- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:391.4-392.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》200a30中的论证:基于自然事物中的必然性属于假言必然性,自然学家应当优先考察终极目的(形式)而非质料;他列举技艺与自然的实例,并征引《蒂迈欧篇》说明亚里士多德的学说与柏拉图相契合。
" Φανερὸν δὲ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς." Δείξας ὅτι τὸ ἀναγκαῖον τὸ ἐν τοῖς φυσικοῖς ἔστι μὲν ἐν τῇ ὕλῃ, ὡς καὶ τοῖς φυσιολόγοις ἐδόκει, καὶ ἐν ταῖς ταύτης μεταβολαῖς καὶ ἀλλοιώσεσιν, οὐχ ἁπλῶς δέ, ὥστε τῇ ὕλῃ τὸ εἶδος καὶ ὅλως τὸ τέλος ἐξ ἀνάγκης ἀκολουθεῖν, ἀλλ’ ἐξ ὑποθέσεως, ὡς εἴρηται, καὶ συμπερανάμενος τοῦτο ἐπάγει λοιπόν,1 ὅτι ἄμφω μὲν αἱ αἰτίαι λεκτέαι τῷ φυσικῷ, μᾶλλον δὲ ἡ κατὰ τὸ τέλος. κυριωτέρα γὰρ αὕτη, εἴπερ καὶ τῆς ὕλης αὕτη αἰτία. ᾧ γὰρ τεθέντι ἐξ ἀνάγκης τὸ λοιπὸν ἕπεται, τοῦτο αἴτιον ἐκείνῳ. εἰ οὖν τῇ μὲν ὕλῃ τεθείσῃ οὐκ ἐξ ἀνάγκης τὸ τέλος ἀκολουθεῖ, τῷ δὲ τέλει τεθέντι ἐξ ἀνάγκης ἡ ὕλη ἀκολουθεῖ, τὸ τέλος αἴτιον ἂν εἴη τῆς ὕλης. αἴτιον δὲ καὶ τοῦ εἴδους ἐστὶ τὸ τέλος, ἐφ’ ὧν ἄλλο παρὰ τὸ τέλος τὸ εἶδός ἐστιν. εἰ οὖν τὸ τέλος αἴτιον τῇ ὕλῃ τοῦ εἶναι, εἰκότως ὁ φυσικὸς περὶ αἰτίων ποιούμενος τὸν λόγον περὶ τοῦ τέλους μᾶλλον ἤπερ περὶ τῆς ὕλης ποιήσεται. εἰπὼν δὲ τὴν ὕλην μὴ εἶναι αἰτίαν τοῦ τέλους, ποίου τέλους δηλῶν,2 προσέθηκε τὸ οὗ ἕνεκα τὸ πρὸ αὐτοῦ· τοῦτο γὰρ τὸ αἴτιον καὶ ἡ ἀρχή, ἀλλ’ οὐχὶ τὸ ὡς ἔσχατον. ἐπειδὴ δὲ ἐν τοῖς πλείστοις τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστι, τοῦτο δηλῶν ἐπήγαγεν ὅτι τὸ οὗ ἕνεκα, καὶ ὅτι τὸ τοιοῦτον τέλος καὶ ἀρχὴ ἡ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου λαμβανομένη ἐστίν, ὅπερ ἐστὶ τὸ εἶδος. καὶ γὰρ αὕτη αἰτία τῆς ὕλης ἐστὶν ὡς ἐν τοῖς κατὰ τέχνην. τὸ γὰρ εἶδος τῆς οἰκίας ὁρισάμενοι, ὅτι ἐστὶ σκέπη πρὸς ἀπαλέξησιν ἀνέμου καὶ ὄμβρου καὶ καύματος, πρὸς τοῦτον τὸν ὁρισμὸν τὴν ὕλην παρασκευάζομεν. οὕτως δὲ καὶ ἐν τοῖς κατὰ φύσιν. εἰ γὰρ ἔσται ἄνθρωπος, δεῖ σπέρμα ἀνθρώπου καὶ καταμήνια ἐν μήτρᾳ γυναικὸς συνελθεῖν. καὶ εἰ ἄλλο τι ζῷον ἢ φυτόν, δεῖ τὴν πρὸς ἐκεῖνο ἐπιτηδείαν ὕλην παρεσκευάσθαι. τοῦτο γὰρ σημαίνει τὸ εἰ δὲ ταδί, ταδί. πάλιν δὲ κἀνταῦθα ταῖς ἐπιστημονικαῖς ἐννοίαις ἐφεπόμενος ὁ Ἀριστοτέλης εἰς ταὐτὸν αὐτοφυῶς τῷ διδασκάλῳ συνέδραμε. λέγει γὰρ ἐκεῖνος ἐν Τιμαίῳ τῶν διττῶν τούτων ἀρχῶν τὰς διαφορὰς παραδιδοὺς τῆς τε ὑλικῆς καὶ τῆς κατὰ νοερὰν προόρασιν ἀποτελουμένης· “τὰ μὲν οὖν παρεληλυθότα τῶν εἰρημένων πλὴν βραχέων ἐπιδέδεικται τὰ διὰ νοῦ δεδημιουργημένα· δεῖ δὲ καὶ τὰ δι’ ἀνάγκης γινόμενα τῷ λόγῳ παραθέσθαι. μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γινομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιον ἄγειν, ταύτῃ κατὰ ταὐτά τε δι’ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος,3 οὕτως κατ’ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν. εἴ τις οὖν ᾗ γέγονε ταῦτα κατὰ ταῦτα ὄντως ἐρεῖ, μικτέον καὶ τὸ τῆς πλανωμένης αἰτίας εἶδος”.
“显而易见,自然事物中的必然性。” 在指出了自然事物中的必然性确实存在于质料之中(正如自然哲学家们所认为的那样),并存在于质料的各种变化与质变之中,但并非无条件的,以致形式乃至整个终极目的必然跟随质料,而是如前所述出于假设;并且在推得这一结论之后,他接着补充道:自然学家固然必须陈述这两种原因,但更应当陈述依据终极目的的原因。因为这[终极目的]更为首要,既然它甚至也是质料的原因。因为凡是只要某者被确立,余者便必然随之而来的,前者就是后者的原因。因此,如果质料被确立时终极目的并不必然随之而来,而终极目的被确立时质料却必然随之而来,那么终极目的就应当是质料的原因。而在形式有别于终极目的的事物中,终极目的也是形式的原因。因此,如果终极目的对于质料而言是其存在的原因,那么自然学家在就原因立论时,更倾向于就终极目的立论而非就质料立论,也就是合情合理的了。在谈到质料并非终极目的的原因之后,为了表明是何种终极目的,他添加了其前面的“为其所为者”;因为这才是原因和本原,而非作为终末者的那种终极目的。而既然在绝大多数事物中“为其所为者”即是形式,为了说明这一点,他补充说它是“为其所为者”,并且说这样的终极目的也就是从定义和规程中获取的本原,即形式本身。因为正如依技艺生成之物一样,这[形式]也是质料的原因。因为在我们把房屋的形式定义为抵御风雨和酷热的遮蔽之后,我们便根据这个定义来准备质料。在依自然生成之物中亦是如此。因为若要存在一个人,就必须使人的精种与经血在妇女的子宫中结合。若要存在其他某种动物或植物,就必须准备适合于它的质料。因为“如果有这些,就必须有那些”指的就是这个意思。在此处,亚里士多德循着科学概念,再次自然而然地与其导师不谋而合。因为那位导师在《蒂迈欧篇》中传授这双重本原(即质料的本原与依理智预见而完成的本原)的差异时说道:“此前所述除了少数内容外,已经展示了通过理智所创造的事物;但也必须在论述中一并列出通过必然性而产生的事物。因为这个宇宙的生成是混合而成的,是由必然性与理智的结合所产生的;理智通过劝服必然性将大多数生成之物引向至善来统治必然性,正是在这种方式下、并且依据同样的方式,通过必然性屈服于有智的劝服,整个宇宙当初才得以如此构成。因此,如果有人要依据这些真正述说万物是如何生成的,那么也必须把流转之因的形式掺入其中。”
- 2.73Δείξας ... συμπερανάμενος τοῦτο ἐπάγει λοιπόν
分词 Δείξας 和 συμπερανάμενος 均为修饰主句动词 ἐπάγει 的附带情况或时间分词。主句的基本骨架为:“在指出了……并且推得此结论之后,他接着补充道……”。
- 2.73ποίου τέλους δηλῶν
ποίου τέλους 作为间接疑问的属格名词短语(“是何种终极目的”),作分词 δηλῶν 的宾语。主动词 προσέθηκε(添加了)的直接宾语则是带有中性定冠词的引用短语 τὸ οὗ ἕνεκα τὸ πρὸ αὐτοῦ(“其前面的‘为其所为者’”)。
- 2.73δι’ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος
柏拉图引文中的介词短语结构:前置词 διά 加属格(δι’ ἀνάγκης)与作谓语性修饰的被动分词 ἡττωμένης 结合(“通过必然性屈服于有智的劝服”),表示宇宙得以构成的途径与方式。
