← 辛普里丘

亚里士多德《物理学》注释

§392.6-393.13

自然物定义中的必然性与质料包含

辛普里丘探讨了亚里士多德关于“规程之中也存在着必然性”(200b4)的论述,通过愤怒与工具等例子说明完备的自然定义兼含形式与质料,并就此结束了对《自然学》第二卷的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.74

" Ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον ἕως τοῦ τέλους." Εἰπὼν τὸν ὁρισμὸν καὶ τὸν λόγον ἀρχὴν εἶναι καὶ αἰτίαν τῆς ὕλης, ἥτις ἦν τὸ ἀναγκαῖον καὶ ἐν τοῖς αἰτίοις, ἐπειδὴ ἐν πολλοῖς ὁρισμοῖς ἐμπεριλαμβάνεται καὶ ἡ ὕλη ποτὲ μὲν δυνάμει ἐν τῷ τοῦ εἴδους ὁρισμῷ, ὡς αὐτὸς παρατίθεται, ποτὲ δὲ ἐνεργείᾳ ὡς ἐν τῷ συνθέτῳ, καὶ τότε δῆλον ὅτι οὐκέτι ὁ ὁρισμὸς ἀρχὴ καὶ αἰτία τῆς ὕλης ἔσται ἐμπεριέχων αὐτὴν ἐν ἑαυτῷ, διὰ τοῦτο προσέθηκεν1 ὅτι ἴσως καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον· τότε γὰρ τὸ μὲν τέλος καὶ τὸ εἶδος ἔσται ἀρχὴ καὶ αἰτία τῆς ὕλης. ὁ δὲ τοιοῦτος ὁρισμὸς τοῦ συναμφοτέρου δηλωτικὸς ὑπάρχων, ὥστε τὸ λεγόμενον ἔστιν, ὅτι περὶ ἀμφοτέρων τὸν λόγον τῶν αἰτίων ὁ φυσικὸς ποιήσεται, μᾶλλον δὲ περὶ τοῦ τέλους. τοῦτο δέ ἐστιν ἐν τοῖς φυσικοῖς τὸ εἶδος καὶ ὁ ὁρισμός. ὥστε περὶ τοῦ εἴδους καὶ τοῦ ὁρισμοῦ τὸν πλεῖστον ποιήσεται λόγον· ἐνίοτε μέντοι καὶ ἐν τῷ ὁρίζεσθαι περὶ ἀμφοτέρων τῶν αἰτίων ἐρεῖ, ἐφ’ ὧν ὁρισμῶν καὶ λόγων καὶ ἡ ὕλη συμπεριείληπται. ὡς γὰρ αὐτὸς ἐν ἄλλοις λέγει, τῶν φυσικῶν οἱ τέλειοι ὁρισμοὶ γίνονται μὲν κατὰ τὸ εἶδος, ἐμπεριέχουσι δὲ καὶ τὴν ὕλην· τῷ γὰρ φυσικῷ εἴδει τὸ εἶναι σὺν ὕλῃ ἐστὶ καὶ ὑποκειμένῳ. καὶ διὰ τοῦτο ποτὲ μὲν ἀπὸ τῆς ὕλης λαμβάνονται οἱ ὁρισμοὶ ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ζέσιν τοῦ περικαρδίου αἵματος, ποτὲ δὲ ἀπὸ τοῦ εἴδους ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ὄρεξιν ἀντιλυπήσεως, ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου ὡς ὅταν εἴπωμεν ὀργὴν εἶναι ζέσιν τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. καὶ ἐπιστῆσαι χρή, ὅτι ἀπὸ τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδόσεως τῆς οὐσίας καὶ ἡ ὕλη τὴν ἀνάγκην εἴληφε τῆς παρόδου. καὶ γὰρ ἐν ταῖς τέχναις ἀπὸ τῶν νοημάτων τοῦ τεχνίτου, ἃ δὴ κατὰ τὸν ὁρισμὸν τοῦ εἴδους τὴν ἔννοιαν ὑφίστησι τοῦ μέλλοντος εἴδους, οὕτως καὶ ἡ ὕλη ὑφίσταται. διὸ καὶ αὐτοὶ ἐκλέγονται αὐτὴν ἀπὸ τῆς κατὰ τὸ εἶδος ἐννοίας τὴν ἐπιτηδειότητα αὐτῆς κρίνοντες. τῆς γὰρ οἰκίας ὥσπερ ὁρισμὸν πρῶτον λαμβάνει, ὅτι ἐστὶ σκέπη πρὸς τὰς χρείας τῶν ἀνθρώπων δεομένη πρὸς κατασκευὴν ξύλων καὶ λίθων, καὶ οὕτως ἔρχεται ἐπὶ τὴν ὕλην· ὥστε ἡ ὕλη διὰ τὸ εἶδος καὶ ὕστερον ὡς ὕλη. καὶ εἰ πρίονα ὁρίζοιτό τις καὶ λέγοι· πρίων ἐστὶν ὄργανον διαιρετικὸν τοιωσδὶ ξύλων ἢ λίθων ὀδοῦσι τοιοῖσδε κατεσκευασμένον, συναναφαίνεται ὅτι ἐκ σιδήρου δεῖ τοὺς ὀδόντας εἶναι. καὶ ὁ ἰατρὸς ὑποθέμενος τὸ τέλος, ὅπερ ἐστὶν ἡ ὑγίεια, ὅπερ ἐστὶ συμμετρία θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν, τὴν πρὸς τοῦτο ὕλην ἐκλέγεται. οὕτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν. καὶ ἔοικε καὶ διὰ τούτου δεικνύναι, ὅτι τὸ εἶδος ἤτοι τὸ τέλος αἴτιον τῆς ὕλης ἐστίν, εἴπερ διὰ τοῦ ὁρισμοῦ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης ἔννοια ἀναφαίνεται. κἂν σαφῶς δὲ λέγηται, ἡ ὕλη ἐν τῷ ὁρισμῷ ἔσται, καὶ τότε τὸ μόριον ἐκείνου ὡς ὕλη τοῦ ὁρισμοῦ, ἀλλ’ οὐχὶ ὡς κύριον αἴτιον.2 καὶ μέχρι τοῦδε συμπεπεράνθωσαν ἡμῖν αἱ εἰς τὸ δεύτερον τῆς Ἀριστοτέλους Φυσικῆς ἀκροάσεως σχολαί.

“或许在规程之中也存在着必然性,直至结束。” 在谈到定义与规程是质料的本原与原因之后——而质料正是必然之物且属于诸原因之中——,既然在许多定义中质料也被包含在内,有时在形式的定义中是潜在地被包含(正如他自己所引用的),有时如在复合体中则是现实地被包含,而在那时,显而易见,定义既然将质料包含在自身之内,就不再会是质料的本原和原因了,为此他补充道:“或许在规程之中也存在着必然性。”因为在那时,终极目的与形式将成为质料的本原和原因。但这样的定义既然指明了两者结合之物,因此所说的意思就是:自然学家将对这两种原因都作出论述,但更倾向于对终极目的立论。而在自然事物中,这也就是形式与定义。因此,他关于形式和定义将作出最多的论述;不过有时在下定义时他也会谈及这两种原因,在这些定义与规程中,质料也一同被包含在内。因为正如他自己在其他地方所说,自然事物的完备定义固然是依据形式做出的,但同时也包含着质料;因为对于自然形式而言,存在乃是伴随着质料与基底的。因此,定义有时是从质料中获取的,如当我们说愤怒是心周之血的沸腾时;有时是从形式中获取的,如当我们说愤怒是报复之欲望时;有时则是从两者结合之物中获取的,如当我们说愤怒是因报复之欲望而引起的心周之血的沸腾时。并且应当注意,正由于定义和本质的表述,质料才获得了登场的必然性。因为在技艺中亦是如此,正是从工匠的思想——这些思想依照形式的定义确立了未来形式的概念——出发,质料才得以如此确立。因此他们也是从基于形式的概念来判断其适用性,从而自行挑选质料的。因为对于房屋,人们首先将其如同定义一般来获取,即它是为了人类的需要、在建造上需要木材与石料的遮蔽,从而以此方式走向质料;所以质料是由于形式而存在的,并且作为质料是后继的。如果有人定义一把锯子并且说:锯子是一种以如此这般的牙齿制成的、以如此这般方式分割木材或石料的工具,那么牙齿必须是由铁做成的这一点也就随之一同显明出来。医者在设定了终极目的(即健康,亦即冷热干湿的均调)之后,也是根据这一点来选择质料的。在自然事物上亦是如此。并且他似乎也通过这一点表明了:形式即终极目的是质料的原因,既然通过形式的定义,关于质料的概念也会随之一同显现。即使被明确陈述,质料将存在于定义中,在彼时它也是作为定义之质料的定义的一部分,而非作为主要的原因。至此,我们关于亚里士多德《自然学讲义》第二卷的讲疏就宣告结束了。

语法注2 条
  1. 2.74Εἰπὼν τὸν ὁρισμὸν καὶ τὸν λόγον ἀρχὴν εἶναι καὶ αἰτίαν τῆς ὕλης... διὰ τοῦτο προσέθηκεν

    从开头的分词短语 Εἰπὼν... 开始,中间嵌套了原因从句 ἐπειδὴ... 和判断从句 καὶ τότε δῆλον ὅτι...,最终引向主句的主动词 προσέθηκεν。其主语默认为亚里士多德,整体骨架为:“在陈述了……之后,既然……,为此他补充道……”。

  2. 2.74κἂν σαφῶς δὲ λέγηται, ἡ ὕλη ἐν τῷ ὁρισμῷ ἔσται, καὶ τότε τὸ μόριον ἐκείνου ὡς ὕλη τοῦ ὁρισμοῦ, ἀλλ’ οὐχὶ ὡς κύριον αἴτιον.

    在让步从句 κἂν σαφῶς δὲ λέγηται(“即使被明白地陈述”)之后,主句中 καὶ τότε 之后省略了系动词(ἔσται 或 ἐστί)。应理解为:“在那时,它也是作为定义之质料的定义的一部分,而非作为主要原因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:392.6-393.13