← 辛普里丘

亚里士多德《物理学》注释

§390.10-391.3

观照与行动的本原及数学中的假设必然性

辛普里丘对比了在终极目的与质料、前提与结论之间关于观照与实践的双重本原,详述了物理学与数学中基于假设的必然性之异同,并补全了亚里士多德简略提示的三角形内角证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.72#2

ἔχοι δὲ ἂν ὁμοιότητα ἡ ἀκολουθία, εἴ τις τὸ τέλος ὡς πρῶτον νομίζοι τῇ φύσει, διότι τούτου ἕνεκα καὶ ἡ ὕλη. τοῦτο δὲ καὶ αὐτὸς συστήσει πάλιν ἀπὸ τῶν τεχνῶν. λαβὼν γάρ τις εὐθὺς ἐν ἀρχῇ ἐν τῷ λογισμῷ τὴν χρείαν τῆς οἰκίας καὶ τὴν ὠφέλειαν καὶ προαναζωγραφήσας τὸ σχῆμα, οὕτως τὴν ὕλην παρατίθεται. καὶ ἔστιν ἡ τοῦ τέλους ἔννοια ἀρχὴ τῆς θεωρίας, ἀλλ’ οὐχὶ τῆς πράξεως. διττὴ γὰρ ἡ ἀρχή, ἡ μὲν τῆς θεωρίας, ἡ δὲ τῆς πράξεως. καὶ γίνεται τῆς θεωρίας ἀρχὴ ἡ τοῦ τέλους ἔννοια. ἐπειδὴ γὰρ σκέπης χρεία, ὀροφὴν ποιητέον, οὐκοῦν καὶ τοίχους καὶ θεμέλια καὶ ὄρυξιν. τὸ δὲ τέλος τῆς θεωρίας ἀρχὴ γίνεται τῆς πράξεως. ἀλλ’ ἐπὶ τῶν μαθημάτων, ἐφ’ ὧν πρᾶξις οὐκ ἔστι, μία ἐστὶν ἀρχὴ ἡ κατὰ τὴν θεωρίαν οὐ τὸ τέλος οὖσα οὐδὲ τὸ οὗ ἕνεκα, ἀλλὰ τὰ δεικτικὰ τοῦ συμπεράσματος. ἐγγυτέρω δὲ ἔτι προσήγαγε τὴν ὁμοιότητα τῶν φύσει πρὸς τὰ ἐν τοῖς μαθήμασιν. ὡς γὰρ ἐν τοῖς μαθήμασι τοῦ τέλους ὑποτεθέντος, τουτέστι τοῦ συμπεράσματος ὃ ἦν ἐπὶ ταῖς προτάσεσιν ἐξ ἀνάγκης κειμέναις, αἱ προτάσεις αἵτινές εἰσιν ἀρχαὶ ἐν ἐκείναις οὐκ ἦσαν ἐξ ἀνάγκης τῷ δύνασθαι καὶ δι’ ἄλλων τὸ αὐτὸ δείκνυσθαι,1 οὕτως οὐδὲ ἐν τοῖς φυσικοῖς τῷ ἀναγκαίῳ τῆς ὕλης ἀκολουθοῦσιν αἱ κατὰ τὸν λόγον ἀρχαί· οὐ γὰρ τῇ ὕλῃ ἀκολουθεῖ τὸ τέλος. ἐν ἀμφοτέροις οὖν τῷ ἀναγκαίῳ ὑποτεθέντι οὐχ ἕπονται αἱ κατὰ τὸν λόγον ἀρχαί (εἰσὶ δὲ ἐν μὲν τοῖς μαθήμασιν αἱ κατὰ τὸν λόγον ἀρχαὶ αἱ προτάσεις, ἐν δὲ τοῖς φυσικοῖς τὸ τέλος), οἷς τεθεῖσιν ἕπεται τὰ μετὰ ταῦτα2 ἐν μὲν τοῖς μαθήμασι τὸ συμπέρασμα, ἐν δὲ τοῖς γινομένοις ἡ ὕλη. Ἐπειδὴ δὲ ἀσαφῶς εἴρηται τὸ τοῦ τριγώνου παράδειγμα ἐνδειξαμένου μόνον αὐτοῦ τὴν ἀπόδειξιν, ἰστέον ὅτι δέδεικται παντὸς εὐθυγράμμου τὰς ἐκτὸς πάσας γωνίας τέτρασιν ὀρθαῖς ἴσας εἶναι, καὶ ὅτι αἱ τοῦ τριγώνου πᾶσαι γωνίαι αἱ ἐντὸς καὶ ἐκτὸς ϛ ὀρθαῖς εἰσιν ἴσαι. ἐπεὶ οὖν τὸ τρίγωνον εὐθύγραμμόν ἐστιν, ὅπερ εἶπεν αὐτὸς εὐθὺ τοδί, τούτου δὲ αἱ ἐντὸς καὶ ἐκτὸς ϛ ὀρθαῖς ἴσαι εἰσίν, ὧν αἱ ἐκτὸς τέτρασι, λοιπαὶ αἱ ἐντὸς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ αἱ ἐκτὸς τέτρασιν, εἴπερ πᾶσαι ϛ. ὥστε οὐδὲ εὐθύγραμμον τοδί. εἰ δὲ δυσὶν ὀρθαῖς ἴσαι γ̅ αἱ ἐντός, οὐ πάντως τρίγωνον.

然而,如果有人在自然上将终极目的视作第一位的,那么这种推论序列便具有相似性,因为质料也是为了这[终极目的]。而这一论断他自己也将再次从技艺中建立起来。因为人在推理中从一开始把握了房屋的需要与功用,并预先描画出其形式,方才如此提供质料。而对终极目的的把握是观照的本原,却不是实践的本原。因为本原是双重的,一是观照的,一是实践的。而对终极目的的把握成为观照的本原。因为既然需要庇护,就必须制作屋顶,因此也就必须制作墙壁、地基与开挖。而观照的终结成为实践的本原。但在不存在实践的数学中,仅存在依循观照的一个本原,它既非终极目的,亦非“为其所为者”,而是结论的证明项。进而,他使依自然之物与数学中之物的相似性更为贴近。因为正如在数学中,当终极目的——也就是在前提既定之下必然得出的结论——被假设时,作为其中本原的前提并不出于必然性[而随之成立],这是由于同一事物亦可通过其他前提来证明;同样地,在自然事物中,依循定义的本原也并不跟随质料的必然之物;因为终极目的并不跟随质料。因此,在两者之中,当必然之物被假设时,依循定义的本原并不随之而来(在数学中,依循定义的本原是前提,而在自然事物中则是终极目的);而当这些[本原]被确立时,在它们之后的事物便随之而来——在数学中是结论,在生成之物中则是质料。 既然三角形的例子被说得不够明晰,而他本人仅示意了其证明,那么应当知道:已经证明了,对于一切直线图形而言,所有外角都等于四个直角;并且三角形的所有角(内角与外角)等于六个直角。既然三角形是直线图形(即他本人所说的“这[图形]是直线的”),而它的内角与外角等于六个直角,其中外角等于四个,那么剩下的内角就等于两个直角;如果不这样,外角也就不等于四个,如果内角外角总计确实是六个的话。因此这[图形]也就不是直线图形。但如果内侧的三个角等于两个直角,却并非必然是三角形。

语法注2 条
  1. 2.72οὐκ ἦσαν ἐξ ἀνάγκης τῷ δύνασθαι καὶ δι’ ἄλλων τὸ αὐτὸ δείκνυσθαι

    带冠词的不定式与格短语 τῷ δύνασθαι... 用作原因与格。它解释了为何即使假设了结论(终极目的),前提也并不必然随之成立,理由在于“同一结论亦可通过其他前提来证明”。

  2. 2.72οἷς τεθεῖσιν ἕπεται τὰ μετὰ ταῦτα

    关系代词 οἷς 的先行词是前文括号内的 αἱ κατὰ τὸν λόγον ἀρχαί(依循定义的本原)。οἷς 取由 ἕπεται 所要求的与格,并与分词 τεθεῖσιν 保持性数格一致(意为“当这些被确立时”),其后跟随的 τὰ μετὰ ταῦτα(在这些之后的事物)为该从句的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:390.10-391.3