← 辛普里丘

亚里士多德《物理学》注释

§381.19-382.21

从种子的在先性与秩序论证自然目的论

辛普利丘根据生成中种子的在先性与秩序论证了自然的目的性,并引用恩培多克勒的诗句阐明“完整生成的”指未分化的种子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.66#2

τῆς γὰρ φύσεως ἕνεκά του ποιούσης ἁμαρτία τις ἢ περὶ τὸ ποιοῦν ἢ περὶ τὴν ὕλην γενομένη ἄλλο τι ἀποβῆναι ἐποίησε καὶ οὐχὶ ἐκεῖνο τὸ οὗ ἕνεκα τὸ ποιοῦν ἐποίει. ἔπειτα δὲ οὐδὲ ἀληθής ἐστιν ἡ τῆς ἐνστάσεως ὑπόθεσις. οὐ γὰρ δυνατὸν ἦν ζῷα ἐξ ἀρχῆς γενέσθαι, ἀλλὰ σπέρμα πρὸ τῶν ζῴων, εἴπερ ἀνάγκη πᾶν ζῷον καὶ τὸ κατωρθωμένον καὶ τὸ τερατῶδες ἐκ σπέρματος γενέσθαι οἰκείου, ἀλλ’ οὐκ εὐθὺς ἡμιτόμων τῶν ζῴων ἡμιτόμοις συγκολλωμένων.1 εἰ δὲ ἀναγκαῖον ἀπὸ σπέρματος οἰκείου τὴν ἀρχὴν ἕκαστον τῆς γενέσεως λαβεῖν, δῆλον ὅτι τάξις τίς ἐστιν ἐν τῇ γενέσει καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ τὸ πρῶτον τοῦ δευτέρου χάριν. ἐν δὲ τοῖς τοιούτοις τὸ ἕνεκά του πάντως θεωρεῖται. Εἰπόντος δὲ τοῦ Ἐμπεδοκλέους ἐν τῷ δευτέρῳ τῶν Φυσικῶν πρὸ τῆς τῶν ἀνδρείων καὶ γυναικείων σωμάτων διαρθρώσεως ταυτὶ τὰ ἔπη νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν ἐννυχίους ὄρπηκας ἀνήγαγε κρινόμενον πῦρ, τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων· οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες, τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι, οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας, οὔτ’ ἐνοπὴν † οἵα τ’ ἐπιχώριον ἀνδράσι γυῖον· ταῦτα οὖν εἰπόντος τοῦ Ἐμπεδοκλέους ἐφίστησιν, ὅτι καὶ αὐτὸς ὡς ἔοικε σπέρμα πρὸ τῶν ζῴων γεγονέναι φησί. καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” παρ’ αὐτοῦ εἰρημένον σπέρμα ἦν οὔπω “μελέων ἐρατὸν δέμας” ἐμφαῖνον, διότι ὕδωρ μὲν ἦν ἐνεργείᾳ ὑγρὸν ὄν, δυνάμει δὲ τὸ εἶδος τοῦ ἀνθρώπου. μήποτε δὲ οὔτε ζῷα πρὸ σπέρματος οὔτε σπέρμα πρὸ τῶν ζῴων ὑποστῆναι δυνατὸν ἦν.2 ὡς γὰρ πᾶν ζῷον καὶ φυτὸν ἐξ οἰκείου γίνεται σπέρματος, οὕτως καὶ πᾶν σπέρμα ἐξ οἰκείου γίνεται ζῴου καὶ φυτοῦ. ἐφιστάνοι οὖν ἂν ὁ Ἀριστοτέλης, ὅτι μὴ ἀεὶ πρὸ τοῦ ζῴου τὸ σπέρμα ὑφεστάναι φησὶν Ἐμπεδοκλῆς. καὶ δῆλον ὅτι καὶ πρὸ τοῦ σπέρματος τὸ ζῷον. καὶ διορθῶν τὴν ἐπίστασιν ἐπήγαγε καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτον” σπέρμα ἦν, ὡς καὶ αὐτοῦ τοῦ Ἐμπεδοκλέους τοῦτο συνεωρακότος, ὅτι σπέρμα προυπάρχειν ἔδει τῆς τῶν ζῴων γενέσεως. εἰ δὲ τὸ σπέρμα ἦν, θαυμαστῶς μοι δοκεῖ τὸ “οὐλοφυὲς” αὐτῷ ἐπιπρέπειν. οὐλοφυὲς γὰρ ἐκεῖνο κυρίως ἐστίν, ὃ καθ’ ὅλον ἑαυτὸ πᾶν ἐστιν ὅπερ ἄν ἐστι μήπω γενομένης ἐν αὐτῷ διακρίσεως.3 πᾶν γὰρ μέρος τοῦ σπέρματος τὰ πάντα τοῦ σώματος μόριά ἐστιν. οὐδὲν δὲ τοῦ σώματος μέρος ἐστὶ τὰ ἄλλα μέρη διακρίσεως ἤδη γενομένης ἐν αὐτοῖς καὶ διασπασθέντος τοῦ οὐλοφύους.

因为当自然为了何物而造作时,在作用者方面或质料方面发生的某种过错,使得生成的结果成了别的某种事物,而非作用者所为了的那个目标。其次,该异议的前提甚至也不是真实的。因为动物从最初便生成是不可能的,而在动物之前必有种子,倘若确实所有动物——无论是成功长成的还是怪异的——都必然由其本有的种子生成,而非由动物的两半立刻相互拼接胶合而成。如果每一事物都必然由其本有的种子获得生成的本原,显然在生成中存在某种秩序、存在第一者与第二者,且第一者是为了第二者的缘故。而在类此的事物中,‘为了何物’无论如何都是被注视到的。恩培多克勒在《自然学》第二卷中,在男女身体分节成形之前,曾说过以下诗行: “来吧,如今且听分离之火如何向上引出 男子与多泪妇人的夜生幼芽; 因为这传说既不离题,亦非无识。 最初完整长成的形相从大地升起, 兼有水与形相两者的份额; 火欲达至同类,遂将它们向上推送, 它们尚未显出四肢可人的体态, 亦无声音,亦无男子特有的肢体。” 由于恩培多克勒说了这些话,[亚里士多德]指出:似乎他自己也声称种子在动物之前生成。而由他所说的“起初完整生成的”,正是尚未显出“四肢可人体态”的种子,因为它在现实上是水,是潮湿的存在,在潜能上则是人的形相。然而,或许既不可能动物先于种子存在,也不可能种子先于动物存在。因为正如一切动物与植物都由其本有的种子生成一样,一切种子也由其本有的动物与植物生成。因此亚里士多德或许是指明:恩培多克勒并非主张种子永远先于动物存在。显然,动物也先于种子。他在修正这一注意点时接着指出:“并且‘起初完整生成的’是种子”,仿佛恩培多克勒自己也已洞见到这一点,即在动物生成之前种子必须预先存在。如果那是种子,在我看来“完整生成的”一词奇妙地极其适合它。因为严格意义上的“完整生成者”,乃是在尚未发生分化时,就其整体自身而言完全是其所是的那个东西。因为种子的每一个部分都是身体的所有肢体。但在它们之中已经发生分化、“完整生成者”被撕开之后,身体的任何一个部分都不再是其余的部分了。

语法注3 条
  1. 2.66ἀλλ’ οὐκ εὐθὺς ἡμιτόμων τῶν ζῴων ἡμιτόμοις συγκολλωμένων

    在独立属格结构 ἀλλ’ οὐκ εὐθὺς ἡμιτόμων τῶν ζῴων ἡμιτόμοις συγκολλωμένων(“而非由动物的两半立刻相互拼接胶合而成”)中,否定词 οὐκ 引入了前述条件从句(εἴπερ ἀνάγκη πᾶν ζῷον ... ἐκ σπέρματος γενέσθαι)的对立项,强调生成是出自本有的种子,而非出自恩培多克勒式的身体残片偶然拼接。

  2. 2.66μήποτε δὲ οὔτε ζῷα πρὸ σπέρματος οὔτε σπέρμα πρὸ τῶν ζῴων ὑποστῆναι δυνατὸν ἦν

    副词 μήποτε 在此用作委婉断言或提出假说的惯用表达(“或许”、“莫非……吗”)。它与未完成过去直陈语气 δυνατὸν ἦν 搭配,针对种子与动物何者绝对在先的问题提出相互生成的循环性限定。

  3. 2.66οὐλοφυὲς γὰρ ἐκεῖνο κυρίως ἐστίν, ὃ καθ’ ὅλον ἑαυτὸ πᾶν ἐστιν ὅπερ ἄν ἐστι μήπω γενομένης ἐν αὐτῷ διακρίσεως

    该句骨架为:ἐκεῖνο 为主语,οὐλοφυὲς κυρίως 为表语,ἐστίν 为系动词。在由关系代词 ὃ 引导的从句中,谓语部分为 πᾶν ... ὅπερ ἄν ἐστι(“完全是其所是者”),受 καθ' ὅλον ἑαυτό(“就其整体自身而言”)修饰,并伴有表示时间/条件的独立属格结构 μήπω γενομένης ἐν αὐτῷ διακρίσεως(“其内部尚未发生分化时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:381.19-382.21