← 辛普里丘

亚里士多德《物理学》注释

§389.16-390.10

数学与自然中假定必然性的异同

辛普里丘注解了200a15,论述了数学中基于假设的必然性与自然生成中的必然性之间的相似之处(即假言命题中由否定后件推出否定前件)与相异之处(数学中是由在先的前提引出在后的结论,而自然中则是由在后的终极目的决定在先的质料)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.72#1

" Ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασιν ἕως τοῦ οὐδὲ γὰρ ἐκεῖ αἱ ἀρχαί, εἰ μὴ τὸ τρίγωνον δύο ὀρθαῖς." Ὁποῖόν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, καὶ διὰ τῆς ἐν τοῖς μαθήμασιν ἀκολουθίας ὑπομιμνῄσκει. ἔστι γὰρ καὶ ἐν τοῖς μαθήμασι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, πλὴν οὐχ ὁμοίως ἐν τούτοις καὶ ἐν τοῖς φύσει γινομένοις. διὸ προσέθηκε τὸ τρόπον τινὰ παραπλησίως. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων, ἐὰν ὦσιν αἱ ὑποθέσεις, ἔστι τὸ ἐξ αὐτῶν συναγόμενον συμπέρασμα. οἷον ἐπεὶ εὐθύ, φησί, τοδί ἐστι,1 τουτέστιν ἐπεὶ εὐθύγραμμον τοιονδὶ οἷον τρίγωνον, ἀνάγκη τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ εἰ μὴ ἔχει, οὐδὲ εὐθύγραμμον τοδί ἐστιν. εἰ μέντοι τὰς τρεῖς δυσὶν ὀρθαῖς ἴσας ἔχει, οὐκ ἀνάγκη τοδὶ εὐθύγραμμον εἶναι· δυνατὸν γὰρ καὶ τετραπλεύρου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι καὶ οὐ μόνον τὰς τοῦ τριγώνου. ἐναργέστερον δὲ ἐπὶ ἀριθμῶν ἔστιν ἰδεῖν. εἰ γὰρ ε καὶ ε δέκα γίνεται, εἰ δὲ δέκα, οὐ πάντως ε καὶ ε· καὶ γὰρ θ καὶ α καὶ η καὶ β καὶ ζ καὶ γ καὶ ϛ καὶ δ δέκα ποιεῖ, εἰ μέντοι μὴ δέκα οὐδὲ ε καὶ ε. ὅλως γὰρ ἐν ταῖς τοιαύταις ἀκολουθίαις τῇ μὲν θέσει τοῦ ἡγουμένου ἕπεται ἡ θέσις τοῦ ἑπομένου, τῇ δὲ θέσει τοῦ ἑπομένου οὐχ ἕπεται ἡ θέσις τοῦ ἡγουμένου, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἡ ἀναίρεσις τοῦ ἡγουμένου. οὐ γὰρ δείκνυται ἐκ τῶν ὑστέρων τὰ πρότερα, ἀναιρεῖται δὲ ἐξ αὐτῶν. καὶ ἐν τοῖς φυσικοῖς γινομένοις εἰ ἔσται ἢ ἔστιν οἰκία, ἀνάγκη ὕλην τοιάνδε εἶναι, καὶ εἰ μὴ ἔστιν ὕλη τοιάδε, οὐκ ἂν εἴη οἰκία· οὐ μέντοι εἰ ἔστιν ὕλη τοιάδε, ἀνάγκη οἰκίαν εἶναι. καὶ κατὰ τοῦτο μὲν τὸ σχῆμα ἔοικε τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔν τε τοῖς μαθήμασιν εἶναι καὶ ἐν τοῖς φυσικοῖς γινομένοις. Διαφέρει δὲ ὅτι ἐπὶ μὲν τῶν μαθημάτων τὸ συνημμένον ἐστίν, εἰ τὰ πρότερα καὶ τὰ ὕστερα.2 πρότεραι γὰρ αἱ προτάσεις ἢ αἱ ὑποθέσεις τοῦ συμπεράσματος, καὶ εἰ μὴ τὰ ὕστερα, οὐδὲ τὰ πρότερα. ἐπὶ δὲ τῶν γινομένων ἔμπαλιν. εἰ γάρ ἐστι τὸ τέλος ἐξ ἀνάγκης, καὶ τὰ πρὸς τὸ τέλος· οὐ μέντοι εἰ τὰ πρὸς τὸ τέλος, ἤδη καὶ τὸ τέλος. εἰ γὰρ οἶκος, καὶ λίθοι, οὐ μέντοι εἰ λίθοι, καὶ οἶκος.

“必然性既存在于数学中”至“因为在那边,如果三角形[的内角不等于]两个直角,本原也不存在”。 基于假设的必然性是何种性质,他也通过数学中的推论序列作了提示。因为在数学中也存在基于假设的必然性,只是在这些事物中与在依自然生成的事物中并不相同。因此他补充说“在某种意义上相近”。因为在数学的情形中,如果假设存在,那么从它们推导出的结论也存在。例如,他说,既然这[图形]是直线的——也就是说,既然它是这样一种像三角形一样的直线图形——那么三角形必然拥有等于两个直角的三个角;而如果它不拥有,那么这[图形]也就不是直线图形。然而,如果它拥有等于两个直角的三个角,这[图形]却未必是直线图形;因为四边形的三个角等于两个直角也是可能的,而不仅仅是三角形的角。而在数的情形中则可以更为明晰地看到这一点。因为如果是ε与ε,便生成十;但如果是十,却绝不必然是ε与ε;因为θ与α、η与β、ζ与γ以及ϛ与δ也都构成十;然而如果不是十,也就不是ε与ε。因为一般而言在这样的推论序列中,后件的肯定跟随前件的肯定,但前件的肯定并不跟随后件的肯定,毋宁说是前件的否定跟随后件的否定。因为在先之物不是根据在后之物被证明的,而是根据在后之物被否定的。在依自然生成的事物中也是如此,如果将有或者有一座房屋,就必然有这般的质料,而如果没有这般的质料,房屋也就不会存在;然而如果有这般的质料,却并不必然有房屋。按照这种图式,基于假设的必然性似乎同样存在于数学中与依自然生成的事物中。 然而差别在于:在数学的情形中,假言命题是“如果在先之物存在,那么在后之物也存在”。因为前提或假设先于结论,而如果在后之物不存在,在先之物也就不存在。但在生成之物的情形中却正相反。因为如果终极目的出于必然性而存在,那么通向终极目的之物也存在;然而如果通向终极目的之物存在,却并不随即终极目的也存在。因为如果有一座房屋,也有石块;然而如果有石块,却并不因此就有一座房屋。

语法注2 条
  1. 2.72ἐπεὶ εὐθύ, φησί, τοδί ἐστι

    化引亚里士多德原文(200a16)之处。τοδί 作主语,εὐθύ 作表语。辛普里丘在紧随其后的 τουτέστιν 子句中将其解释为 εὐθύγραμμον τοιονδὶ οἷον τρίγωνον(“这样一种像三角形一样的直线图形”)。

  2. 2.72τὸ συνημμένον ἐστίν, εἰ τὰ πρότερα καὶ τὰ ὕστερα

    εἰ 引导的从句解释 τὸ συνημμένον(“假言命题/条件命题”)的内容。两处都省略了存在动词,其句法骨干应理解为:εἰ [ἔστι] τὰ πρότερα, [ἔστι] καὶ τὰ ὕστερα(“如果在先之物存在,在后之物也存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:389.16-390.10