← 辛普里丘

亚里士多德《物理学》注释

§386.3-387.25

自然中质料的必然性与假设必然性

辛普利丘阐明亚里士多德关于自然中必然性的讨论,指出它并非早期自然哲学家所主张的源自质料的单纯必然性,而是在预设了终极目的(形式)后所要求的假设必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.71#1

" Τὸ δὲ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ἕως τοῦ τὸ δὲ οὗ ἕνεκα ἐν τῷ λόγῳ." Μετὰ τὸ συμπληρῶσαι τὴν περὶ τῶν αἰτίων * δύο προὔθετο ζητήματα οἰκεῖα τῷ περὶ τῶν αἰτίων λόγῳ· διαρθροῖ γὰρ τὰ περί τε τοῦ ποιητικοῦ καὶ ὑλικοῦ αἰτίου ἀδιαρθρώτως παρά τισιν ὑπονοηθέντα καὶ πρῶτον μὲν ὅτι ἡ φύσις τῶν ἕνεκά τού ἐστιν αἰτίων καὶ οὐ τῶν εἰκῇ καὶ ὡς ἔτυχε ποιούντων, ὅπερ ἐδόκει τισί, δεύτερον δὲ πῶς τὸ ἐξ ἀνάγκης διὰ τὴν ὕλην λεγόμενον ὑπάρχει τοῖς φυσικοῖς. ἆρα ὡς διὰ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένων τῶν ἐφεξῆς καὶ διὰ ταύτην τοῦ τέλους τοῦ κατὰ τὸ ὠφέλιμον ἐπιγινομένου, ὥσπερ ἐδόκουν οἴεσθαί τινες κυριώτατον καὶ μόνον αἴτιον τὴν ὕλην ὑπολαμβάνοντες, ὡς δηλοῖ τὸ πάντων τῶν γινομένων τὰς αἰτίας κατὰ τὴν ὕλην ἀποδιδόναι, ἆρα οὖν οὕτως ἐξ ἀνάγκης ἡ ὕλη τοῖς φυσικοῖς ὑπάρχει, ὅπερ ἁπλῶς καλεῖ, ἢ μᾶλλον ἐξ ὑποθέσεως ὑποτεθέντι τῷ τέλει ἕπεσθαι τὸ τῆς ὕλης ἀναγκαῖον;1 ὥστε εἰ οἶκος μέλλοι γενέσθαι, τουτέστιν ἀσφάλειά τις τῶν ἐνόντων, ἀνάγκη ὀροφὴν γενέσθαι καὶ τοίχους καὶ θεμέλιον ὑποβληθῆναι· οὐ μέντοι εἰ οὕτω πέφυκεν ἡ ὕλη, ὥστε τὰ μὲν βαρέα κάτω βρίθειν τὰ δὲ κοῦφα ἐπιπολάζειν, ἤδη διὰ τοῦτο γίνεται ὁ οἶκος. τούτων οὖν ὄντων τῶν ζητουμένων τὸ μὲν ἁπλῶς ἀναγκαῖον ἀποδοκιμάζει ὡς ἐδόκουν λέγειν οἱ ἀπὸ τῆς ὕλης τὰς αἰτίας ἀποδιδόντες· ἐπεὶ τὸ θερμὸν ἀνωφερὲς καὶ κοῦφον, τὸ δὲ ψυχρὸν βαρὺ καὶ κατωφερές, διὰ τοῦτο οὕτω συνέστη ὁ κόσμος καὶ ἐγένετο κάτω μὲν ἡ γῆ, ἄνω δὲ τὸ πῦρ, ἢ ὅτι διὰ τὸν δῖνον μέσον ἡ γῆ κρατεῖται. καὶ γὰρ ἐκείνως μὲν Ἐμπεδοκλῆς, οὕτω δὲ Ἀναξαγόρας ἐλεγέτην, οὐκέτι τὸ εὖ καὶ τὸ οὗ ἕνεκα αἰτιώμενοι, ἀλλὰ τὴν ὕλην μόνην, ἀναγκαίως ἕπεσθαι ταύτῃ τὸ τέλος καὶ τὸ χρειῶδες νομίζοντες. οὕτω δὲ καὶ τὸν τοῖχον ἐξ ἀνάγκης τις ἂν γεγενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι, τὰ δὲ κοῦφα ἐπιπολάζειν. τοῦτο οὖν ἀποδοκιμάζει τὸ ἀναγκαῖον ἐπὶ τῆς ὕλης λεγόμενον, ἐγκρίνει δὲ τὸ ἐξ ὑποθέσεως. δι’ οὗ δείκνυσιν ὅτι οὐκ ἄνευ μὲν τῆς ὕλης γίνεται τὰ γινόμενα, οὐ μέντοι διὰ τὴν ὕλην ὡς διά τινα κυρίως αἰτίαν, ἀλλ’ ὡς δι’ ὕλην μόνον καὶ δι’ ὑλικὴν αἰτίαν. τὰ γὰρ ἐξ ὑποθέσεως ὡς ὕστερα τῶν προυποτιθεμένων καὶ ἧττον αἴτιά ἐστι, τὸ δὲ κυρίως αἴτιον τὸ τέλος ἐστὶ καὶ τὸ οὗ ἕνεκα. τοῦ γὰρ οἴκου ἢ τοῦ τοίχου κυρίως αἴτιον οὐ τὰ βαρέα καὶ ἐπιπολάζοντα, ἀλλὰ τὸ κρύπτειν καὶ σῴζειν τὰ ἐνόντα ἢ ἀνέχειν τὴν ὀροφήν. ἡ δὲ ὕλη ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχει. ὑποτεθέντος γὰρ τοῦ τέλους καὶ τοῦ οὗ ἕνεκα ἀκολουθεῖ τὸ ἀναγκαῖον τῆς ὕλης. ὥστε τοῦτό ἐστιν, οὗ χωρὶς ἀδύνατον τὸ ἀποτέλεσμα γενέσθαι· οἷον εἰ ἔσται οἰκία, δεῖ λίθους ἐξ ἀνάγκης εἶναι καὶ ξύλα, οὐ μέντοι εἰ ταῦτα, ἤδη οἰκίαν εἶναι ἀναγκαῖον. οὕτως δὲ καὶ ἐπὶ τῶν φύσει γινομένων τὸ οὕτως ἀναγκαῖον οὐκ ἐν τῷ τέλει θετέον, ἀλλ’ ἐν τῇ ὕλῃ. οὐχ ὅτι ἕνεκα ταύτης, οὐδ’ ὅτι ἐξ ἀνάγκης ἕπεται ταύτῃ τὸ χρειῶδες, ἀλλ’ ὅτι οὐκ ἄνευ ταύτης. οὐ γὰρ οἱ λίθοι καθ’ αὑτοὺς οὐδὲ αἱ πλίνθοι καὶ τὰ ξύλα κινούμενα ὡς ἐπεφύκει κατασκευάζουσιν οἰκίαν, ἀλλ’ ἡ σύνθεσις ἡ τοιάδε καὶ ἡ μορφὴ καὶ ἡ τέχνη τοῦ τέλους ἕνεκα πάντα ποιοῦσα, οὐκ ἄνευ μέντοι τῆς ὕλης. καὶ γὰρ ἔστι μὲν καὶ ἡ ὕλη τῶν καθ’ αὑτὰ αἰτίων, ὥσπερ εἴρηται, ἀλλὰ κυριωτέρα γε ἡ μορφὴ καὶ ὁ λόγος καὶ τὸ τί ἦν εἶναι. καὶ οὐ τοῦτο ταῖς ἐκείνης κινήσεσιν ἐξ ἀνάγκης ἀκολουθεῖ, ἀλλ’ ἐκείνη μᾶλλον τούτῳ πέφυκε προυποτιθεμένη συναρμόζεσθαι. οὐ γὰρ ἐπειδὴ σίδηρός ἐστι, διὰ τοῦτο ἐξ ἀνάγκης πρίων, ἀλλὰ πρίονος ὑποκειμένου εἰς ποίησιν δεῖ σίδηρον ἐξ ἀνάγκης παραληφθῆναι, ὥστε ἡ ὕλη τὸ ἀναγκαῖον οὕτως ἔχει οὐ δι’ ἑαυτήν, ἀλλὰ διὰ τὴν μορφήν. τῇ μὲν γὰρ ὕλῃ οὐδὲν ἐξ ἀνάγκης ἀκολουθεῖ, αὐτὴ δὲ ἐξ ἀνάγκης ὀφείλει προϋποκεῖσθαι τῷ εἴδει. οὐ τὸ τέλος οὖν ἐξ ἀνάγκης ὑλικῆς ἀκολουθεῖ τοῖς πρὸ αὐτοῦ, ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται τῆς ὕλης,2 ἐπεὶ τό γε τοῦ τέλους ἀναγκαῖον, καθ’ ὃ ἀνάγκη τὸ τέλος τοῖς προϋπηργμένοις ἀκολουθεῖν, ἄν μή τι ἐμποδίσῃ, δι’ αὐτὸ τὸ τέλος ἐστίν. οὗ ἕνεκα καὶ τὰ προϋπηργμένα τοιαῦτα καὶ κατὰ τὴν τοιαύτην τάξιν παραλαμβάνεται.

“出自必然性之物是基于假设的吗”至“而为何目的则在定义之中”。 在阐述完关于原因的[学说]之后,他提出了属于关于原因的讨论的两个探讨课题;因为他将某些人未加区分地理会到的关于动力因与质料因之事加以明确区分:首先,自然属于为了何物的原因,而不属于如某些人所认为的那样盲目且偶然运作的原因;其次,因质料而被称作出自必然性者,究竟如何属于自然事物。究竟是如同因质料的缘故后续之事必然随之发生,并且因质料的缘故符合功用的终极目的随之产生——正如某些人似乎认为的那样,他们把质料设想为最根本且唯一的原因,这一点由他们把一切生成之物的原因依凭质料来解释便可表明——究竟质料是如此这般必然地属于自然事物(他将此称为单纯的[必然性]),还是毋宁说基于假设,质料的必然性跟随已被假设的终极目的?因此,如果一栋房屋要生成,也就是说内部之物的某种安全要生成,就必然要生成屋顶和墙壁,并奠定地基;然而,绝不是只要质料具有重者向下沉降而轻者浮于表面这样的本性,房屋就立刻因此而生成。因此,既然这些就是所探讨的课题,他便斥责单纯的必然性,正如那些依凭质料给出原因的人似乎所说的那样:既然热者向上运动且轻,而冷者沉重且向下运动,因此世界便如此这般地构成,大地生成于下方,而火生成于上方;或者是由于漩涡的作用大地被维系在中间。因为恩培多克勒以前一种方式而言,阿那克萨戈拉则以后一种方式而言,他们不再把善和“为何目的”作为原因,而仅仅归咎于质料,认为终极目的与功用必然跟随质料。同样,有人也会认为墙壁也是出自必然性而生成的,因为重者天生向下运动,而轻者浮于表面。因此,他斥责这种就质料而言所说的必然性,而赞同基于假设的必然性。通过这种必然性,他表明生成的事物固然并非没有质料而生成,但决非作为因某种本义上的原因那样因质料〔而生成〕,而仅仅是作为因质料、因质料因〔而生成〕。因为基于假设之物比起预先假设之物更为后在,并且在较小程度上是原因,而本义上的原因则是终极目的和“为何目的”。因为房屋或墙壁的本义上的原因并不是那些沉重或漂浮之物,而是掩蔽和保护内部之物,或者支撑屋顶。然而质料基于假设而具有必然性。因为在终极目的和“为何目的”被假设之后,质料的必然性才随之发生。因此,这就是没有它结果便不可能生成之物;正如如果要有一栋房屋,就必然必须有石头和木材,但绝不是如果有了这些,就必然已经有了房屋。同样,在依自然生成的事物中,这种必然性不应置于终极目的之中,而应置于质料之中。这并不是因为为了质料[而生成],也不是因为功用必然跟随质料,而是因为不能没有质料。因为并非石头自身,也不是砖块和木材依照其天然倾向运动而造出房屋,而是这样一种结合、形式以及为了终极目的而造作一切的技艺,固然并非没有质料,[造出了房屋]。因为正如所说的那样,质料固然也是就其自身而言的原因之一,但形式、定义和本质却更为本源。并且形式并非必然跟随质料的运动,而是质料预先被假设,天生适于与形式相协调。因为并非由于有了铁,就因此必然有锯子,而是在锯子被预设用于制作时,必然必须采用铁;因此,质料以这种方式具有必然性并非因其自身,而是因形式。因为对于质料而言没有任何事物必然跟随,但质料自身对于形式而言必然必须预先被假设。因此,终极目的并不是出于质料的必然性而跟随在它之前的事物,相反,对于假设了终极目的的人而言,因这一假设的缘故,质料的必然性才随之发生;因为终极目的本身的必然性——据此,只要没有阻碍,终极目的就必然跟随先前具备之物——乃是因终极目的自身而存在的。正是为了这一[终极目的],先前具备之物才作为这般事物并依此种秩序被采纳。

语法注2 条
  1. 2.71ἆρα οὖν οὕτως ἐξ ἀνάγκης ἡ ὕλη τοῖς φυσικοῖς ὑπάρχει, ὅπερ ἁπλῶς καλεῖ, ἢ μᾶλλον ἐξ ὑποθέσεως ὑποτεθέντι τῷ τέλει ἕπεσθαι τὸ τῆς ὕλης ἀναγκαῖον;

    这是一个由 ἆρα... ἢ μᾶλλον... 构成的选择疑问句。前一分句的主动词为直陈式 ὑπάρχει,而后一分句中的不定词 ἕπεσθαι 则承接并列的间接判断构想(或呼应前文 ἆρα ὡς... 结构)。ὑποτεθέντι τῷ τέλει 为与格,作 ἕπεσθαι 的支配对象(“跟随已被假设的终极目的”)。

  2. 2.71ἀλλ’ ὑποθεμένοις τοῦτο διὰ τὴν ὑπόθεσιν ταύτην τὸ ἀναγκαῖον ἕπεται τῆς ὕλης

    ὑποθεμένοις 为关涉与格(人称与格),意为“对于假设了此[终极目的]的人而言”。主语是 τὸ ἀναγκαῖον τῆς ὕλης(“质料的必然性”),动词为 ἕπεται。该结构在句法上表明,质料的必然性是相对于设立终极目的的主体而言随后成立的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:386.3-387.25