- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:382.22-384.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明亚里士多德根据植物的目的性与种子的确定性反驳恩培多克勒机运说(199b9–14)的论述,引入亚历山大的由多及少论证,并依据自然的定义论述否定目的论就等于取消自然本身。
" Ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔστι τὸ ἕνεκά τοῦ ἕως τοῦ καὶ ἐν τοῖς σπέρμασι γίνεσθαι ὅπως ἔτυχε." Καὶ τοῦτο πρὸς τὴν ἀπὸ τῶν Ἐμπεδοκλέους ὁρμωμένην ἔνστασιν εἴρηται. ἐπειδὴ γὰρ καὶ ἐν τοῖς φυτοῖς προφανές ἐστι τὸ ἕνεκά του, ὡς ἐλέγετο πρότερον, τῶν μὲν φύλλων ἕνεκα τοῦ περικαρπίου καὶ τῶν ῥιζῶν κάτω διὰ τὸ ἕλκειν τὴν τροφήν, ἆρα καὶ ἐν τούτοις ὥσπερ καὶ ἐν τοῖς ζῴοις ἔστι τινὰ τερατώδη ἐξ ἀμπέλου καὶ ἐλαίας ἀμπελογενῆ’ἐλαιόπρωρα, ὥστε καὶ ἀπὸ τούτων ἐνίστασθαι πρὸς τὸ ἕνεκά του τὴν φύσιν ποιεῖν, ἢ οὔ; εἰ μὲν γὰρ ἔστιν, ἀτόπως αὐτὰ παραλέλοιπεν Ἐμπεδοκλῆς, εἰ δὲ μὴ ἔστι, πῶς ἐπὶ μὲν τῶν ζῴων ἔστιν, ἐπὶ δὲ τῶν φυτῶν οὐκ ἔστι; “δοκεῖ δέ μοι, φησὶν ὁ Ἀλέξανδρος, τῷ ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του προσκείμενον τὸ ἧττον δέ1 ἐπιχείρησίν τινα ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐνδείκνυσθαι τοιαύτην· εἰ ἐν οἷς ἧττον φανερὸν τὸ τέλος ὃ ἐστὶ γινομένοις φύσει ταῦτα οὐχ ὡς ἔτυχε γίνεται ἀλλ’ ἕνεκά του, ἐν δὲ τοῖς φυτοῖς, ἐν οἷς ἧττον διήρθρωται τὸ τέλος, οὐ γίνεται ἀπὸ τύχης τὰ γινόμενα οὐδὲ ἀμπελογενῆ ἐλαιόπρωρα, οὐδὲ ἐν τοῖς ζῴοις, ἐν οἷς μᾶλλον διήρθρωται τὸ ἕνεκά του, γίνεται τὸ ἀπὸ τύχης ὥστε οὐδὲ βουγενῆ ἀνδρόπρῳρα συνίσταται”. ἔτι δέ, φησίν, ἔδει καὶ ἐν τοῖς σπέρμασι γίνεσθαι ὅπως ἔτυχεν, εἴπερ τὰ φύσει κατὰ σύμπτωμα καὶ κατὰ τύχην ἐγίνετο· οἷον ἐκ τοῦδε τοῦ σπέρματος ἔδει διαφόρως ποτὲ μὲν ἵππον ποτὲ δὲ ἄνθρωπον γίνεσθαι ποτὲ δὲ ἄλλο τι τῶν ζῴων. νῦν δὲ ὥρισται ὡς ἐπίπαν ἡ ἐκ τοῦ σπέρματος γένεσις· ἐκ γὰρ τοῦ ἀνθρωπείου ἄνθρωπος καὶ ἐκ τοῦ ἱππείου ἵππος. οὐκ ἄρα κατὰ τύχην οὐδὲ ὅπως ἔτυχεν, ἀλλὰ κατὰ τάξιν καὶ ἀκολουθίαν καὶ ἕνεκα τοῦ ἐφεξῆς τὸ πρότερον γίνεται.
“此外,在植物中也存在‘为了何物’”至“在种子中也随机构成”。 这也是针对源自恩培多克勒的异议而说的。因为既然在植物中‘为了何物’也是显而易见的(如前所述,叶子是为了果实的外壳,根部向下是为了吸取养分),那么在这些植物中,是否也像在动物中一样存在某种由葡萄藤与橄榄树构成的怪异物,即‘藤生而具橄榄前躯者’,以致人们也可以根据这些事物来反驳自然是为了何物而造作,还是并非如此?因为如果存在,恩培多克勒遗漏了它们便是荒谬的;如果不存在,为何在动物的情形下存在,而在植物的情形下却不存在?“而在我看来,”亚历山大说,“在‘此外,在植物中也存在为了何物’后面附加了‘但程度较弱’,以此表明了一种如下这般出自‘较多与较少’的论证:如果在那些对于依自然生成者而言终极目的何在较不明显的事物中,这些事物不是随机构成而是为了何物而生成,且在终极目的分节成形程度较弱的植物中,生成之物既非出自机运亦非藤生而具橄榄前躯者,那么在‘为了何物’分节成形程度较强的动物中,出自机运者也同样不会生成,从而‘牛生而具人面前躯者’也不会凝结成形。”此外,他说,倘若依自然者是依照巧合和机运而生成的,那么在种子中也理应随机构成;例如,由此一特定种子,理应在不同时候有时生成一匹马,有时生成一个人,有时生成动物中的别种事物。但事实上,从种子而来的生成大体上是被限定的;因为从人的种子生成人,从马的种子生成马。可见,并非依凭机运亦非随机构成,而是依照秩序与相承,并且先行者是为了相随之物的缘故而生成的。
"Ὅλως τε ἀναιρεῖ ὁ οὕτως λέγων ἕως τοῦ ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἐὰν μή τι ἐμποδίσῃ." Ὥσπερ πρότερον ἔλεγεν, ὅτι οἱ τὴν κίνησιν ἀναιροῦντες οὐδὲ φυσικοί εἰσιν αὐτὴν ἀναιροῦντες τὴν φύσιν, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας ὑπόκειται, οὕτω καὶ νῦν δείκνυσιν, ὅτι οἱ ἀναιροῦντες τὸ ἕνεκά του τὴν φύσιν ποιεῖν καὶ αὐτὴν τὴν φύσιν ἀναιροῦσι καὶ τὰ φύσει συνεστηκότα. ἀλλ’ οὐχὶ τηροῦντες αὐτὰ λέγουσιν ὅπως ἔτυχε γίνεσθαι.2 δείκνυσι δὲ αὐτὸ ἀπὸ τῆς ἐννοίας, ἣν ἔχομεν περὶ τῶν φύσει καὶ τῆς φύσεως. εἰ γὰρ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας ἐν ᾧ ἐστι καὶ τὰ φύσει ταῦτά ἐστιν,3 ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται ἐπί τι τέλος, οὐ τὸ αὐτὸ ἀπὸ πάσης ἀρχῆς (οὐ γὰρ ἐκ τῆς τοῦ ἀνθρώπου ἀρχῆς οἷον τοῦ ἀνθρωπείου σπέρματος ἡ κίνησις εἰς κύνα τελευτᾷ, εἰς ὃν τελευτᾷ ἡ ἀπὸ τοῦ κυνείου σπέρματος κίνησις), ἀεὶ μέντοι ἀφ’ ἑκάστης ἀρχῆς ἢ κινήσεως ἐπὶ τὸ αὐτὸ καταντᾷ τέλος τὸ οἰκεῖον, ἂν μή τι ἐμποδίσῃ (ἀπὸ γὰρ τῆς τοῦ ἀνθρώπου εἰς ἄνθρωπον καὶ ἀπὸ τῆς τοῦ ἵππου εἰς ἵππον), ὥστε οὔτε ταὐτὸν ἀπὸ τῶν πασῶν καὶ τῶν διαφόρων οὔτε τὸ τυχὸν ἀφ’ ἑκάστης. εἰ οὖν τοιαῦτά ἐστιν, ὡς ἐπί τι τέλος ὡρισμένον ἀφικνεῖσθαι συνεχῶς κινούμενα, ὡς ἀεὶ τὴν δευτέραν κίνησιν ἕπεσθαι τῇ προτέρᾳ, δῆλον ὅτι ἕνεκα τοῦ δευτέρου τὸ πρότερον ἀεὶ γίνεται ἐν τοῖς τοιούτοις· εἰ οὖν τὰ φύσει ἕνεκά του, τὰ μὴ ἕνεκά του οὐ φύσει· καὶ ὅλως εἰ μὴ τοιαύτην ἔννοιαν ἔχομεν τῶν φύσει ὡς ἕνεκά του γινομένων, οὐδὲ φύσει ὄντα ἐννοοῦμεν. ἀναιρεῖται γὰρ ἡ φύσις ἀναιρεθείσης τῆς εἰς ὡρισμένον τέλος κινήσεως· τοιαύτης γὰρ κινήσεως ἀρχὴ καὶ οὐ τῆς τυχούσης. καὶ συλλογιστικῶς δὲ ἐκτίθεται τὴν ἀπόδειξιν ὁ Ἀλέξανδρος οὕτως· “τὰ φύσει ἀπό τινος ἀρχῆς ἐν αὐτοῖς οὔσης συνεχῶς κινούμενα ἀφικνεῖται πρός τι τέλος· τὰ μὴ ἕνεκά του γινόμενα οὐκ ἀπ’ ἀρχῆς τινος συνεχῶς κινούμενα ἀφικνεῖται πρός τι τέλος· οὐκ ἄρα τὰ μὴ ἕνεκά του γινόμενα φύσει, ὥστε οἱ τὰ φύσει γινόμενα μὴ ἕνεκά του, ἀλλ’ ὡς ἔτυχε λέγοντες γίνεσθαι ἀναιροῦσι τὰ φύσει καὶ 〈τὴν〉 φύσιν.”
“总的说来,如此说话的人取消了”至“然而总是朝向同一个目标,除非有某种阻碍”。 正如他此前曾说过,那些取消运动的人甚至不能算作自然哲学家,因为他们取消了自然本身(倘若自然确实被预设为运动与静止的本原);同样,他如今也表明,那些取消自然为了何物而造作的人,不仅取消了自然本身,也取消了依自然构成的诸事物,他们并不是在保留它们的同时声称它们是随机构成的。而他是根据我们关于依自然之物以及关于自然所抱有的概念来表明这一点的。因为如果自然是其所在之物之中的运动与静止的本原,而依自然之物是所有那些由其自身中的某种本原出发、连续运动而达到某一终极目的的事物——并非从一切本原出发都达到同一终极目的(因为从人的本原例如人的种子出发的运动并不终止于狗,而从狗的种子出发的运动才终止于狗),然而只要没有某种阻碍,从每一本原或运动出发,总是到达同一个固有的终极目的(因为从人的本原出发达到人,从马的本原出发达到马),从而既非从一切各异的本原出发都达到同一者,亦非从每一本原出发都达到任意偶然者。因此,如果它们是连续运动从而达到某一确定的终极目的的这类事物,以致第二种运动总是紧随着第一种运动,那么显而易见,在这类事物中先行者总是为了第二者的缘故而生成的。因此,如果依自然之物是为了何物,那么不为了何物之物便不是依自然者;总的说来,如果我们不对依自然之物抱有它们是为了何物而生成这种概念,我们就根本没有理解依自然存在之物。因为一旦朝向确定终极目的的运动被取消,自然也就被取消了;因为自然乃是此类运动的本原,而非任意偶然运动的本原。亚历山大也以三段论形式把这一证明陈述如下:“依自然之物由其自身中存在的某种本原出发连续运动而达到某一终极目的;并非为了何物而生成之物不是由某种本原出发连续运动而达到某一终极目的;因此并非为了何物而生成之物不是依自然者;所以,那些声称依自然生成之物不是为了何物、而是随机构成的人,取消了依自然之物与自然。”
- 2.67τῷ ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του προσκείμενον τὸ ἧττον δέ
与格短语 τῷ... 将引文名词化。中性分词 προσκείμενον 与短语 τὸ ἧττον δέ 一致,构成绝对宾格(“附加了‘但程度较弱’……”),或在与 ἐνδείκνυσθαι 构成的宾格不定词结构中充当表述前提的成分,表示由此条件引出由多及少的推论。
- 2.68ἀλλ’ οὐχὶ τηροῦντες αὐτὰ λέγουσιν ὅπως ἔτυχε γίνεσθαι.
οὐχὶ 的否定焦点落在分词 τηροῦντες(表示伴随状况或前提)上,与前文“他们取消了自然本身”形成对比:他们并非在保留依自然之物的前提下主张它们随机构成,而是恰恰通过这种主张彻底取消了它们。
- 2.68εἰ γὰρ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας ἐν ᾧ ἐστι καὶ τὰ φύσει ταῦτά ἐστιν
这个长句以提出两项定义(自然与依自然之物)的条件从句 εἰ γὰρ... 开始,其间插入了具体的例证性从句(οὐ γὰρ... εἰς ἵππον)和结果从句(ὥστε...),随后由 εἰ οὖν τοιαῦτά ἐστιν... 引出主句:δῆλον ὅτι ἕνεκα τοῦ δευτέρου τὸ πρότερον ἀεὶ γίνεται。
