和空间的变化,这些则是运动。因此,既然自然既是关于实体的变化的原因,也是其他变化的原因,他严格地称自然为运动和变化的本原。亚历山大指出:“称运动为连续的,他完全是将它置于数量之中(因为连续的和分离的都是数量的种);然而在《范畴篇》中,他并未将它置于数量中,而且在本文稍后之处,他将把运动归入关系项之下。因此,他说,要么是因为这个缘故他才这样说‘运动似乎属于连续之物’,表现得对此并不完全满意;要么毋宁说,运动在某种意义上既是数量又是连续的,在另一种意义上则是关系项,这是依不同的方面来理解的:运动本身是数量,而处于运动之中的东西,由于存在于对推动者的某种关系中,因而是关系项。他说,‘似乎’乃是从显明易见的事物出发的标志。”在说无限首先显现于连续之物中时,他通过“首先”表明,无限是本来且自身地、而非通过其他中介显现于连续体中的。因为凡是在某些事物的定义中自身被吸收的事物,以及它们自身补全那些事物之定义的事物,都属于自身具备的属性。不仅如此,凡是在与同类事物的比较中,从普遍属于整个类的属性中切分出某种特有属性的事物,这一属性也是首先且自身地属于它们之中的每一个,而这是“自身具备”的另一种方式。如此,能动性自身地属于火,因为能动或受动属于每一个自然物体。他加上“往往”,是因为我们在定义连续体时并不总是这样定义,说能无限分割之物就是连续体,而是还有另外一个定义,这一定义是他自己在《范畴篇》中给出的,即称其部分接合于某一公共界限之物为连续体。“亚历山大说:但在定义分离的数量时,我们就不再使用无限了。”因此,基于这一点,他合乎情理地说无限首先显现于连续体中,或者也是因为分离之物中的无限也是从连续体中获得其产生的。

语法注3 条
  1. 3.1ἐκ παραλλήλου

    修饰动词 τέθεικε 的副词性短语,意为“并列地”或“齐置地”,指亚里士多德此时将“运动”与“变化”并提而尚未展开严格区分。

  2. 3.1καθ’ αὑτὰ γὰρ ὑπάρχει ταῦτα, ὅσα τε ἐν τῷ ὁρισμῷ αὐτὰ παραλαμβάνεταί τινων καὶ ὧν αὐτὰ τὸν ἐκείνων ὅρον συμπληροῖ

    “自身”(καθ' αὑτό)第一种模式的句构梳理。主句以 ταῦτα 为主语,后接由 τε...καί 连接的两个关系子句。前一子句 ὅσα...παραλαμβάνεται 中 αὐτά 起强调作用(“凡是在某些事物的定义中自身被吸收者”);后一子句 ὧν...συμπληροῖ 中 ὧν 作属格先行词(即被定义事物),αὐτά 作主语,意为“凡是它们自身补全那些事物的定义者”。

  3. 3.1τὸ δὲ πολλάκις προσέθηκεν

    引用亚里士多德原文(200b18–20: διὸ καὶ ὁριζομένοις τὸ συνεχὲς συμβαίνει προσχρῆσθαι πολλάκις τῷ λόγῳ τῷ τοῦ ἀπείρου)中的副词 πολλάκις(往往),由中性冠词 τό 实词化作为 προσέθηκεν 的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:395.23-396.23