- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:37.10-38.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对自然本原进行划分(一或多、不动或运动)并提及巴门尼德与梅利梭的文本(184b15),辛普里丘引述了阿佛洛狄西亚的亚历山大的解释,批评了亚历山大关于提及二人的辩解理由,捍卫了亚里士多德将爱利亚学派视为探讨本原者的做法,并澄清了巴门尼德关于真理之途与凡人意见的划分。
" Ἀνάγκη δὲ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον ὥς φησι Παρμενίδης καὶ Μέλισσος." Ὁ Ἀλέξανδρός φησιν ὅτι “εἰπὼν δεῖν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ποιεῖσθαι τὴν ἀρχήν, οὕτως καὶ ποιεῖ· ἤρξατο γὰρ ἀπὸ διαιρετικοῦ τελείου καὶ ἐναργοῦς καὶ πᾶσι φανεροῦ. τί γὰρ τῆς ἀντιφάσεως ἐναργέστερον τῆς λεγούσης μίαν ἢ οὐ μίαν τουτέστι πλείους;” ἀλλ’ ὅτι μὲν ἀπὸ διαιρετικοῦ ἐναργοῦς ἤρξατο, καλῶς εἴρηται, οὐ μέντοι τοῦτ’ ἔστιν ὅπερ εἶπεν ὁ Ἀριστοτέλης, ὅτι ἀπὸ τῶν φανερῶν ἐπὶ τὰς ἀφανεῖς ἀρχὰς χρὴ προϊέναι. σύνθετα γὰρ ἦν ἐκεῖνα τὰ φανερὰ καὶ τῇ αἰσθήσει γνωριμώτερα καὶ οὕτω καθόλου λεγόμενα ὡς ὅλα καὶ τῶν μερικωτέρων καὶ ἀφανεστέρων περιεκτικά. ἀπὸ γοῦν τῶν αἰσθητῶν καὶ ἡμῖν γνωρίμων καὶ τὰς ψευδεῖς περὶ τῶν ἀρχῶν ἐλέγξει δόξας, ὡς μαθησόμεθα, καὶ βεβαιώσει τὰς ἀληθεῖς. “οὐχ ὡς Παρμενίδου δέ, φησὶν Ἀλέξανδρος, καὶ Μελίσσου μίαν ἀρχὴν τιθεμένων καὶ ταύτην ἀκίνητον λεγόντων, οὕτως εἶπε τὸ ὡς Παρμενίδης καὶ Μέλισσος. οὗτοι γὰρ οὐδὲ ὅλως ἀρχὴν ἐτίθεντο· ἓν γὰρ ἔλεγον τὸ πᾶν, ὃ μαχόμενόν ἐστι τῷ ἀρχὴν λέγειν εἶναι· οἱ γὰρ ἀρχὴν τιθέμενοι ὁμολογοῦσι πλείω τὰ ὄντα εἶναι, τῇ ἀρχῇ καὶ τὰ ὧν ἐστιν ἀρχὴ συνεισάγοντες. ἀλλ’ εἰπὼν τὸ πρῶτον διαιρετικὸν τὸ ἢ μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους ἐπὶ τοῦ ἑτέρου τῶν ἐν τῇ διαιρέσει πάλιν διαιρετικῷ χρῆται τῷ εἰ μία ἡ ἀρχή, ἤτοι ἀκίνητος ἢ κινουμένη. ὃν δὲ ἀπίθανον τὸ ἀρχὴν μίαν καὶ ἀκίνητον ταύτην λέγειν, μετὰ παραμυθίας ἔθετο· οὐδὲν γὰρ ἧττον ἀπίθανον τούτου ὄν, ἀλλὰ καὶ μᾶλλον, τὸ ἓν τὸ πᾶν εἶναι καὶ ἀκίνητον, ὅμως προστάτας ἔχει Παρμενίδην καὶ Μέλισσον· καὶ εἰ μὴ ἄντικρυς γὰρ ταὐτὸν τοῦτο ἐκείνῳ, ἀλλ’ εἰς ταὐτόν γε συντρέχει.” ταῦτα οὖν αὐτῇ λέξει τοῦ Ἀλεξάνδρου λέγοντος τὸ μὲν τῇ μᾶλλον ἀπιθάνῳ παραμυθεῖσθαι τὴν ἀπίθανον θέσιν οὐκ ἦν οἶμαι τῆς Ἀριστοτέλους μεγαλονοίας.1 οὐ μέντοι οὐδὲ ὡς ἑτέρας ἀπιθάνου δόξης μέμνηται τῆς Παρμενίδου καὶ Μελίσσου παρὰ τὴν λέγουσαν μίαν καὶ ἀκίνητον τὴν ἀρχήν (τούτους γὰρ τοὺς ἄνδρας ὡς τοῦτο λέγοντας ἐλέγχει), ἀλλ’ εὐγνωμόνως τοῦτο γοῦν Ἀριστοτέλους τούτων τῶν ἀνδρῶν ἀποδεξαμένου·2 “ὁμοίως γὰρ ζητοῦσι, φησί, καὶ οἱ τὰ ὄντα πόσα ζητοῦντες· ἐξ ὧν γὰρ τὰ ὄντα ἐστί, ζητοῦσι πρῶτον ταῦτα πότερον ἓν ἢ πολλά”. ὥστε περὶ ἀρχῆς τῶν ὄντων οἴεται τούτους τοὺς ἄνδρας φιλοσοφεῖν, καὶ τὸ κατ’ αὐτοὺς τμῆμα τῆς διαιρέσεως ἀφωρίσατο μίαν καὶ ἀκίνητον ὑποθέμενος τὴν ἀρχήν. τὸ γὰρ ὄντως ὂν τὸ ἡνωμένον, ὃ καὶ ἀρχὴ καὶ αἰτία τῶν πολλῶν καὶ διακεκριμένων ἐστὶν οὐχ ὡς στοιχειώδης ἀλλ’ ὡς προαγωγὸς ἐκείνων, ἓν ὂν ἔλεγον. ἀναγκαίῳ δὲ πάλιν διαιρετικῷ διελὼν τὸ ἕτερον τμῆμα τὸ λέγον μίαν εἶναι τὴν ἀρχὴν τῷ ἀκίνητον ἢ κινουμένην εἶναι τὴν μίαν καὶ λαβὼν τὸ ἀκίνητον, ἅπερ ἔδει πρὸς τοὺς μίαν καὶ ἀκίνητον τὴν ἀρχὴν λέγοντας ἀντειπεῖν ταῦτα πρὸς τοὺς ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντας ἀντιλέγει· κἂν γὰρ ὀνόμασιν ἄλλοις χρῶνται, τὰ αὐτὰ ὅμως κἀκεῖνοι λέγουσί τε καὶ ζητοῦσιν. ὁμολογεῖ δὲ ὁ Ἀλέξανδρος ἐν μὲν τοῖς πρὸς ἀλήθειαν, ἅπερ ἐστὶ περὶ τοῦ νοητοῦ ὄντος, τὸν Παρμενίδην ἓν τὸ ὂν καὶ ἀκίνητον καὶ ἀγένητον λέγειν· “κατὰ δὲ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα, φησί, φυσιολογῶν, οὔτε ἓν λέγων ἔτι εἶναι τὸ ὂν οὔτε ἀγένητον, ἀρχὰς τῶν γινομένων ὑπέθετο πῦρ καὶ γῆν, τὴν μὲν γῆν ὡς ὕλην ὑποτιθεὶς τὸ δὲ πῦρ ὡς ποιητικὸν αἴτιον· καὶ ὀνομάζει, φησί, τὸ μὲν πῦρ φῶς, τὴν δὲ γῆν σκότος”. καὶ εἰ μὲν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα οὕτως ὁ Ἀλέξανδρος ἐξεδέξατο, ὡς ὁ Παρμενίδης βούλεται δοξαστὸν τὸ αἰσθητὸν καλῶν, εὖ ἂν ἔχοι· εἰ δὲ ψευδεῖς πάντη τοὺς λόγους οἴεται ἐκείνους καὶ εἰ ποιητικὸν αἴτιον τὸ φῶς ἢ τὸ πῦρ νομίζει λέγεσθαι, οὐ καλῶς οἴεται. συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Παρμενίδης ἐπάγει ταυτί, ἅπερ καὶ πρότερον παρεθέμην· ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείους μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
“本原必然要么是一要么是多,如果是一,要么是不动的,正如巴门尼德与梅利梭所言。” 亚历山大说:“在指出应当从对我们更为可知的事物开始之后,他确实这样做了;因为他始于一个完全的、明晰的且对所有人皆显明的划分。毕竟,有什么比说着‘要么是一要么不是一(即是多)’的矛盾对立更为明晰呢?”但是,尽管他说亚里士多德始于一个明晰的划分是说得对的,但这绝非亚里士多德所说的‘应当从显明的事物走向隐秘的本原’。因为那些显明的事物是复合的,对感觉而言更为可知,并且作为整体且包容着更局部的和更隐秘的事物而被称作普遍者。无论如何,正如我们随后将学到的那样,正是从感觉到的和对我们可知的事物出发,他将反驳关于本原的错误意见,并确立真实的意见。亚历山大说:“他说‘正如巴门尼德与梅利梭所言’,并不是指巴门尼德与梅利梭设定了一个本原并称其为不动的。因为他们根本没有设定本原;因为他们说万物是一,而这与说存在本原是冲突的;因为设定本原的人承认存在者是多的,在引入本原的同时亦引入了以它为本原的那些事物。相反,在提出了‘本原要么是一要么是多’这第一重划分之后,针对划分中两项之一,他又使用了‘如果本原是一,它要么是不动的要么是运动的’这一划分。既然说本原是一且不动是难以令人信服的,他便带着辩解提出了它;因为说万物是一且不动虽然绝不比这更少令人难以置信,甚至更甚,然而它却有巴门尼德与梅利梭作为支持者;因为即使这与那并非完全相同,但至少归结为同一回事。” 既然亚历山大逐字这样说,那么我认为,用一个更为难以置信的论点来辩解一个难以置信的设定,绝非亚里士多德宏大气魄的作为。而且,除了说本原是一且不动的意见之外,他也绝非把巴门尼德与梅利梭的意见当作另一难以置信的意见提及(因为他反驳这些人正是在于他们说了这话),而是至少亚里士多德宽宏地从这些人那里接受了这一点。正如他说:“因为探究存在者有多少的人亦以同样的方式探究;因为存在者由以构成的那些事物,他们首先探究究竟是一还是多。”因此,他认为这些人是在哲学性地探讨存在者的本原,并通过假定本原是一且不动,确定了对应于他们的划分部分。因为真正存在且统合为一者——它既是众多且分化之物的本原与原因,并非作为元素性原因而是作为引导出它们的原因——他们将其称为一的存在者。他通过必然的划分,以“一要么是不动的要么是运动的”进一步划分了其中说本原是一的那一部分,并取了“不动的”之后,本该对说本原是一且不动的人所作的反驳,他正是对那些说存在是一且不动的人提出来的;因为即使他们使用了不同的名称,但他们所说和探究的终究是相同的事物。 亚历山大承认,在关涉真理的论述中(这些论述是关于可知存在的),巴门尼德说存在是一、不动且非生成的;他说:“但按照大众的意见与现象探讨自然时,他既不再说存在是一,也不再说它非生成,而是假定火与土作为生成之物的本原,把土设定为质料,把火设定为动力因;”他又说,“他将火称为光,将土称为暗。”如果亚历山大将“按照大众的意见与现象”理解为巴门尼德在称感觉之物为可意见之物时的意图,那本是不错的;但如果他认为那些论述完全是虚假的,并且认为光或火被称为动力因,他的理解便是不妥的。因为巴门尼德在完成了关于可知之物的言说之后,添加了以下这些诗句,这也是我之前引用过的: “在此我为你结束关于真理的 可信言说与思辨;从今以后当领会凡人的意见, 倾听我诗句那欺罔的建构。”
- 1.3τὸ μὲν τῇ μᾶλλον ἀπιθάνῳ παραμυθεῖσθαι τὴν ἀπίθανον θέσιν οὐκ ἦν οἶμαι τῆς Ἀριστοτέλους μεγαλονοίας
带冠词的不定词短语 τὸ ... παραμυθεῖσθαι 作主语,τῆς Ἀριστοτέλους μεγαλονοίας 为表特征/归属的谓词性属格,意为“用一个更难以置信的论点来辩解一个难以置信的论题,并非属于亚里士多德的宏大气魄”。
- 1.3ἀλλ’ εὐγνωμόνως τοῦτο γοῦν Ἀριστοτέλους τούτων τῶν ἀνδρῶν ἀποδεξαμένου
这是一个与前文否定分句(οὐ μέντοι οὐδὲ ... μέμνηται)相对照的属格独立结构。Ἀριστοτέλους 为分词 ἀποδεξαμένου 的逻辑主语,在语境中表达原因(正因为亚里士多德宽宏地接受了他们这一点)。τούτων τῶν ἀνδρῶν 是动词 ἀποδέχομαι(从……接受)所要求的来源属格,τοῦτο 为其直接宾语。
