← 辛普里丘

亚里士多德《物理学》注释

§380.17-381.19

畸形与技艺失误对目的论异议的反驳

辛普利丘注解了亚里士多德《物理学》第2卷第8章(199a33),阐明亚里士多德如何通过技艺中的失误类比以及作用和质料本原的败坏,驳斥基于怪异畸形(恩培多克勒的怪物)对自然目的论提出的异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.66#1

" Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην ἕως τοῦ καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν." Πρὸς τοὺς λέγοντας ἕνεκά του ποιεῖν τὴν φύσιν ἔνστασις ἦν ἀπὸ τῶν τεράτων. τίνος γὰρ ἕνεκα τὰ “βουγενῆ ἀνδρόπρωρα” γίνοιτο ἂν τὰ κατὰ Ἐμπεδοκλέα; λύει οὖν καὶ ταύτην τὴν ἔνστασιν νῦν λέγων, ὅτι οὐ πάντα τὰ ἕνεκά του γινόμενα ἐξ ἀνάγκης κατωρθωμένα γίνεται, ἀλλὰ καὶ ἁμαρτάνεταί τινα πολλάκις ἐν τούτοις. καὶ γὰρ ἐν τοῖς κατὰ τέχνην καίτοι ἕνεκά του γινομένοις, ὡς πάντες ὁμολογοῦσιν, ἁμαρτάνεταί τινα. καὶ οὐχ ἕνεκα μὲν τῆς ἁμαρτίας ἡ τέχνη ἐποίει, ἕνεκα δέ τινος ἐκείνου οὗ διήμαρτεν. οὕτως δὴ καὶ ἡ φύσις ποιεῖ μὲν ἕνεκά τινος, ἁμαρτάνεται δὲ πολλάκις τὸ οὗ ἕνεκα1 καὶ ἀποβαίνει ἄλλο τι παρὰ τὸ οὗ ἕνεκα. ὥσπερ οὖν κἂν μὴ κατορθώσῃ τὸ φάρμακον ἐκεῖνο, οὗ ἕνεκα παρὰ τοῦ ἰατροῦ ἐδόθη, ἀλλ’ ἕνεκά του πάντως ἐδόθη, καὶ ὁ γραμματικὸς κἂν μὴ ὀρθῶς ἔγραψεν, ἀλλ’ ἕνεκα τοῦ ὀρθῶς γράφειν ἔγραφεν, οὕτως καὶ ἡ φύσις, κἂν μὴ ἄνθρωπον ποιήσῃ, ἀλλ’ ἕνεκά γε τοῦ ἄνθρωπον ποιεῖν ἐποίει· ἀπετεύχθη δὲ ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην. καὶ τὰ τέρατα οὖν ἁμαρτήματα ἐκείνου τοῦ οὗ ἕνεκά ἐστι. διὸ οὐδὲ ἐκτοπίζεταί που μακρὰν τοῦ οὗ ἕνεκα. ἀλλὰ μάλιστα μὲν ἐκ σπέρματος ἀνθρωπείου ἄνθρωπος, εἰ δὲ μὴ ζῷον, συκῆ δὲ ἢ πλάτανος οὐδέποτε. τοιαῦτα δὲ καὶ Ἐμπεδοκλέους “βουγενῆ ἀνδρόπρωρα”. ὅταν δὲ λέγῃ ὁ Ἀριστοτέλης καὶ ἐν τοῖς φυσικοῖς τὰ τέρατα, ἁμαρτήματά φησιν εἶναι τοῦ ἕνεκά του ποιοῦντος. εἰπὼν δὲ ὅτι τὰ τέρατα ὁμοίως γίνεται τοῖς ἐπὶ τῶν τεχνῶν ἁμαρτανομένοις ἐπισημαίνεται, ὅτι καὶ τὰ παρὰ τῷ Ἐμπεδοκλεῖ “βουγενῆ ἀνδρόπρωρα” ἢ “ἀνδρογενῆ βούπρωρα”, εἰ ἐγίνετο τὰ τοιαῦτα, κατὰ ἁμαρτίαν ἐγίνετο τῶν ἀρχῶν, ἐξ ὧν ἡ γένεσις τῶν τε ποιητικῶν καὶ τῶν ὑλικῶν,2 ὡς καὶ νῦν κατὰ τὴν περὶ τὸ σπέρμα ἁμαρτίαν τὰ τέρατα ἀποβαίνει ἐξασθενοῦντος τοῦ σπέρματος καὶ διαφθειρομένης ἀρχῆς. καὶ οὐχ ἱκανὰ τὰ τοιαῦτα παραδείγματα δεῖξαι, ὅτι ἡ φύσις οὐχ ἕνεκά του ποιεῖ. συγχωρήσας δὲ τὸ πρῶτον τῷ Ἐμπεδοκλεῖ ἀπ’ ἀρχῆς τερατώδη ζῷα λέγοντι τὰ “βουγενῆ ἀνδρόπρωρα” καὶ τούτου δοθέντος, λύσας τὴν ἔνστασιν ἐκ τοῦ καὶ ἐκεῖνα διαφθειρομένης ἀρχῆς γίνεσθαι, ἐφεξῆς καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐνστάσεως τῆς ἀπὸ τῶν Ἐμπεδοκλέους τεράτων ἀναιρεῖ3 ἀσύστατον δεικνὺς τὴν ἀπ’ ἀρχῆς τῶν τερατωδῶν ζῴων γένεσιν, ὡς εἰ ἔλεγε μάλιστα μὲν καὶ εἰ ἐγίνετο τερατώδη ζῷα ἀπ’ ἀρχῆς, οὐκ ἀναιρεῖται ἐκ τούτου τὸ τὴν φύσιν ἕνεκά του ποιεῖν.

“错误在依技艺的事物中也会发生……直到:并且‘起初完整生成的’是种子。” 针对那些声称自然是为了何物而造作的人,曾有一个源自怪异(畸形)的异议。因为依恩培多克勒所说,“牛身人面”的产物究竟是为了何物而生成的呢?因此他现在也消解了这一异议,指出:并非所有为了何物而生成的事物都必然成功达成,而是在这些事物中也经常出现某种过错。因为正如众人所承认的,在依技艺的事物中,尽管它们也是为了何物而生成的,但也确实会出现某种过错。技艺造作并不是为了过错本身,而是为了它所未达到的那个目标。因此,自然同样确实是为了某种目标而造作,但目标却经常被错失,从而在目标之外结果生成了某种别的事物。正如即使药物未能达成它为之而由医者给予的那个目的,但它无论如何都是为了某种目的而给予的;文法家即便没有写得正确,也是为了正确书写而书写的;同样,自然即便未能造成一个人,也至少是为了造成人而造作的,只是像在依技艺的事物中那样失手了。因此,怪异也是那个目的的过错。正因如此,它绝不会偏离目标太远:从人的种子中最主要生成的是人,若不是人,也是动物,而绝不会是无花果树或悬铃木。恩培多克勒的“牛身人面”也是这类事物。当亚里士多德说在自然物中也存在怪异时,他是说它们是“为了何物而造作者”的过错。在指出怪异的生成与技艺中所犯的过错相似之后,他进而指出:恩培多克勒那里即使存在“牛身人面”或“人身牛面”,倘若果真生成了这类事物,也是由于生成所本的那些本原——即作用本原与质料本原——的过错而生成的,正如现在怪异的出现也是由于关涉种子的过错、由于种子衰弱且本原败坏而产生的一样。这类例子并不足以表明自然不是为了何物而造作的。他起初对谈及最初便有怪异动物(即“牛身人面”)的恩培多克勒作出了让步,并在认可这一前提下,依据即便那些怪物也是由于本原败坏而生成的,从而消解了异议;随后他又消除了源自恩培多克勒怪异的此类异议的根由本身,表明最初便生成怪异动物在结构上是不成立的——这就好比他在说:最主要的是,即便最初曾生成怪异动物,自然为了何物而造作这一事实也并不因此被否定。

语法注3 条
  1. 2.66ἁμαρτάνεται δὲ πολλάκις τὸ οὗ ἕνεκα

    动词 ἁμαρτάνεται 为被动态,以中性短语 τὸ οὗ ἕνεκα(目的)作为主语,意为“目标被错失/落空”。这与后文的 ἀποβαίνει ἄλλο τι παρὰ τὸ οὗ ἕνεκα(结果生成了目标之外的别物)相呼应。

  2. 2.66τῶν ἀρχῶν, ἐξ ὧν ἡ γένεσις τῶν τε ποιητικῶν καὶ τῶν ὑλικῶν

    属格短语 τῶν τε ποιητικῶν καὶ τῶν ὑλικῶν 与前面的 τῶν ἀρχῶν(诸本原)同格并对其进行限定,中间插入了关系从句 ἐξ ὧν ἡ γένεσις,结构为“生成所本的诸本原,即作用本原与质料本原”。

  3. 2.66συγχωρήσας δὲ τὸ πρῶτον τῷ Ἐμπεδοκλεῖ ἀπ’ ἀρχῆς τερατώδη ζῷα λέγοντι τὰ “βουγενῆ ἀνδρόπρωρα” καὶ τούτου δοθέντος, λύσας τὴν ἔνστασιν ἐκ τοῦ καὶ ἐκεῖνα διαφθειρομένης ἀρχῆς γίνεσθαι, ἐφεξῆς καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐνστάσεως τῆς ἀπὸ τῶν Ἐμπεδοκλέους τεράτων ἀναιρεῖ

    全句骨干围绕主动词 ἀναιρεῖ(消除)展开,并串联了多个分词结构:首先是分词 συγχωρήσας(让步)、独立属格 τούτου δοθέντος(在这一前提被给予的情况下)、分词 λύσας(消解了),随后进入主句动词 ἀναιρεῖ,其后又接分词 δεικνύς(表明……)作进一步说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:380.17-381.19