- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:394.3-395.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘作为《自然学》第三卷的导论,从上一卷将自然定义为“运动的本原”出发,合乎逻辑地确立了运动、连续体、无限、空间、时间与虚空乃是全体自然哲学普遍且不可或缺的考察对象。
Ἐν τῷ πρὸ τούτου βιβλίῳ περὶ τῶν αἰτίων διαλεχθεὶς καὶ ποιητικὸν αἴτιον τὴν φύσιν εἰπὼν καὶ ὁρισάμενος αὐτὴν ἀρχὴν κινήσεως εἰκότως ἐφεξῆς περὶ κινήσεως διδάσκει. εἰ γὰρ ἐν τούτῳ τὸ εἶναι ἔχει ἡ φύσις ἐν τῷ ἀρχὴ κινήσεως εἶναι, δεῖ πάντως τὸν εἰσόμενον τὴν φύσιν ὅτι ποτέ ἐστι καὶ τὴν κίνησιν ἐγνωκέναι ἐν τῷ ὁρισμῷ τῆς φύσεως παρειλημμένην. ἔτι δὲ εἰ ἡ τῶν πρός τι γνῶσις ἅμα ἐστί, πρός τι δὲ ἡ ἀρχὴ καὶ τὸ οὗ ἐστιν ἀρχή, καὶ ἔστιν ἀρχὴ κινήσεως ἡ φύσις, ἀδύνατον τὴν φύσιν γινώσκειν τὸν ἀγνοοῦντα τὴν κίνησιν. εἰ οὖν ἀνάγκη τὸν φυσιολόγον εἰδέναι τί ποτέ ἐστιν ἡ φύσις, τὸν δὲ τὴν φύσιν εἰσόμενον ἀνάγκη τὴν κίνησιν ἐγνωκέναι, ἀναγκαῖος εὐθὺς μετὰ τὸν περὶ τῆς φύσεως ὁ περὶ τῆς κινήσεως λόγος ἐν τῷ ὁρισμῷ τῆς φύσεως, ὡς εἶπον, παρειλημμένος.1 διὰ δὲ τὴν αὐτὴν ἀκολουθίαν, ἐπειδὴ ἡ κίνησις ἐν τῷ συνεχεῖ καὶ συνεχές τί ἐστιν ἡ κίνησις καὶ ἐν τῷ λόγῳ τῆς κινήσεως παρείληπται τὸ συνεχές, ἀναγκαῖον καὶ περὶ τοῦ συνεχοῦς διαλεχθῆναι· οὐ γὰρ ἔστι γνῶναι τὸ ὁριστὸν ἀγνοοῦντα τῶν ἐν τῷ ὁρισμῷ παρειλημμένων ἕκαστον. πάλιν δὲ ἐπειδὴ τὸ συνεχὲς ὁριζόμενοι προσχρώμεθα τῷ ἀπείρῳ συνεχὲς εἶναι λέγοντες τὸ ἐπ’ ἄπειρον διαιρετόν, ἀνάγκη καὶ περὶ ἀπείρου διαλεχθῆναι τῷ τὴν κίνησιν εἰσομένῳ καὶ τὴν ἀρχὴν τῆς κινήσεως τὴν φύσιν. ἐπειδὴ δὲ πᾶν τὸ φυσικὸν σωματικόν, πᾶν δὲ σῶμα καὶ ἡ σωματικὴ κίνησις, περὶ ἧς ὁ λόγος, ἐν τόπῳ καὶ ἐν χρόνῳ γίνεται, ἀναγκαῖος καὶ ὁ περὶ τόπου καὶ χρόνου λόγος τῷ φυσικῷ τῷ περὶ κινήσεως καὶ φύσεως εἰσομένῳ. τισὶ δὲ ἡ κατὰ τὸν οὐρανὸν κίνησις ὁ χρόνος εἶναι δοκεῖ καὶ ἄλλοις εἰκὼν αἰώνιος κινητή, ὥστε κατὰ πάντα συγγενὴς ὁ χρόνος τῇ κινήσει. τινῶν δὲ τὸν τόπον τὸ κενὸν ὑπολαμβανόντων καὶ τὴν κίνησιν ἐν κενῷ γίνεσθαι πάντως λεγόντων, ὥσπερ Δημόκριτος, ἀναγκαῖον καὶ περὶ κενοῦ ζητεῖν, εἰ ἔστιν ὅλως ἢ μὴ ἔστιν. καὶ εἰ ἐν τῷ κενῷ ὡς ἐν τόπῳ κινεῖται τὰ κινούμενα, καὶ διὰ ταῦτα οὖν περὶ κινήσεως καὶ συνεχοῦς καὶ ἀπείρου καὶ τόπου καὶ χρόνου καὶ κενοῦ ζητεῖν ἀνάγκη τὸν φυσικόν. καὶ μέντοι ὅτι κοινὰ πάντων ἐστὶ ταῦτα τῶν φυσικῶν καὶ καθόλου πᾶσιν ὑπάρχει, καὶ δεῖ προηγεῖσθαι τὴν πραγματείαν τὴν τὰ κοινῇ πᾶσιν ὑπάρχοντα παραδιδοῦσαν, οἷα ἐστὶν ἡ προκειμένη νῦν, εἰς ἐπίσκεψιν τῶν ἄλλων πραγματειῶν2 τῶν τὰ ἰδίως ἑκάστοις ὑπάρχοντα διδασκουσῶν. καὶ γὰρ πᾶν σῶμα φυσικὸν κίνησιν ἔχει, καὶ ἢ πεπερασμένον ἐστὶν ἢ ἄπειρον, καὶ ἐν τόπῳ κινεῖται ἢ καθ’ ὅλον ἢ κατὰ μόρια, ὡς ἡ ἀπλανής, καὶ ὑπὸ χρόνου μετρεῖται ἡ κίνησις· κοινὰ οὖν ταῦτα. κοινὸς δὲ καὶ ὁ περὶ τοῦ κενοῦ λόγος, ὅτι τὸν τόπον κενόν τινες ὑπολαμβάνουσι καὶ τὸ κενὸν τόπον σώματος ἐστερημένον. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης καὶ σαφέστερον τῶν ἐξηγητῶν παραδέδωκεν ἀρχόμενος εὐθὺς τοῦ τρίτου βιβλίου· διδάσκει δὲ ἐν αὐτῷ περὶ κινήσεως καὶ περὶ ἀπείρου, ἐν δὲ τῷ τετάρτῳ περὶ τόπου καὶ περὶ κενοῦ καὶ περὶ χρόνου. τὸ γὰρ συνεχὲς παρῆκε νῦν, ὅτι καὶ τοῦ συνεχοῦς χωρὶς ἀναγκαῖός ἐστιν ὁ περὶ τοῦ ἀπείρου λόγος τῷ φυσικῷ, διότι τὰ φυσικὰ σώματα καὶ τὰς φυσικὰς κινήσεις ἀνάγκη ἢ ἄπειρα εἶναι ἢ πεπερασμένα. ὕστερον μέντοι καὶ περὶ τοῦ συνεχοῦς διαλέξεται. ἰστέον δὲ ὅτι ἐν πολλοῖς χωρίοις διάφορος ἡ γραφὴ τούτου φέρεται τοῦ βιβλίου. ἀλλ’ ἐπὶ τὰ κατὰ μέρος τῆς λέξεως ἰτέον.
在此前一卷中探讨了诸原因,称自然为动力因,并将其定义为运动的本原之后,他理所当然地接着讲授关于运动的内容。因为如果自然的存在就在于它是运动的本原这一点,那么将要知道自然到底是什么的人,无论如何也必须知晓已被纳入自然定义中的运动。再者,如果关于关系项的认识是同时的,而本原与“以其为本原之物”乃是相对的关系项,且自然是运动的本原,那么不认识运动的人就不可能认识自然。因此,如果自然哲学家必须知道自然到底是什么,而将要知道自然的人又必须知晓运动,那么紧随关于自然的论述之后,关于运动的论述——正如我所说的,已被纳入自然的定义中——就是必然的。而由于同样的承续关系,既然运动存在于连续体中,运动本身也是某种连续之物,且连续体已被纳入运动的说明中,探讨连续体也是必然的;因为在不认识纳入定义中的每一项的情况下,是不可能认识被定义之物的。又次,既然我们在定义连续体时要借助无限,说能够无限分割之物就是连续体,那么对于将要知道运动以及运动之本原(即自然)的人来说,探讨无限也是必然的。而既然一切自然事物都是有物体的,一切物体以及作为论述对象的物体运动都是在空间和时间中产生的,那么关于空间和时间的论述对于将要知道运动与自然的自然学家来说也是必然的。有些人认为天体运转即是时间,另一些人则认为时间是永恒的可动影像,因此在一切方面时间都与运动同类。而由于有些人将空间认作虚空,并且像德谟克利特那样断言运动必然是在虚空中产生的,因此也有必要探究虚空究竟存在还是不存在,以及被运动之物是否在虚空中如同在空间中一样运动;因此,基于这些缘故,自然学家也必然要探究运动、连续体、无限、空间、时间与虚空。不仅如此,还因为这些是所有自然事物共有的,并且普遍地属于一切事物,而传授所有事物共有属性的论著——正如眼前这部一样——必须先行,以便导向对讲授各个事物特有属性的其他论著的考察。因为确实每一个自然物体都具有运动,并且要么是有限的要么是无限的,且在空间中要么作为整体运动要么依部分运动(如同恒星天球那样),而运动是由时间计量的;所以这些是共通的。关于虚空的论述也是共通的,因为有些人把空间认作虚空,把虚空认作被剥夺了物体的空间。亚里士多德在第三卷一开始,就比诸注疏家更为清晰地阐述了这些内容;他在本卷中讲授关于运动和无限,而在第四卷中讲授关于空间、虚空和时间。因为他现在略过了连续体,因为即便撇开连续体,关于无限的论述对于自然学家而言也是必然的,因为自然物体和自然运动必然要么是无限的要么是有限的。不过,他在后面也会探讨连续体。应当知道的是,在许多地方,本卷都流传有不同的异文。然而我们必须进而考察文本的具体字句。
- 3.0παρειλημμένος
主格阳性单数分词 παρειλημμένος 在语法上与主语 ὁ περὶ τῆς κινήσεως λόγος 一致。在意义上,它承接了前文中“运动已被纳入自然的定义之中(τὴν κίνησιν ... παρειλημμένην)”这一事实,以移用结构表明关于运动的论述本身也是作为自然定义的组成要素而被引入的。
- 3.0εἰς ἐπίσκεψιν τῶν ἄλλων πραγματειῶν
介词短语 εἰς ἐπίσκεψιν 与动词 προηγεῖσθαι(先行、导引)连用,表示目的或导向(“先行以导向……的考察”)。它指明探讨共通属性的基础论著先行于探讨具体自然事物的各篇论著,并作为后者的准备与指引。
