← 辛普里丘

亚里士多德《物理学》注释

§384.10-386.2

偶然目的与自然无需熟虑的合目的性

针对亚里士多德《物理学》199b18–199b26,辛普里丘阐明了机运事件中的目的与自然目的的区别(发生在较少数情形中与大体上发生的对比),并以技艺无需深思熟虑亦能为了目的而造作为据,论证了自然无需深思熟虑同样是为了目的而造作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.69

" Τὸ δὲ οὗ ἕνεκα καὶ ὃ τούτου ἕνεκα ἕως τοῦ ἐν δὲ τοῖς φυσικοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ." Ἐπειδὴ καὶ ἐν τοῖς ἀπὸ τύχης εἶναι δοκεῖ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, ὅταν λέγωμεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λυτρωσάμενος τὸν αἰχμάλωτον, ὡς ὁ παρὰ Μενάνδρῳ Δημέας τὴν Κράτειαν, ἀπῆλθεν ἢ ἀφῆκε (γράφεται γὰρ ἀμφοτέρως, ὥσπερ καὶ ἀντὶ τοῦ λυτρωσάμενος τὸ λουσάμενος), καὶ πράξῃ τοῦτο ὥσπερ ἕνεκα τούτου ἐλθών,1 κἂν μὴ διὰ τοῦτο ἔλθῃ· τοῦτο γὰρ κατὰ συμβεβηκὸς αἴτιον, καὶ διὰ τοῦτο ἀπὸ τύχης λέγεται καὶ θεωρεῖταί πως καὶ ἐν τούτῳ τὸ οὗ ἕνεκα καὶ τὸ τούτου ἕνεκα. ἀλλ’ ἔστι τις διαφορὰ τούτου τε καὶ τοῦ κυρίως τοιούτου τοῦ τῇ φύσει προσήκοντος. τὸ γὰρ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ οὐ κατὰ συμβεβηκὸς οὐδ’ ἀπὸ τύχης. ἐπ’ ἔλαττον γὰρ τοῦτο. ἐν δὲ τοῖς φυσικοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ. ὥστε διαφέρει τὸ οὗ ἕνεκα καὶ ἕνεκά του τὰ ἐν τοῖς ἀπὸ τύχης τῶν ἐν τοῖς φυσικοῖς τῷ τὰ μὲν ἐν τοῖς κατὰ τύχην κατὰ συμβεβηκὸς καὶ ὡς ἐπ’ ἔλαττον, τὰ δὲ ἐν τοῖς φυσικοῖς ὡς ἐπὶ τὸ πλεῖστον. ἀλλὰ πῶς ὅλως ἐν τούτοις τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, εἴπερ μὴ τοῦ λυτρώσασθαι ἕνεκα ἦλθεν; ὅτι τὸ μὲν οὗ ἕνεκα γένοιτ’ ἂν ἀπὸ τύχης, ὅτι τέλος ὡς λυσιτελὲς ἠκολούθησε τῇ ἀφίξει τοῦ λυτρώσασθαι, κἂν μὴ τούτου ἕνεκα ἦλθε· καὶ ἔστι τοῦτο οὐ κυρίως μὲν οὗ ἕνεκα, ἀλλ’ ὡς οὗ ἕνεκα. καὶ τὸ ἕνεκά του δὲ οἷον τὸ ἐλθεῖν τὸν ξένον ὡσεὶ ἕνεκα τούτου, κἂν μὴ ἕνεκα τοῦ λυτρώσασθαι ἦλθεν. οὕτως μὲν οὖν ὁ Ἀριστοτέλης ἐνδέχεται. ἢ κἂν ὁ ξένος δὲ μὴ τούτου ἕνεκα ἦλθεν, ἀλλ’ ἡ τύχη τούτου ἕνεκα τὴν ἄφιξιν γενέσθαι παρεσκεύασε καὶ τοῦτο τέλος τῇ ἀφίξει παρέσχε. διὸ τοῦτο μὲν συνεχώρησεν ὁ Ἀριστοτέλης τὸ εἶναι καὶ ἐν τοιούτῳ τὸ οὗ ἕνεκα καὶ τὸ ἕνεκά του, κἂν μὴ τῇ προαιρέσει τὸ τοιοῦτον τέλος ἀκολουθῇ. τὴν δὲ διαφορὰν αὐτῶν κατὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον καὶ κατὰ τὸ ὡς ἐπ’ ἔλαττον παραδέδωκεν.

“而‘为何目的’与‘为了此目的之物’”至“但在自然事物中总是如此,除非有某种阻碍”。 既然在出自机运的事物中也似乎存在‘为何目的’与‘为了何物’——当我们说,异邦人偶然到来并赎出俘虏,正如米南德剧中的德墨阿斯赎出克拉泰亚那样,随后离去或予以释放(因为这两种写法都有,正如也有以‘沐浴’代替‘赎出’的异文),并且他做成此事就如同是为了此事而来的那样,即使他并非为了此事而来;因为这是偶性的原因,且正因如此它被称为出自机运,而‘为何目的’与‘为了此目的之物’在某种方式上也于此中被考察。然而,此种情况与属于自然的、本义上的此类事物之间存在某种差异。因为总是或大体上发生的事物既非依凭偶性,亦非出自机运;因为后者发生在较少数的情形中。但在自然事物中总是如此,除非有某种阻碍。因此,出自机运的事物中的‘为何目的’与‘为了何物’,与自然事物中的那些,区别在于出自机运的事物中的乃是依凭偶性且发生在较少数情形中,而自然事物中的则是大体上发生的。但是,假若他并非为了赎出而到来,在这些事物中究竟何以会有‘为何目的’与‘为了何物’呢?因为‘为何目的’可以出自机运而发生,原因在于赎出这一有益的终极目的随他的到来而发生,即使他并非为此而来;而这并非本义上的‘为何目的’,而是如同‘为何目的’一般。而‘为了何物’也是如此,例如异邦人到来,就仿佛是为了此事,即便他并非为了赎出而来。亚里士多德便是这样允许这一点的。或者说,即使异邦人并非为此而来,机运却促成了到来的发生是为了此事,并把这一终极目的提供给了到来。因此,亚里士多德承认了这一点,即在这样一种事物中也存在‘为何目的’与‘为了何物’,即使这样一种终极目的并不随从于预先抉择。而他依据大体上发生与在较少数情形中发生传授了它们的差异。

§2.70

"Ἄτοπον δὲ τὸ μὴ οἴεσθαι καὶ ἕνεκά του γίνεσθαι ἕως τοῦ ὅτι μὲν οὖν αἰτία ἡ φύσις καὶ οὕτως ὡς ἕνεκά του, φανερόν." Πολυειδῶς ἀποδεικνὺς τὸ προκείμενον καὶ τὴν ἔννοιαν διορθοῖ νῦν, δι’ ἣν οὐ βούλονται τὴν φύσιν ἕνεκά του ποιεῖν. οἴονται γὰρ τὰ ἕνεκά του ποιοῦντα προβουλευσάμενα καὶ προορίσαντα τὸ τέλος οὕτως ποιεῖν ἐκείνου στοχαζόμενα, ἀπὸ τῶν κατὰ τὰς τέχνας γινομένων ταύτην τὴν ἔννοιαν λαμβάνοντες. ὑπαντᾷ οὖν ἀπ’ αὐτῶν τῶν τεχνῶν, ἀφ’ ὧν ἡ διάστροφος ἔννοια γέγονεν. οὐδὲ γὰρ ἡ τέχνη, φησί, βουλεύεται. οὐ γὰρ βουλῆς δεῖ τοῖς τεχνίταις εἰς τὸ πρᾶξαι τὸ κατὰ τέχνην· ὥρισται γὰρ ἕκαστον τῶν γινομένων, ὅταν κατὰ τέχνην ἐνεργῆται. τί γὰρ δεῖται βουλῆς ὁ γραμματικός, ἵνα οὕτως γράψῃ τὸ Δίωνος ὄνομα ὡς γράφει; ἀλλ’ ἐν ταῖς στοχαστικαῖς μόναις χώραν ἔχει τὸ βουλεύεσθαι. καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη. εἰ ἡ τέχνη ἕνεκά του ποιεῖ καὶ μὴ προβουλευομένη, πολλῷ μᾶλλον τὴν φύσιν οὐκ ἔστιν ἀνάγκη προβουλευομένην ἕνεκά του ποιεῖν· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. τὴν δὲ ὁμοιότητα τῆς φύσεως δηλοῖ πάλιν πρὸς τὴν τέχνην διὰ τοῦ καὶ εἰ ἐνῆν ἐν τῷ ξύλῳ ἡ ναυπηγική, ὁμοίως ἂν ἐποίει ναῦν ὡς εἰ καὶ ἡ φύσις ἐποίει ναῦν, ὡς κατ’ οὐδὲν ἄλλο διαφερόντων τῶν φύσει ἢ τέχνῃ γινομένων ἢ κατὰ τὸ τὰ μὲν φύσει ἔνδοθεν γίνεσθαι τὰ δὲ τέχνῃ ἔξωθεν.2 διὸ καὶ ἐπ’ ἄλλο τι παράδειγμα προσεχέστερον μεταβὰς μάλιστα, φησί, δήλη ἡ πρὸς τὴν φύσιν τῆς τέχνης ὁμοιότης, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν· τούτῳ γὰρ ἔοικεν ἡ φύσις ὡς ἔνδον ἔχοντι τὸ αἴτιον. ἡ δὲ πρὸς τὴν φύσιν καὶ τοῦ τοιούτου διαφορὰ εἴρηται πρότερον ὑπ’ αὐτοῦ, ὅτι ἐν μὲν τούτοις κατὰ συμβεβηκός ἐστιν ἡ τῆς κινήσεως ἀρχή (οὐ γὰρ ᾗ ἰατρὸς ὑφ’ ἑαυτοῦ ἰατρεύεται, ἀλλ’ ᾗ συνέβη νοσεῖν αὐτόν), ἐπὶ δὲ τῶν φύσει καθ’ αὑτό. καθὸ γὰρ φύσει, ἔνεστιν ἡ τῆς κινήσεως ἀρχή. πλὴν ἐν τοῖς τοιούτοις μάλιστά ἐστιν ἡ τῶν τεχνῶν πρὸς τὴν φύσιν ὁμοιότης, ἐν οἷς ἔνδοθεν ὁπωσοῦν ἡ κίνησις δοκεῖ.

“不认为它是为了何物而生成是荒谬的”至“显然自然是原因,而且是作为为了何物的原因”。 在多方面证明所提论题的同时,他如今也纠正了一种概念,人们正是因这一概念而不愿承认自然是为了何物而造作。因为他们认为,为了何物而造作之物乃是预先深思熟虑并预先限定终极目的,然后瞄准那个终极目的而如此造作的,他们是从依凭技艺生成的事物中获得这种概念的。因此他便从作为歪曲概念起源的技艺本身出发进行迎头反驳。他说,因为就连技艺也不深思熟虑。因为匠人们不需要深思熟虑来行使依凭技艺之事;因为当依凭技艺实际运作时,生成的每一事物都是被限定的。因为文法学者为了照他所写的那样写出狄翁的名字,何以需要深思熟虑呢?相反,只有在推测性的技艺中,深思熟虑才有其地位。而论证的推论当会是如下这般的:如果技艺甚至在不预先深思熟虑的情况下也是为了何物而造作,那么自然并非必然在预先深思熟虑的情况下才为了何物而造作,就更是如此了;然而第一点属实,因此第二点也成立。他又通过“如果造船术存在于木材之中,它就会像自然造船那样同样造出船来”表明了自然对技艺的相似性,仿佛依自然生成之物与依技艺生成之物除了前者从内部生成而后者从外部生成之外,在其他任何方面都不存在差异。因此,他又转向另一个更为切近的范例,说当某人自己医治自己时,技艺对自然的相似性最为明显;因为自然正类似于作为在内部拥有原因者的此人。然而,此种情况与自然的差异此前已被他述及,即在这些情况中运动的本原是偶性的(因为他并非就其为医者而言由自己医治,而是就他偶染疾病而言),而在依自然之物的情形下则是就其自身而言的;因为就其依自然而言,运动的本原便存在于其中。不过,在以某种方式显得运动出自内部的那些事物中,技艺对自然的相似性最为显著。

语法注2 条
  1. 2.69καὶ πράξῃ τοῦτο ὥσπερ ἕνεκα τούτου ἐλθών

    虚拟语气 πράξῃ 受前面的 ὅταν 支配(构成 ὅταν λέγωμεν ... καὶ [ὅταν] πράξῃ 的并列结构),表述假定出现的情境,而其间的 ἦλθεν 和 ἀπῆλθεν 则是在引述具体事例时使用的直陈式过去时。

  2. 2.70ὡς κατ’ οὐδὲν ἄλλο διαφερόντων τῶν φύσει ἢ τέχνῃ γινομένων ἢ κατὰ τὸ τὰ μὲν φύσει ἔνδοθεν γίνεσθαι τὰ δὲ τέχνῃ ἔξωθεν

    此句为由 ὡς 引导的属格独立结构(διαφερόντων τῶν ... γινομένων),用以说明亚里士多德在木材造船比喻中所表达的根据与意图。句中前一个 ἢ 为析取连词('依自然或依技艺生成者'),后一个 ἢ 则与前面的 κατ’ οὐδὲν ἄλλο 相关联('除……之外在任何其他方面都不……')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:384.10-386.2